Plato’s Timaeus (Excerpt)

Plato’s Timaeus (Excerpt)

1

Πλάτων

1

柏拉图

2

Τίμαιος

2

蒂迈欧

3

Πρόσωπα: Σωκράτης, Τίμαιος, Ἑρμοκράτης, Κριτίας

3

人物:苏格拉底,蒂迈欧,赫摩克拉底,克里提亚

4

[17α] Σωκράτης

4

[17α] 苏格拉底

5

εἶς, δύο, τρεῖς: ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;

5

一、二、三:亲爱的蒂迈欧啊,我们昨日宴席上的第四位宾客,今天这场聚会的东道主,此刻身在何处?

6

Τίμαιος

6

蒂迈欧

7

ἀσθένειὰ τις αὐτῷ συνέπεσεν, ὧ Σώκρατες: οὐ γὰρ ἄ ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας.

7

他突染微恙,苏格拉底啊。并非情愿缺席此等盛会。

8

Σωκράτης

8

苏格拉底

9

οὐκοῦν σὸν τῶνδέ τε ἓργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος;

9

那么你等众人是否应当补足缺席者的席位?

10

[17β] Τίμαιος

10

[17β] 蒂迈欧

11

πάνυ μὲν οὖν, καὶ κατὰ δύναμιν γε οὐδὲν ἐλλείψομεν: οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἶς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν.

11

诚然如此,我等自当竭力而为。昨日蒙君盛情款待,今日我等岂能不以热忱相报?此乃礼尚往来之义也。

12

Σωκράτης

12

苏格拉底

13

ἆρ’ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν;

13

诸君可还记得我昨日嘱托诸位的论题?

14

Τίμαιος

14

蒂迈欧

15

τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις: μᾶλλον δε, εἰ μη τι σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵναβεβαιωθῆ μᾶλλον παρ’ ἡμῖν.

15

所记者尚存,所忘者待君重述。若蒙不弃,愿闻其要旨复述,以固我等记忆。

16

[17γ] Σωκράτης

16

[17γ] 苏格拉底

17

ταῦτ’ ἔσται. χθές που τῶν ὑπ’ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετ’ ἄν μοι γενέσθαι.

17

情形当如此。昨日我所阐述之政体纲要,其核心在于阐释何种城邦形态及由何等人组成方可达至至善。

18

Τίμαιος

18

蒂迈欧

19

καὶ μάλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν.

19

诚然如此,苏格拉底,此论述令吾等皆心悦诚服。

20

Σωκράτης

20

苏格拉底

21

ἆρ’ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῆ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;

21

我们是否首先在城邦中将农耕者与其他各类技艺者,与卫国者这一阶层明确区隔?

22

Τίμαιος

22

蒂迈欧

23

Ναι.

23

正是。

24

Σωκράτης

24

苏格拉底

25

καὶ κατὰ φύσιν δὴ δόντες ταὸ καθ’ αὑτὸν ἑκάστῳ

25

依据自然禀赋赋予各人

26

[17δ] πρόσφορον ἓν μόνον ἐπιτήδευμα, μὶαν ἑκάστῳ τέχνην, τούτους οὕς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν ὡς ἄρ’ αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴτε τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πρᾴως τοῖς

26

[17δ]适宜之专职,令卫国者专司战事,我等已申明其当为城邦唯一之守护者——无论抵御外侮或弭平内患,

27

[18α] ἀρχομένοις ὑπ’ αὐτῶν καὶ φύσει φίλοις οὖσιν, χαλεποὺς δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσιν τῶν ἐχθρῶν γιγνομένους.

27

[18α]对治下之良善子民当行宽仁之政,对遭遇之敌寇则当施以雷霆手段。

28

Τίμαιος

28

蒂迈欧

29

Παντάπασι μὲν οὖν.

29

此论至为精当。

30

Σωκράτης

30

苏格拉底

31

φύσιν γὰρ οἶμαί τινα τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἅμα μέν θυμοειδῆ, ἅμα μὲν θυμοειδῆ, ἅμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο ὀρθῶς πρᾷοι καὶ χαλεποὶ γίγνεσθαι.

31

吾等曾论及守护者之灵魂禀赋当兼具激情与哲思双重特质,如此方能刚柔并济,应对不同对象皆得其所宜。

32

Τίμαιος

32

蒂迈欧

33

ναί.

33

确然。

34

Σωκράτης

34

苏格拉底

35

τί δὲ τροφήν; ἆρ’ ου’ γυμναστικῆ καὶ μουσικῆ μαθήμασίν τε ὅσα προσήκει τούτοις, ἐν ἅπασι τεθράφθαι;

35

至于教化之道,岂非当以体操训练、音乐陶冶及相关学识培养之?

36

Τίμαιος

36

蒂迈欧

37

πάνυ μὲν οὖν.

37

诚如所言。

38

[18β] Σωκράτης

38

[18β] 苏格拉底

39

τοὺς δέ γε οὕτω τραφέντας ἐλέχθη που μήτε χρυςὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα ἐαυτῶν ἴδιον νομίζειν δεῖν, ἀλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σῳζομένων ὑπ’ αὐτῶν, ὅσος σώφροσιν μέτριος, ἀναλίσκειν τε δὴ κοινῆ καὶ συνδιαιτωμένους μετὰ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχοντας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντας σχολήν.

39

如此培养之卫士,当摒弃金银等私有财物,仅以受护者所供俸禄为生。此俸禄当取之有道,恰如其分,使其共享财物,共度团体生活,终身致力于德性之完善,远离其他营生之纷扰。

40

Τίμαιος

40

蒂迈欧

41

ἐλέχθη καὶ ταῦτα ταύτη.

41

此亦前论所详述者。

42

[18γ] Σωκράτης

42

[18γ] 苏格拉底

43

καὶ μὲν δὴ καὶ περὶ γυναικῶν ἐπεμνήσθημεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσιν παραπλησίας εἴη συναρμοστέον, καὶ τὰ ἐπιτηδεύματα πάντα κοινά κατά τε πόλεμον καὶ κατὰ ταὴν άλλην δίαιταν± δοτέον πάσαις.

43

此外,我们确曾论及妇女问题,指出必须使女性禀赋与男性禀赋相调和,无论战时抑或日常事务中,所有实践皆应共享。

44

Τίμαιος

44

蒂迈欧

45

ταύτη καὶ ταῦτα ἐλέγετο.

45

当时所言确系如此。

46

Σωκράτης

46

苏格拉底

47

τί δὲ δὴ τὸ περὶ τῆς παιδοποιίας; ἢ τοῦτο μὲν διὰ τὴν ἀήθειαν τῶν λεχθέντων εὐμνημόνευτον, ὅτι κοινὰ τὰ τῶν γάμων καὶ τὰ τῶν παίδων πᾶσιν ἁπάντων ἐτίθεμεν, μηχανωμένους± ὃπως± μηδεὶς ποτε τὸ γεγενημένον αὐτῶν ἰδίᾳ γνώσοιτο±,

47

至于育嗣之事又如何?是否因所述非常理而令人难忘——我们设定所有婚姻结合与子嗣归属皆属共有,设计精妙使无人能辨识自身血脉?

48

[18δ] νομιοῦσιν δὲ πάντες πάντας αὐτοὺς ὁμογενεῖς, ἀδελφὰς μὲν καὶ ἀδελφοὺς ὅσοιπερ ἂν τῆς πρεπούσης ἐντὸς ἡλικίας γίγνωνται, τοὺς δ’ ἔμπροσθεν καὶ ἄνωθεν γονέας τε καὶ γονέων προγόνους, τοὺς δ’ εἰς τὸ κάτωθεν ἐκγόνους παῖδάς τε ἐκγόνων;

48

[18δ] 令全体皆视彼此为同类,同龄者互为兄弟姐妹,年长者尊为先祖,年少者视为后代?

49

Τίμαιος

49

蒂迈欧

50

ναί, καὶ ταῦτα εὐμνημόνευτα ᾗλέγεις.

50

诚然,此等安排正如所述般令人记忆深刻。

51

Σωκράτης

51

苏格拉底

52

ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοιντο ὡς ἄριστοι τὰς φύσεις, ἆρ’ οὐ μεμνήμεθα ὡς τοὺς ἄρχοντας ἔφαμεν καὶ τὰς ἀρχούσας δεῖν εἰς τὴν τῶν γάμων σύνερξιν λάθρᾳ

52

为求禀赋臻于至善,执政者岂非须以抽签之法暗中安排婚配,使善者与善者结合,恶者与恶者相配,免生怨怼,皆归因于命运安排?

53

[18ε] μηχανᾶσθαι κλὴροις τισὶν ὅπως οἱ κακοὶ χωρὶς οἵ τ’ ἀγαθοὶ ταῖς ὁμοίαις ἑκάτεροι συλλήξονται, καὶ μή τις αὐτοῖς ἔχθρα διὰ ταῦτα γίγνηται, τύχην ἡγουμένοις αἰτίαν τῆς συλλήξεως;

53

[18ε]

54

Τίμαιος

54

蒂迈欧

55

μεμνήμεθα.

55

我等确曾如是商定。

56

[19α] Σωκράτης

56

[19α] 苏格拉底

57

καὶ μὴν ὅτι γε τὰ μὲν τῶν ἀγαθῶν θρεπτέον ἔφαμεν εἶναι, τὰ δὲ τῶν κακῶν εἰς τὴν ἄλλην λάθρᾳ διαδοτέον πόλιν: ἐπαυξανομένων δὲ σκοποῦντας ἀεὶ τοὺς ἀξίους πάλιν ἀνάγειν δεῖν, τοὺς δὲ παρὰ σφίσιν ἀναξίους εἰς τὴν τῶν ἐπανιόντων χώραν μεταλλάττειν;

57

更且言明:善者后裔当精心培育,劣种则密遣他邦。待其成长,当甄选贤良复归故土,不肖者则发还原属阔纳?

58

Τίμαιος

58

蒂迈欧

59

οὕτως.

59

正是如此。

60

Σωκράτης

60

苏格拉底

61

ἆρ’ οὖν δὴ διεληλύθαμεν ἤδη καθάπερ χθές, ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν, ἢν ποθοῦμεν ἔτι τι τῶν ῥηθέντων, ὦ φίλε Γίμαιε, ὡς ἀπολειπόμενον;

61

然则昨日所论是否已尽述纲要?若有疏漏,亲爱的蒂迈欧,我等可再作补遗?

62

[19β] Τίμαιος

62

[19β] 蒂迈欧

63

οὐδαμῶς, ἀλλὰ αὐτὰ ταῦτ’ ἦν ταὰ λεχθέντα, ὦ Σώκρατες.

63

绝无疏漏,苏格拉底,所言尽在于此。

64

Σωκράτης

64

苏格拉底

65

ἀκούοιτ’ ἂν ἤδη τὰ μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐτὴν πεπονθὼς τυγχάνω. Προσέοικεν δὲ δή τινί μοι τοιῷδε τὸ πάθος, οἷον εἴ τις ζῷα καλά που θεασάμενος, εἴτε ὑπὸ γραφῆς εἰργασμένα εἴτε καὶ ζῶντα ἀληθινῶς ἡσυχίαν δὲ ἄγοντα, εἰς ἐπιθυμίαν ἀφίκοιτο θεάσασθαι κινούμενά τε αὐτὰ και τι τῶν τοῖς σώμασιν δοκούντων

65

关于我们先前论述的政体,此刻你们或许能听到后续相关的内容,以及我本人对此的实际感受。这种体验恰似某人观赏精美动物——无论是绘画作品抑或真实存在的静物——油然生出观赏其动态的渴望,渴望见证它们在竞技中展现合乎其体态的运动本能:这正与我对此城邦的体悟如出一辙。

66

[19γ] προσήκειν κατὰ τὴν ἀγωνίαν ἀθλοῦντα: ταὐτὸν καὶ ἐγὼ πέπονθα πρὸς τὴν πόλιν ἣν διήλθομεν.


ἡδέως γὰρ ᾴν του λόγῳ διεξιόντος ἀκούσαιμ’ ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων.


ταῦτ’ οὖν, ὦ Κριτία καὶ Ἑρμόκρατες,

66

[19γ] 我极愿聆听某位论者阐述城邦在竞技中的卓越表现——当她与其他城邦较量时,如何在战争来临时恰当应对,在实战中展现其教化与教养之功,并通过言辞对话向各邦昭示其政治实践的要义。克里提亚、赫摩克拉底啊,

67

[19δ] ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μη ποτ’ ἂν δυνατὸς γενέσθαι τοὺς ἄνδρας καὶ τὴν πόλιν ἱκανῶς ἐγκωμιάσαι.

67

[19δ] 我自认绝无能力对这样的城邦及其公民作出恰如其分的颂扬。此非谦辞:我对古今诗人群体的判断亦复如是——非是贬抑诗艺类,实则摹仿者群体极易效仿其成长环境中的事物,而对陌生产物的模仿,

68

Καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν: ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονότων καὶ περὶ τῶν νῦν ὄντων ποιητῶν, οὔτι τὸ ποιητικὸν ἀτιμάζων γένος, ἀλλὰ παντὶ δῆλον ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῆ, ταῦτα μιμήσεται ῥᾷστα καὶ ἄριστα, τὸ δ’ ἐκτὸς τῆς τροφῆς ἑκάστοις

68

在行动层面已属不易,在言辞层面则更为艰难。至于智术师类,我虽承认他们精通诸多优美辞令,却担忧他们因游历城邦而居无定所,恐难准确把握哲人与政治家的精髓——那些在战争实践中通过行动与对话展现的智慧。

69

[19ε] γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι.


τὸ δὲ τῶν σοφιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλ’ ἔμπειρον ἥγημαι, φοβοῦμαι δὲ μη πως, ἅτε πλανητὸν ὂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῆ διῳκηκός, ἄστοχον ἅμα φιλοσόφων ἀνδρῶν ᾖ καὶ πολιτικῶν, ὅσ’ ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργῳ καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιεν καὶ λέγοιεν.


καταλέλειπται δὴ τὸ τῆς ὐμετέρας ἕξεως γένος,

69

[19ε] 唯有你们这类兼具哲学素养与政治实践者,方能完善此道。你们既深谙战争谋略,又能在交锋中通过具体行动与精妙言辞应对各方势力。

70

[20α] ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον. Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχἀς τε καὶ τιμὰς τὼν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δ’ αὖ κατ’ ἐμὴν δόξαν ἐπ’ ἄκρον ἁπάσης ἐλήλυθεν:

70

[20α] 兼具天赋与教养的禀性。这位来自意大利洛克里斯法治典范城邦的蒂迈欧,其财富与门第在当地首屈一指,曾执掌城邦最高权柄与荣誉,依我之见,其哲学造诣亦臻至完美境界:

71

Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτ’ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων

71

至于克里提亚,在座诸位皆知他绝非泛泛之辈。至于赫摩克拉底的天赋与教养,既有众人佐证其足以胜任此番论述,

72

[20β] πιστευτέον.

72

[20β] 自当取信。

73

διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖεν – εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντ’ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτ’ ἂν μόνοι τῶν νῦν—εἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν ἃ καὶ νῦν λέγω. συνωμολογήσατ’ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς

73

故此昨日承蒙诸君请论政体之道,我欣然应允,深知后续论述非诸位莫属——因尔等能独具慧眼,将城邦置于合宜战事之中,尽显其应有之义,当今之世唯君可堪此任——既已陈明所托之事,现重申昨日之约。诸君既已共同商定,

74

[20γ] αὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπ’ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.

74

[20γ] 此时当以理性之飨宴回馈于我,此刻我已然整肃以待,准备尽享这场盛宴。

75

Ἑρμοκράτης

75

赫摩克拉底

76

καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, ὦ Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδέν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα: ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθ’ ὁδὸν αὐτὰ ταῦτ’ ἐσκοποῦμεν.

76

诚如蒂迈欧所言,苏格拉底啊,吾辈必当竭尽所能,绝无推诿之理。昨日离开此处后,我等即随克里提亚至其款待所——亦即下榻之处——途中便已开始商讨此事。

77

[20δ] ὅδε οὖν ἡμῖν λόγον εἰσηγήσατο ἐκ παλαιᾶς ἀκοῆς: ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῴδε, ἵνα συνδοκιμάσῃ πρὸς την ἐπίταξιν εἴτ’ ἐπιτήδειος εἴτε ἀνεπιτήδειός ἐστι.

77

[20δ] 彼时克里提亚向吾等讲述了一个古老传说:此刻就请复述之,以便共同评判其是否契合当前要旨。

78

Κριτίας

78

克里提亚

79

ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ συνδοκεῖ.

79

此事当行,若第三位参与者蒂迈欧亦表赞同。

80

Τίμαιος

80

蒂迈欧

81

δοκεῖ μήν.

81

吾意亦然。

82

Κριτίας

82

克里提亚

83

ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος

83

且听分明,苏格拉底啊,此说虽颇显离奇,然确凿无疑,正如七贤中最具智慧者

84

[20ε] Σόλων ποτ’ ἔφη. ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἠμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει: πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδ’ εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὲ ἓν μέγιστον,

84

[20ε] 梭伦曾言。彼时他与吾辈高祖德洛庇德斯交谊甚笃,此在其诗作中亦多处提及;至于吾辈祖父克里提亚处,据这位长者所述,雅典城邦往昔确曾建立丰功伟业,然因岁月流转与人世变迁而湮没无闻,其中最伟大者当属——

85

[21α] οὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷόνπερ ὑμνοῦντας ἐγκωμιάζειν.

85

[21α] 此事如今追忆,正宜向您还报恩情,同时借由庆典之机,以恰如其分的赞辞真诚礼赞女神。

86

Σωκράτης

86

苏格拉底

87

εὖ λέγεις. ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγόμενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο κατὰ τὴν Σόλωνος ἀκοήν;

87

此言甚善。然则克里提亚所述之古代功业,虽未见于典籍,却据梭伦口传确系雅典城邦所践行者,究竟所指何事?

88

Κριτίας

88

克里提亚

89

ἐγὼ φράσω, παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός. ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς

89

容我道来,此事乃得闻于垂暮长者。其时克里提亚年近

90

[21β] ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πῃ μάλιστα δεκέτης: ἡ δὲ Κουρεῶτις ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων. Τὸ δὴ τῆς ἑορτῆς σύνηθες ἑκάστοτε καὶ τότε συνέβη τοῖς παισίν:

90

[21β] 九旬,而吾尚在垂髫之年。适逢阿帕图里亚节庆,吾辈所属库瑞俄提斯部族循例举行少年诗诵竞赛。

91

ἆθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας. πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατ’ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν. εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε

91

诸父老设下史诗吟诵之锦标。当日众童吟咏各家诗作,而梭伦新篇尤得青睐。忽有族人子弟言道——或出己见,或欲取悦克里提亚——谓梭伦不仅睿智超群,其诗才亦冠绝当世。

92

[21γ] ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον.


ὁ δὴ γέρων—σφόδρα γὰρ οὖν μέμνημαι—μάλα τε ἥσθη καὶ διαμειδιάσας εἶπεν: “εἴγε, ὦ Ἀμύνανδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλ’ ἐσπουδάκει καθάπερ ἄλλοι, τον τε λόγον ὃν ἀπ’ Αἰγύπτου δεῦρο ἠνέγκατο ἀπετέλεσεν, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων ὅσα ηὗρεν ἐνθάδε ἥκων ἠναγκάσθη

92

[21γ] 老者闻之——此景历历在目——欣然莞尔曰:"若阿密南德啊,倘使梭伦不视诗艺为余事,能如他人般专注于此道,将其自埃及携归之传奇完篇,而非因归国后遭遇党争及其他诸多烦扰

93

[21δ] καταμελῆσαι, κατά γε ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὅμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἄν ποτε αὐτοῦ” “τις δ’ ἦν ὁ λόγος,” ἦ δ’ ὅς, “ὦ Κριτία;” “ἦ περὶ μεγίστης,” ἔφη, “καὶ ὀνομαστοτάτης πασῶν δικαιότα’ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὀ λόγος.” “λέγε ἐξ ἀρχῆς,” ἦ δ’ ὄς, “τι τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων.”

93

[21δ] 按我的见解,若他未曾疏忽此事,则赫西俄德、荷马或其他任何诗人,其声誉永难超越他。"那究竟是何种论述?"他问道。"正是关于最伟大"克里提亚回答,"且在所有功业中最值得称道者——虽为本邦实际成就,却因时光流逝与践行者之消亡,其事迹未得流传至今。"请从头道来,"对方说,"详细说明梭伦从何处听闻此真实故事,又如何转述。"

94

[21ε] “ἔστιν τις κατ’ Αἴγυπτον,” ἦ δ’ ὄς, “ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις-- ὅθεν δὴ καὶ Ἄμασις ἦν ὁ βασιλεύς—οἷς τῆς πόλεως θεὸς ἀρχηγός τις ἐστιν±, Αἰγυπτιστὶ μὲν τοὔνομα Νηίθ, Ἑλληνιστὶ δε, ὡς ὁ ἐκείνων λόγος, Ἀθηνᾶ:

94

[21ε] "埃及三角洲地区,"他言道,"尼罗河在此分道处有名为赛特区的诺姆,其首府赛斯城乃该区最大城邦——阿玛西斯王即生于此——该城守护神在埃及名为奈特,希腊人则称之为雅典娜:他们自称与雅典人颇有渊源。梭伦游历至此,深受礼遇,

95

μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶνδ’ εἶναί φασιν. οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρ’ αὐτοῖς ἔντιμος,

95

曾向最通晓古史的祭司探询往事,却发现无论自身或其他希腊人对此类知识几乎一无所知。

96

[22α] καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν.

96

[22α] 某次欲引其谈论远古之事,遂讲述本地最古老传说,涉及初人福洛纽斯与尼俄柏,洪水后丢卡利翁与皮拉之幸存,及其后裔谱系,并试图通过年代推算佐证所述时序。此时一位年长祭司道:"梭伦啊梭伦,希腊人永是孩童,希腊无白发智叟。"闻此梭伦问:"此言何解?"答曰:"尔等心智皆稚嫩:

97

καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῄδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος

97

因无古老口传之悠久信念,亦无经岁月淬炼之学识。盖因

98

[22β] καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν: καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν: “ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παίδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.” ἀκούσας οὖν, “πῶς τί τοῦτο λέγεις;” φάναι. “νέοι ἐστέ,” εἰπεῖν, “τὰς ψυχὰς πάντες:

98

[22β] 毁灭频仍,形式各异——最大者源于水火,余者则因万千次等灾祸。尔等所谓法厄同驾日车偏离父轨致大地焚毁、终遭雷殛之传说,虽具神话外衣,

99

οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε δι’ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν. Τὸ

99

实则折射天体运行偏离轨道,经漫长周期引发尘世烈火之真相。彼时山居高地者多遭洪流吞噬,而尼罗河既为吾等常规救星,在此劫难中亦成解危者。

100

[22γ] δὲ τούτων αἴτιον τόδε. πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι.

100

[22γ] 这些灾变的根源在于:人类已历经并将继续经历多重复灭,最大者莫过于火与水,其他较小规模的灾变更是不计其数。

101

τὸ γὰρ οὖν καί παρ’ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρός ὁδὸν ἐλαύνειν τά τ’ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ

101

你们希腊传说中法厄同——太阳神之子曾驾驭其父战车,却因无力循其轨道驰骋而焚毁大地、最终遭雷殛身亡——这故事虽具神话外壳,实则

102

[22δ] ἀληθές ἐστι τῶν περὶ γῆν κατ’ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη ταῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.

102

[22δ] 暗指天体运行轨道偏离引发的周期性灾难,这种偏离经年累月终将导致全球性大火。当此灾厄之际,居于高山、干燥之地的居民较之河海之滨者更易灭绝。而我们的尼罗河,既是日常的守护者,亦在此危难时刻通过泛滥拯救众生。

103

τότε οὖν ὅσοι κατ’ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῳν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων: ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος.

103

反之,当诸神以洪水涤荡大地时,山地牧人得以幸存,而你们平原城邦的居民则被河流裹挟入海。在此方土地,无论何时都不会有自上而下的洪水侵袭,因为

104

ὅταν δ’ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δ’ ἐν ταῖς

104

我们遵循自然法则:所有水流皆自下而上返涌。正是这种独特的保护机制,使此地的文明得以保存最古老的记忆。

105

[22ε] παρ’ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται: κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δ’ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν. ὅθεν καὶ δι’ ἅς αἰτίας τἀνθάδε σῴζόμενα λέγεται παλαιότατα: τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον,

105

[22ε] 在不受严寒酷暑侵扰之地,人类繁衍虽时盛时衰,却总得以延续。至于希腊或其他地区那些被传颂的伟大功业与非凡建制,我们神庙中的古老文献皆有详尽记载。

106

[23α] τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων. ὅσα δὲ ἢ παρ’ ὑμῖν ἢ τῇδε ἢ καὶ κατ’ ἄλλον τόπον ὦν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ῂ μέγα γέγονεν ἢ καί τινα διαφοράν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδ’ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα:

106

[23α] 而你们及他族新兴的典章制度,虽经文字确立并符合城邦所需,却总在天体运行周期的轮回中,如同疾病般被天降洪流席卷,使后世重归蒙昧。

107

τὰ δὲ παρ’ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν δι’ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους

107

每当此时,唯有山间牧人与文盲得以存续,而你们城邦的文明火种就此断绝。因此你们如同新生婴孩,对远古时期本族与他族的伟大传统皆无所知。

108

[23β] τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρ’ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις.

108

[23β] 且将你们留在无文化教养的状态,致使你们如同新生般重新开始,对这里和你们本土古时的事物全然无知。

109

τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρ’ ὑμῖν ἅ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἵ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπ’ ἀνθρώπους ἐν τῇ χώρᾳ παρ’ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ῂ

109

梭伦啊,你方才所述关于你们城邦的谱系,与孩童的寓言相差无几——你们只记得一次洪水浩劫,却不知此前已发生多次;更未意识到在你们土地上曾诞生过最美好、最高贵的族群,如今你和整个

110

[23γ] πόλις ἔστιν τὰ νῦν”

110

[23γ] 城邦皆源于此。

111

[23c] πόλις ἔστιν τὰ νυ̂ν ὑμω̂ν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλ' ὑμα̂ς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτα̂ν ἀφώνους.

111

[23γ] 城邦现存的根基,实为远古残存的零星种子,而你们对此茫然不知,只因幸存者历经多代已沦为文盲。

112

ἠ̂ν γὰρ δή ποτε, ὠ̂ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νυ̂ν ̓Αθηναίων οὐ̂σα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως: ᾑ̂ κάλλιστα ἔργα καὶ πολιτει̂αι γενέσθαι λέγονται κάλλισται πασω̂ν ὁπόσων ὑπὸ

112

梭伦啊,在遭遇特大洪灾之前,现今的雅典城邦曾是战争艺术最卓越、政体最完善的典范——据说在苍穹之下所有城邦中,唯有此地成就了最辉煌的功业与最完美的政体。

113

[23d] τὸν οὐρανὸν ἡμει̂ς ἀκοὴν παρεδεξάμεθα.’ ἀκούσας οὐ̂ν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πα̂σαν προθυμίαν σχει̂ν δεόμενος τω̂ν ἱερέων πάντα δι' ἀκριβείας οἱ τὰ περὶ τω̂ν πάλαι πολιτω̂ν ἑξη̂ς διελθει̂ν.

113

[23d] 我们通过传闻得知这些事迹。」梭伦听闻后表示惊叹,恳请祭司详尽讲述古代公民的所有事迹。

114

τὸν οὐ̂ν ἱερέα φάναι: ‘φθόνος οὐδείς, ὠ̂ Σόλων, ἀλλὰ σου̂ τε ἕνεκα ἐρω̂ καὶ τη̂ς πόλεως ὑμω̂ν, μάλιστα δὲ τη̂ς θεου̂ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρ'

114

祭司回应道:「毫无保留,梭伦。既为你,也为你们的城邦,更因那位女神的缘故——她既是你们亦是此地的守护者,栽培者与教化者。你们的文明比她所孕育的此地文明早千年,承袭自盖娅与赫菲斯托斯的血脉;而此地的建制

115

[23e] ὑμι̂ν ἔτεσιν χιλίοις, ἐκ Γη̂ς τε καὶ ̔Ηφαίστου τὸ σπέρμα παραλαβου̂σα ὑμω̂ν, τήνδε δὲ ὑστέραν. τη̂ς δὲ ἐνθάδε διακοσμήσεως παρ' ἡμι̂ν ἐν τοι̂ς ἱεροι̂ς γράμμασιν ὀκτακισχιλίων ἐτω̂ν ἀριθμὸς γέγραπται. περὶ δὴ τω̂ν ἐνακισχίλια γεγονότων ἔτη πολιτω̂ν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τω̂ν ἔργων αὐτοι̂ς ὃ κάλλιστον ἐπράχθη: τὸ δ' ἀκριβὲς περὶ

115

[23e] 在我们的圣典中记载已有八千年历史。关于九千年前的城邦往事,我将简略为你阐述其律法体系与最辉煌的功业。具体细节容我

116

[24a] πάντων ἐφεξη̂ς εἰς αὐ̂θις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν.

116

[24a] 所有后续之事,待我们从容研读文献后自当依次详述。

117

τοὺς μὲν οὐ̂ν νόμους σκόπει πρὸς τοὺς τῃ̂δε: πολλὰ γὰρ παραδείγματα τω̂ν τότε παρ' ὑμι̂ν ὄντων ἐνθάδε νυ̂ν ἀνευρήσεις, πρω̂τον μὲν τὸ τω̂ν ἱερέων γένος ἀπὸ τω̂ν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ του̂το τὸ τω̂ν δημιουργω̂ν, ὅτι καθ' αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργει̂, τό τε τω̂ν νομέων καὶ τὸ τω̂ν θηρευτω̂ν τό τε

117

请细察此间律法与贵邦之异同:汝将在此发现诸多古时雅典制度的原型。首当其冲者,祭司类与其他阶层截然分离;次之匠作之民,各守其业不相混杂;牧者、猎者、

118

[24b] τω̂ν γεωργω̂ν. καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῃ̂δε ἀπὸ πάντων τω̂ν γενω̂ν κεχωρισμένον, οἱ̂ς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ του̂ νόμου προσετάχθη μέλειν:

118

[24b] 耕者亦各成其类。尤当注意者,武士类自此间诸族中脱颖而出,律法专命其以战事为务,余事不涉。

119

ἔτι δὲ ἡ τη̂ς ὁπλίσεως αὐτω̂ν σχέσις ἀσπίδων καὶ δοράτων, οἱ̂ς ἡμει̂ς πρω̂τοι τω̂ν περὶ τὴν ̓Ασίαν ὡπλίσμεθα, τη̂ς θεου̂ καθάπερ ἐν ἐκείνοις τοι̂ς τόποις παρ' ὑμι̂ν πρώτοις ἐνδειξαμένης.

119

再者,吾等率先于亚细亚诸族中装备盾矛之制,实乃女神启示于彼处,恰如最初授于贵邦。至于智慧之道——

120

τὸ δ' αὐ̂ περὶ τη̂ς φρονήσεως, ὁρᾳ̂ς που τὸν νόμον τῃ̂δε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατ' ἀρχὰς περί τε

120

汝当见此处律法肇始之际,如何悉心探究宇宙秩序,自神性领域推演至人间事务,囊括预言术与医术,更由此衍生诸多学问体系。

121

[24c] τὸν κόσμον, ἅπαντα μέχρι μαντικη̂ς καὶ ἰατρικη̂ς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος.

121

[24c] 女神遂以如此完备之体制先于他邦塑造汝等,择汝诞生之地盖因察其四季调和之气最宜培育哲人。既为尚武且

122

ταύτην οὐ̂ν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμα̂ς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾡ̂ γεγένησθε, τὴν εὐκρασίαν τω̂ν ὡρω̂ν ἐν αὐτῳ̂ κατιδου̂σα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι: ἅτε οὐ̂ν φιλοπόλεμός

122

[24d] 好智之神明,自当选与己气质相契之士。汝辈既秉此律法,治理之善更胜往昔,德性卓然超迈万民,诚乃诸神血脉与教泽所致。雅典城诸多伟业载于史册令人称奇,然最著者当属

123

[24d] τε καὶ φιλόσοφος ἡ θεὸς οὐ̂σα τὸν προσφερεστάτους αὐτῃ̂ μέλλοντα οἴσειν τόπον ἄνδρας, του̂τον ἐκλεξαμένη πρω̂τον κατῴκισεν.

123

124

ᾠκει̂τε δὴ οὐ̂ν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μα̂λλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῃ̂, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεω̂ν ὄντας. πολλὰ μὲν οὐ̂ν ὑμω̂ν καὶ μεγάλα ἔργα τη̂ς πόλεως τῃ̂δε γεγραμμένα θαυμάζεται, πάντων μὴν

124

曾以孤军阻遏横跨欧亚之强权,彼等自大西洋汹涌来袭之际。当是时,海峡尚可通行——

125

[24e] ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῃ̂: λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμω̂ν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πα̂σαν Εὐρώπην καὶ ̓Ασίαν, ἔξωθεν ὁρμηθει̂σαν ἐκ του̂ ̓Ατλαντικου̂ πελάγους.

125

[24e] 唯有一事在规模与德性上卓然超群:据载贵邦曾遏止那支自大西洋汹涌而来的强权势力,其时其军势正挟傲慢之势横扫欧罗巴与亚细亚全境。

126

τότε γὰρ πορεύσιμον ἠ̂ν τὸ ἐκει̂ πέλαγος: νη̂σον γὰρ πρὸ του̂ στόματος εἰ̂χεν ὃ καλει̂τε, ὥς φατε, ὑμει̂ς ̔Ηρακλέους στήλας, ἡ δὲ νη̂σος ἅμα Λιβύης ἠ̂ν καὶ ̓Ασίας μείζων, ἐξ ἡ̂ς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοι̂ς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τω̂ν νήσων

126

彼时该海域尚可通航:盖因海峡入口处有尔等所称赫拉克勒斯之柱,其岛屿幅员广袤,兼跨利比亚与亚细亚,由此可航渡至其他岛屿,自诸岛

127

[25a] ἐπὶ τὴν καταντικρὺ πα̂σαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκει̂νον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς του̂ στόματος οὑ̂ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν: ἐκει̂νο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γη̂ παντελω̂ς ἀληθω̂ς ὀρθότατ' ἂν λέγοιτο ἤπειρος.

127

[25a] 更可直抵对面真正大洋环绕之整片大陆。我等所谓海峡之内海域,实乃拥有狭窄入口之港湾;而彼处汪洋及其环抱之陆地,方堪称名副其实之大陆。

128

ἐν δὲ δὴ τῃ̂ ̓Ατλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατου̂σα μὲν ἁπάσης τη̂ς νήσου, πολλω̂ν δὲ ἄλλων νήσων καὶ μερω̂ν τη̂ς ἠπείρου: πρὸς δὲ τούτοις ἔτι τω̂ν ἐντὸς τῃ̂δε

128

亚特兰蒂斯岛曾兴起强大而令人惊叹的王权势力,统御全岛之余,更掌控诸多岛屿及大陆部分疆域。更有甚者,其势力范围

129

[25b] Λιβύης μὲν ἠ̂ρχον μέχρι πρὸς Αἴγυπτον, τη̂ς δὲ Εὐρώπης μέχρι Τυρρηνίας. αὕτη δὴ πα̂σα συναθροισθει̂σα εἰς ἓν ἡ δύναμις τόν τε παρ' ὑμι̂ν καὶ τὸν παρ' ἡμι̂ν καὶ τὸν ἐντὸς του̂ στόματος πάντα τόπον μιᾳ̂ ποτὲ ἐπεχείρησεν ὁρμῃ̂ δουλου̂σθαι.

129

[25b] 北抵第勒尼安海,南至埃及边陲。此等集权势力曾试图以雷霆之势将海峡内外诸邦尽数征服。

130

τότε οὐ̂ν ὑμω̂ν, ὠ̂ Σόλων, τη̂ς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῃ̂ τε καὶ ῥώμῃ ἐγένετο: πάντων γὰρ προστα̂σα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον,

130

彼时,梭伦啊,贵邦以卓越德性与刚勇之气彰显于世:盖因贵邦将士以骁勇精神与战阵韬略冠绝当世,

131

[25c] τὰ μὲν τω̂ν ̔Ελλήνων ἡγουμένη, τὰ δ' αὐτὴ μονωθει̂σα ἐξ ἀνάγκης τω̂ν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τω̂ν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθη̂ναι, τοὺς δ' ἄλλους, ὅσοι κατοικου̂μεν ἐντὸς ὅρων ̔Ηρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν.

131

[25c] 希腊诸邦的军队时而领导盟军,时而在其他盟军背弃后被迫孤军奋战,当它陷入极端危难之际,不仅击退来犯之敌树起胜利纪念碑,更阻止了尚未被奴役者的沦陷,将我们居住于赫拉克勒斯之柱内的所有民族尽数解放。

132

ὑστέρῳ δὲ χρόνῳ σεισμω̂ν ἐξαισίων καὶ κατακλυσμω̂ν γενομένων, μια̂ς

132

然而在随后的岁月里,可怖的地震与洪水接踵而至。就在某个

133

[25d] ἡμέρας καὶ νυκτὸς χαλεπη̂ς ἐπελθούσης, τό τε παρ' ὑμι̂ν μάχιμον πα̂ν ἁθρόον ἔδυ κατὰ γη̂ς, ἥ τε ̓Ατλαντὶς νη̂σος ὡσαύτως κατὰ τη̂ς θαλάττης δυ̂σα ἠφανίσθη: διὸ καὶ νυ̂ν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκει̂ πέλαγος, πηλου̂ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νη̂σος ἱζομένη παρέσχετο.” τὰ μὲν δὴ ῥηθέντα, ὠ̂ Σώκρατες, ὑπὸ του̂ παλαιου̂

133

[25d] 充满灾厄的昼夜交替间,你们那骁勇善战的军队全体沉入地下,亚特兰蒂斯岛同样沉入海底消失无踪。正因如此,如今那片海域既无法航行亦难以勘探——岛屿沉降时形成的浅滩淤泥成为了天然障碍。"这些记载,苏格拉底啊,

134

[25e] Κριτίου κατ' ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπει̂ν, ἀκήκοας: λέγοντος δὲ δὴ χθὲς σου̂ περὶ πολιτείας τε καὶ τω̂ν ἀνδρω̂ν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νυ̂ν λέγω, κατανοω̂ν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοπου̂ συνηνέχθης τὰ πολλὰ οἱ̂ς Σόλων εἰ̂πεν. οὐ μὴν

134

[25e] 皆是我从老克里提亚转述梭伦处听闻的概要。昨日当你论及城邦政体与所描述的公民时,我忆起现今所述之事,惊觉这些叙述与梭伦所言竟在诸多要点上惊人契合,实乃天意使然。不过

135

[26a] ἐβουλήθην παραχρη̂μα εἰπει̂ν: διὰ χρόνου γὰρ οὐχ ἱκανω̂ς ἐμεμνήμην. ἐνενόησα οὐ̂ν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρω̂τον ἱκανω̂ς πάντα ἀναλαβόντα λέγειν οὕτως.

135

[26a] 当时我并未立即言明:因时隔久远,记忆尚未充分复苏。 我意识到应当先将所有细节在脑海中重新整合,方能有条理地叙述。

136

ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοι̂ς τοιοι̂σδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοι̂ς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμα̂ς εὐπορήσειν. οὕτω δή, καθάπερ ὅδ' εἰ̂πεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν

136

故此昨日我迅速应承你的要求,深信在处理此类重大事务时,最关键的莫过于构建契合主题的论述框架——在这方面我们定能游刃有余。正如这位所言,昨日辞别后我立即

137

[26b] πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπω̂ν τη̂ς νυκτὸς ἀνέλαβον. ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημει̂ον. ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἰ̂δ' εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβει̂ν:

137

[26b] 我将这些记忆重新带回意识层面,归途中几乎彻夜审视。确实如谚语所言,孩童时期的学问具有某种奇特的印记。就我而言,昨日所闻之事,恐怕难以完整复述:

138

ταυ̂τα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ' ἂν εἴ τί με αὐτω̂ν διαπέφευγεν. ἠ̂ν μὲν οὐ̂ν μετὰ πολλη̂ς ἡδονη̂ς καὶ

138

然则这些久远前聆听的教诲,若尚存丝毫遗漏,定当令我惊异不已。彼时聆听之际,充盈着

139

[26c] παιδια̂ς τότε ἀκουόμενα, καὶ του̂ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτ' ἐμου̂ πολλάκις ἐπανερωτω̂ντος, ὥστε οἱ̂ον ἐγκαύματα ἀνεκπλύτου γραφη̂ς ἔμμονά μοι γέγονεν: καὶ δὴ καὶ τοι̂σδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταυ̂τα, ἵνα εὐποροι̂εν λόγων μετ' ἐμου̂.

139

[26c] 欢愉与谐趣,那位长者热忱施教,因我屡屡追问,犹如镌刻于不褪色卷轴般深印记忆。今晨即以此复述诸君,冀能与我共参详。此刻,苏格拉底啊,我已准备就绪,不仅提纲挈领,更将如当日聆听般逐一道来。至于您昨日以神话形式讲述的城邦与公民,今当移置

140

νυ̂ν οὐ̂ν, οὑ̂περ ἕνεκα πάντα ταυ̂τα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὠ̂ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλ' ὥσπερ ἤκουσα καθ' ἕκαστον: τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμι̂ν ὡς ἐν μύθῳ διῄεισθα σύ, νυ̂ν μετενεγκόντες

140

真相之境,断言此乃雅典原初形貌,所述公民实为吾辈先祖——正如祭司所言。如此设定必能浑然天成,因彼等确系远古存在。众人协心戮力,必能如您所嘱,尽善尽美地呈现。故请审视,苏格拉底啊,此论述是否合乎心意,

141

[26d] ἐπὶ τἀληθὲς δευ̂ρο θήσομεν ὡς ἐκείνην τήνδε οὐ̂σαν, καὶ τοὺς πολίτας οὓς διενοου̂ φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς εἰ̂ναι προγόνους ἡμω̂ν, οὓς ἔλεγεν ὁ ἱερεύς. πάντως ἁρμόσουσι καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἰ̂ναι τοὺς ἐν τῳ̂ τότε ὄντας χρόνῳ.

141

[26d] 抑或需另寻他途。

142

κοινῃ̂ δὲ διαλαμβάνοντες ἅπαντες πειρασόμεθα τὸ πρέπον εἰς δύναμιν οἱ̂ς ἐπέταξας ἀποδου̂ναι. σκοπει̂ν οὐ̂ν δὴ χρή, ὠ̂ Σώκρατες, εἰ κατὰ νου̂ν ὁ λόγος ἡμι̂ν

142

苏格拉底

143

[26e] οὑ̂τος, ἤ τινα ἔτ' ἄλλον ἀντ' αὐτου̂ ζητητέον.

143

[26e] 克里提亚啊,尚有何论述能取代此篇?其既契应今日祭祀雅典娜之仪典,更因非虚构神话而堪称至真至大之理性论述。舍此何求?别无选择。愿吉运相随:请诸君开讲,吾当敛昨日之辞令,今作静聆。

144

Σωκράτης

144

克里提亚

145

καὶ τίν' ἄν, ὠ̂ Κριτία, μα̂λλον ἀντὶ τούτου μεταλάβοιμεν, ὃς τῃ̂ τε παρούσῃ τη̂ς θεου̂ θυσίᾳ διὰ τὴν οἰκειότητ' ἂν πρέποι μάλιστα, τό τε μὴ πλασθέντα μυ̂θον ἀλλ' ἀληθινὸν λόγον εἰ̂ναι πάμμεγά που. πω̂ς γὰρ καὶ πόθεν ἄλλους ἀνευρήσομεν ἀφέμενοι τούτων; οὐκ ἔστιν, ἀλλ' ἀγαθῃ̂ τύχῃ χρὴ λέγειν μὲν ὑμα̂ς, ἐμὲ δὲ ἀντὶ τω̂ν χθὲς λόγων νυ̂ν


[27a] ἡσυχίαν ἄγοντα ἀντακούειν.


Κριτίας

145

[27a] 静候诸位宏论。

146

σκόπει δὴ τὴν τω̂ν ξενίων σοι διάθεσιν, ὠ̂ Σώκρατες, ᾑ̂ διέθεμεν.

146

苏格拉底啊,请审察我们为您准备的款待之仪。

147

ἔδοξεν γὰρ ἡμι̂ν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμω̂ν καὶ περὶ φύσεως του̂ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρω̂τον λέγειν ἀρχόμενον ἀπὸ τη̂ς του̂ κόσμου γενέσεως, τελευτα̂ν δὲ εἰς ἀνθρώπων φύσιν: ἐμὲ δὲ μετὰ του̂τον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῳ̂ λόγῳ γεγονότας, παρὰ σου̂ δὲ πεπαιδευμένους διαφερόντως

147

吾等决议:蒂迈欧既精于天文,对宇宙本性之探究最为专精,当自世界生成始论,终至人类本性;吾辈承其所述人类起源之论后,当以雅典先民——即圣文字所言湮没于世的古雅典人——为原型,依照梭伦之法令与遗训,将经阁下精心教化之民众塑造为城邦公民,进而展开关于公民与雅典人的后续论述。

148

[27b] αὐτω̂ν τινας, κατὰ δὲ τὸν Σόλωνος λόγον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμα̂ς ποιη̂σαι πολίτας τη̂ς πόλεως τη̂σδε ὡς ὄντας τοὺς τότε ̓Αθηναίους, οὓς ἐμήνυσεν ἀφανει̂ς ὄντας ἡ τω̂ν ἱερω̂ν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτω̂ν καὶ ̓Αθηναίων ὄντων ἤδη ποιει̂σθαι τοὺς λόγους.

148

[27b]

149

Σωκράτης

149

苏格拉底

150

τελέως τε καὶ λαμπρω̂ς ἔοικα ἀνταπολήψεσθαι τὴν τω̂ν λόγων ἑστίασιν. σὸν οὐ̂ν ἔργον λέγειν ἄν, ὠ̂ Τίμαιε, τὸ μετὰ του̂το, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεούς.

150

此般理性之飨宴,可谓完满璀璨。蒂迈欧啊,依照礼法,此刻该由汝召请诸神,续启后论。

151

[27c] Τίμαιος

151

[27c] 蒂迈欧

152

ἀλλ', ὠ̂ Σώκρατες, του̂τό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῃ̂ καὶ σμικρου̂ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλου̂σιν: ἡμα̂ς δὲ τοὺς περὶ του̂ παντὸς λόγους ποιει̂σθαί πῃ μέλλοντας, ᾑ̂ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νου̂ν ἐκείνοις μὲν μάλιστα, ἑπομένως

152

苏格拉底啊,凡稍具清明心智者,无论行大小事,必先吁请神明。今吾辈既欲探讨宇宙生成之理——无论其有始或无始——若欲免于乖谬,当虔心吁告诸神,祈愿所言首合神意,次契吾智。

153

[27d] δὲ ἡμι̂ν εἰπει̂ν. καὶ τὰ μὲν περὶ θεω̂ν ταύτῃ παρακεκλήσθω: τὸ δ' ἡμέτερον παρακλητέον, ᾑ̂ ῥᾳ̂στ' ἂν ὑμει̂ς μὲν μάθοιτε, ἐγὼ δὲ ᾑ̂ διανοου̂μαι μάλιστ' ἂν περὶ τω̂ν προκειμένων ἐνδειξαίμην. ἔστιν οὐ̂ν δὴ κατ' ἐμὴν δόξαν πρω̂τον διαιρετέον τάδε: τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν

153

[27d] 既已吁请诸神,当转陈己见。依余之见,首当辨明二者:何为恒存无始之实在,何为生成变化之现象。凡论及受造者,当以永恒范式为依归;若以生成之事物为范式,则必失其美善。今所谓"宇宙"者——或名以"大千"或其他至当之称谓——首当究其根本:究竟亘古永存而无始源,抑或有其肇始之端?

154

[27d] δὲ ἡμι̂ν εἰπει̂ν. καὶ τὰ μὲν περὶ θεω̂ν ταύτῃ παρακεκλήσθω: τὸ δ' ἡμέτερον παρακλητέον, ᾑ̂ ῥᾳ̂στ' ἂν ὑμει̂ς μὲν μάθοιτε, ἐγὼ δὲ ᾑ̂ διανοου̂μαι μάλιστ' ἂν περὶ τω̂ν προκειμένων ἐνδειξαίμην. ἔστιν οὐ̂ν δὴ κατ' ἐμὴν δόξαν πρω̂τον διαιρετέον τάδε: τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν

154

[27d] 我等当追随神意。关于诸神的祈求暂且至此。此刻应当祈求的,是让我们以最易理解的方式阐明议题。依吾见,首当区分二者:何者为恒存无始之实在,何者为生成变化之现象。

155

[28b] οὕτως ἀποτελει̂σθαι πα̂ν: οὑ̂ δ' ἂν εἰς γεγονός, γεννητῳ̂ παραδείγματι προσχρώμενος, οὐ καλόν.

155

[28b] 如此方能完善全体。若以生成性原型为参照构建生成之物,则非美事。

156

ὁ δὴ πα̂ς οὐρανὸς --ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστ' ἂν δέχοιτο, του̂θ' ἡμι̂ν ὠνομάσθω--σκεπτέον δ' οὐ̂ν περὶ αὐτου̂ πρω̂τον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῃ̂ δει̂ν σκοπει̂ν, πότερον ἠ̂ν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχη̂ς τινος ἀρξάμενος.

156

这个被称作天穹、宇宙或任何最贴切名称的整体——我们必须首先考察其根本性质,正如任何研究的首要之务:它是永恒存在而无始源,还是肇始于某个起点?

157

γέγονεν: ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σω̂μα ἔχων, πάντα δὲ τὰ τοιαυ̂τα αἰσθητά, τὰ

157

显然是生成的:因其可见可触具形体,凡此种种皆为可感知者。可感知者必依附感官形成意见,既属生成则必有其成因。

158

[28c] δ' αἰσθητά, δόξῃ περιληπτὰ μετ' αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. τῳ̂ δ' αὐ̂ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἰ̂ναι γενέσθαι. τὸν μὲν οὐ̂ν ποιητὴν καὶ πατέρα του̂δε του̂ παντὸς εὑρει̂ν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν: τόδε δ' οὐ̂ν πάλιν ἐπισκεπτέον περὶ αὐτου̂, πρὸς πότερον τω̂ν παραδειγμάτων ὁ τεκταινόμενος αὐτὸν

158

[28c] 然则探寻这位宇宙创造者与父亲,既属难事,阐明于众更不可能。故当转换视角,考察造物主究竟依据何种原型——是永恒不变之范式,抑或生成变化之摹本?

159

[29a] ἀπηργάζετο, πότερον πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός. εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δη̂λον ὡς πρὸς τὸ ἀίδιον ἔβλεπεν: εἰ δὲ ὃ μηδ' εἰπει̂ν τινι θέμις, πρὸς γεγονός.

159

[29a] 若此宇宙至善至美,而造物主至仁至智,则显然取法永恒;若非如此(此说实难启齿),则取法生成。

160

παντὶ δὴ σαφὲς ὅτι πρὸς τὸ ἀίδιον: ὁ μὲν γὰρ κάλλιστος τω̂ν γεγονότων, ὁ δ' ἄριστος τω̂ν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται:

160

世人皆知必取法永恒:因宇宙乃生成物中最美者,造物主乃原因中最善者。是以宇宙乃依据理性与智慧可把握、永恒不变之范式所造:

161

[29b] τούτων δὲ ὑπαρχόντων αὐ̂ πα̂σα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἰ̂ναι. μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν. ὡ̂δε οὐ̂ν περί τε εἰκόνος καὶ περὶ του̂ παραδείγματος αὐτη̂ς διοριστέον, ὡς ἄρα τοὺς λόγους, ὡ̂νπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτω̂ν καὶ συγγενει̂ς ὄντας:

161

[29b] 既然这些前提成立,那么整个宇宙必然成为某种影像。根据自然法则,最根本的起点应当如此确立。关于影像与其原型的关系,我们必须作出如下区分:正如阐释者所运用的论证,必须与其阐释对象保持同源关系。

162

του̂ μὲν οὐ̂ν μονίμου καὶ βεβαίου καὶ μετὰ νου̂ καταφανου̂ς μονίμους καὶ ἀμεταπτώτους--καθ' ὅσον οἱ̂όν τε καὶ ἀνελέγκτοις προσήκει λόγοις εἰ̂ναι καὶ ἀνικήτοις, τούτου δει̂

162

对于那些稳固、持久且能被理性清晰把握的事物,其论证应当保持恒常不变——在允许范围内达到不可辩驳、无懈可击的完满状态——而对于那些作为原型之摹本、具有影像性质的事物,其论证则应当符合比例原则:正如生成世界与实在本质的关系,信念与真理之间亦存在对应。

163

[29c] μηδὲν ἐλλείπειν--τοὺς δὲ του̂ πρὸς μὲν ἐκει̂νο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας ἀνὰ λόγον τε ἐκείνων ὄντας: ὅτιπερ πρὸς γένεσιν οὐσία, του̂το πρὸς πίστιν ἀλήθεια.

163

[29c] 因此,苏格拉底啊,若我们在探讨诸神与宇宙生成等问题时,无法给出完全自洽且精确的论证,也无需惊异。只要我们能提出与论题相称的近似阐释,便应感到满足。须知作为言说者的我,与作为评判者的你们,都只是具有有限人性认知的存有——

164

ἐὰν οὐ̂ν, ὠ̂ Σώκρατες, πολλὰ πολλω̂ν πέρι, θεω̂ν καὶ τη̂ς του̂ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντῃ πάντως αὐτοὺς ἑαυτοι̂ς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδου̂ναι, μὴ θαυμάσῃς: ἀλλ' ἐὰν ἄρα μηδενὸς ἡ̂ττον παρεχώμεθα εἰκότας, ἀγαπα̂ν χρή, μεμνημένους ὡς ὁ λέγων ἐγὼ

164

对于这些超越性的论题,接受合宜的寓言式阐释已是恰如其分,不必再作苛求。

165

[29d] ὑμει̂ς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μυ̂θον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητει̂ν.


Σωκράτης

165

[29d] 苏格拉底

166

ἄριστα, ὠ̂ Τίμαιε, παντάπασί τε ὡς κελεύεις ἀποδεκτέον: τὸ μὲν οὐ̂ν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον ἡμι̂ν ἐφεξη̂ς πέραινε.

166

极是,蒂迈欧啊,我们理当全然接受你的建议。你所作的序言令人叹服,现在请继续展开你的正式论述吧。

167

Τίμαιος

167

蒂迈欧

168

λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πα̂ν

168

让我们探究造物主构造生成与整个宇宙的动因。因其本质至善,而善者从无妒忌之心——正因超然于此种局限,他愿使万物尽可能肖似自身。这才是创生与宇宙秩序最根本的初始原理。

169

[29e] τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἠ̂ν, ἀγαθῳ̂+ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος: τούτου δ' ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῳ̂. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ' ἄν τις ἀρχὴν κυριωτάτην

169

[29e] 这原理可被视作创世最权威的根源:至善者欲使万物分有其至善本性,故将原本无序运动的可见物质纳入理性秩序。他判定秩序必然优于混乱,因为完美造物主只可能创造至美之物——

170

[30a] παρ' ἀνδρω̂ν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτ' ἄν.

170

[30a] 从智者那里接受最为正确的观点。

171

βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαυ̂ρον δὲ μηδὲν εἰ̂ναι κατὰ δύναμιν, οὕτω δὴ πα̂ν ὅσον ἠ̂ν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελω̂ς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τη̂ς ἀταξίας, ἡγησάμενος ἐκει̂νο τούτου πάντως ἄμεινον.

171

当神愿意使万物皆为善,且尽其所能不存瑕疵时,他接收了所有可见之物——这些存在并非静止,而是处于无序而混乱的运动之中——将其从混沌引入秩序。他认为秩序必然优于无序。

172

θέμις δ' οὔτ' ἠ̂ν οὔτ' ἔστιν τῳ̂ ἀρίστῳ δρα̂ν ἄλλο πλὴν τὸ κάλλιστον:

172

最完美者除创造至美之物外,既无权利亦无可能行他事:

173

[30b] λογισάμενος οὐ̂ν ηὕρισκεν ἐκ τω̂ν κατὰ φύσιν ὁρατω̂ν οὐδὲν ἀνόητον του̂ νου̂ν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νου̂ν δ' αὐ̂ χωρὶς ψυχη̂ς ἀδύνατον παραγενέσθαι τῳ.

173

[30b] 经深思熟虑,他发现就自然可见之物而言,具有理智的生命体整体必将成为比无理智者更完美的造物;而理智若脱离灵魂则绝无可能存在于任何事物之中。

174

διὰ δὴ τὸν λογισμὸν τόνδε νου̂ν μὲν ἐν ψυχῃ̂, ψυχὴν δ' ἐν σώματι συνιστὰς τὸ πα̂ν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος. οὕτως οὐ̂ν δὴ κατὰ λόγον τὸν εἰκότα δει̂ λέγειν τόνδε τὸν κόσμον ζῳ̂ον ἔμψυχον ἔννουν τε τῃ̂ ἀληθείᾳ διὰ τὴν του̂ θεου̂

174

基于此理,他将理智寓于灵魂,灵魂寓于躯体,精心构造了宇宙整体,以求凭借自然法则成就至美至善的杰作。由此我们当合乎理性地宣称:这个宇宙因神的眷顾,已然成为真实意义上具有灵魂与理智的生命体。

175

[30c] γενέσθαι πρόνοιαν. τούτου δ' ὑπάρχοντος αὐ̂ τὰ τούτοις ἐφεξη̂ς ἡμι̂ν λεκτέον, τίνι τω̂ν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν.

175

[30c] 既明此理,我等须接续论述:造物主究竟按何种生命体的样态塑造了宇宙。

176

τω̂ν μὲν οὐ̂ν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν --ἀτελει̂ γὰρ ἐοικὸς οὐδέν ποτ' ἂν γένοιτο καλόν--οὑ̂ δ' ἔστιν τἀ̂λλα ζῳ̂α καθ' ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἰ̂ναι τιθω̂μεν.

176

我们不应将其比作任何残缺的物种——因残缺者永不可能成就完美——而应视其最接近于那包含所有物种及类别原型的唯一生命体。

177

τὰ γὰρ δὴ νοητὰ ζῳ̂α πάντα ἐκει̂νο ἐν ἑαυτῳ̂ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ

177

正如我们这个可见世界包容着所有可见生灵,神所创造的宇宙原型自身便统摄着所有可理知生命体。因神欲使这唯一可见的宇宙

178

[30d] κόσμος ἡμα̂ς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά. τῳ̂ γὰρ τω̂ν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιω̂σαι βουληθεὶς ζῳ̂ον ἓν ὁρατόν, πάνθ' ὅσα

178

[30d] 尽可能肖似于最完美且全备的可理知生命体,他遂将

179

[31a] αὐτου̂ κατὰ φύσιν συγγενη̂ ζῳ̂α ἐντὸς ἔχον ἑαυτου̂, συνέστησε. πότερον οὐ̂ν ὀρθω̂ς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἠ̂ν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται.


τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῳ̂α μεθ' ἑτέρου δεύτερον οὐκ ἄν ποτ' εἴη: πάλιν γὰρ ἂν ἕτερον εἰ̂ναι τὸ περὶ ἐκείνω δέοι ζῳ̂ον, οὑ̂ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν ἀλλ' ἐκείνῳ τῳ̂ περιέχοντι τόδ' ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον. ἵνα

179

[31a] 其自身本性中蕴含同源生物,构造于己身之内。既然如此,我们称其为唯一之天体是否恰当?抑或言说其为无数天体方为确切?若其乃依原型而造,则当谓之唯一。盖那包容所有可理知生命体者,断不可与第二者并存——否则必存第三生命体环绕二者,此第三体将成为前二者之组成部分,此时所谓相似者已非原初二者,而指向此包容者。为使

180

[31b] οὐ̂ν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾐ̂ τῳ̂ παντελει̂ ζῴῳ, διὰ ταυ̂τα οὔτε δύο οὔτ' ἀπείρους ἐποίησεν ὁ ποιω̂ν κόσμους, ἀλλ' εἱ̂ς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστιν καὶ ἔτ' ἔσται. σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δει̂ τὸ γενόμενον εἰ̂ναι, χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεου̂, στερεὸν δὲ οὐκ ἄνευ γη̂ς: ὅθεν ἐκ πυρὸς καὶ γη̂ς τὸ του̂ παντὸς ἀρχόμενος συνιστάναι σω̂μα ὁ θεὸς ἐποίει. δύο δὲ μόνω καλω̂ς συνίστασθαι τρίτου χωρὶς

180

[31b] 此造物独居其类而肖似全备生命体,造物主遂未创二重或无限世界,独此唯一生成之天体既成且永存。受造之体必具形质、可见且可触,离火则无可视之物,无坚实之体则无可触者,而坚实性必依土而存。故神以火与土为基,始构宇宙之体。然二者相合必待第三中介——

181

[31c] οὐ δυνατόν: δεσμὸν γὰρ ἐν μέσῳ δει̂ τινα ἀμφοι̂ν συναγωγὸν γίγνεσθαι. δεσμω̂ν δὲ κάλλιστος ὃς ἂν αὑτὸν καὶ τὰ συνδούμενα ὅτι μάλιστα ἓν ποιῃ̂, του̂το δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελει̂ν. ὁπόταν γὰρ ἀριθμω̂ν τριω̂ν εἴτε ὄγκων

181

[31c] 盖两物之间须有联结为中介。至善之联结乃能使自身与所系之物最大程度合而为一者,此效莫善于比例所成。凡三数之中项,不论其为数值、体量抑或力量,当前项与中项之比等同中项与末项之比,复又末项与中项之比等同中项与前项之比,则中项即兼为始末,

182

[32a] εἴτε δυνάμεων ὡντινωνου̂ν ᾐ̂ τὸ μέσον, ὅτιπερ τὸ πρω̂τον πρὸς αὐτό, του̂το αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὐ̂θις, ὅτι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρω̂τον, τότε τὸ μέσον μὲν πρω̂τον καὶ ἔσχατον γιγνόμενον, τὸ δ' ἔσχατον καὶ τὸ πρω̂τον αὐ̂ μέσα ἀμφότερα, πάνθ' οὕτως ἐξ ἀνάγκης τὰ αὐτὰ εἰ̂ναι συμβήσεται, τὰ αὐτὰ δὲ γενόμενα ἀλλήλοις ἓν πάντα ἔσται.


εἰ μὲν οὐ̂ν ἐπίπεδον μέν, βάθος δὲ μηδὲν ἔχον ἔδει γίγνεσθαι τὸ του̂ παντὸς σω̂μα, μία μεσότης ἂν ἐξήρκει

182

[32a] 末项与前项皆成中项,诸物必因必然律而同质,既同则浑然一体。若宇宙之体只需平面而无厚度,单一中项足矣

183

[32b] τά τε μεθ' αὑτη̂ς συνδει̂ν καὶ ἑαυτήν, νυ̂ν δὲ στερεοειδη̂ γὰρ αὐτὸν προση̂κεν εἰ̂ναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσιν: οὕτω δὴ πυρός τε καὶ γη̂ς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θείς, καὶ πρὸς ἄλληλα καθ' ὅσον ἠ̂ν δυνατὸν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅτιπερ πυ̂ρ πρὸς ἀέρα, του̂το ἀέρα πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, ὕδωρ πρὸς γη̂ν, συνέδησεν καὶ συνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν.

183

[32b] 以及其后元素彼此联结,并与其自身结合。然既为立体形态,则单一中介从未足以联结,唯需双重中介:故神于火元素与土元素之间置水与气,依循比例原则——火与气之比等同气与水之比,气与水之比等同水与土之比——将这些元素调和联结,由此构造出可见可触的天体。

184

καὶ διὰ ταυ̂τα ἔκ τε δὴ τούτων τοιούτων

184

基于此等元素之特质与数目,

185

[32c] καὶ τὸν ἀριθμὸν τεττάρων τὸ του̂ κόσμου σω̂μα ἐγεννήθη δι' ἀναλογίας ὁμολογη̂σαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῳ̂ συνελθὸν ἄλυτον ὑπό του ἄλλου πλὴν ὑπὸ του̂ συνδήσαντος γενέσθαι.

185

[32c] 宇宙之躯体通过四元素的等比配列得以生成,由此获得内在的亲缘纽带。此般联结浑然一体,除造物主外无物能解。

186

τω̂ν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ του̂ κόσμου σύστασις. ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γη̂ς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς, [32d] πρω̂τον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῳ̂ον τέλεον ἐκ τελέων

186

宇宙构成已尽取四大元素之全体。造物者熔炼全部火元素、水元素、气元素与土元素,未遗余质亦未存余能,怀此思虑:[32d] 其一,为使宇宙作为最完满的生命体,由最完满之部分构成;

187

[33a] τω̂ν μερω̂ν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὡ̂ν ἄλλο τοιου̂τον γένοιτ' ἄν, ἔτι δὲ ἵν' ἀγήρων καὶ ἄνοσον ᾐ̂, κατανοω̂ν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ' ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους γη̂ράς τε ἐπάγοντα φθίνειν ποιει̂.

187

[33a] 其二,为使其独一不二,因无剩余质料可再造同类;其三,为使其免于衰老与病痛。造物者深知,复合之躯若受外界强力——如寒热等极端力量不当侵袭——必致解构,引发疾病与朽坏。

188

διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἕνα ὅλον ὅλων ἐξ ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον

188

基于此理,造物者以全备之元素熔铸此独一至全者,令其永葆青春、不染沉疴。

189

[33b] αὐτὸν ἐτεκτήνατο. σχη̂μα δὲ ἔδωκεν αὐτῳ̂ τὸ πρέπον καὶ τὸ συγγενές. τῳ̂ δὲ τὰ πάντα ἐν αὑτῳ̂ ζῳ̂α περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχη̂μα τὸ περιειληφὸς ἐν αὑτῳ̂ πάντα ὁπόσα σχήματα:

189

[33b] 造物主赋予它最相宜且同源的外形。对于这个将要包罗万象的生命体而言,最合适的形态莫过于能容纳所有可能形态的形体。

190

διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνεύσατο, πάντων τελεώτατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῳ̂ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου. λει̂ον δὲ δὴ κύκλῳ

190

因此祂将世界塑造为完美的球体,从中心到边缘处处等距,圆周浑然天成,这乃是所有形态中最完善且最自洽的,认定统一性远胜于驳杂。其表面

191

[33c] πα̂ν ἔξωθεν αὐτὸ ἀπηκριβου̂το πολλω̂ν χάριν. ὀμμάτων τε γὰρ ἐπεδει̂το οὐδέν, ὁρατὸν γὰρ οὐδὲν ὑπελείπετο ἔξωθεν, οὐδ' ἀκοη̂ς, οὐδὲ γὰρ ἀκουστόν:

191

[33c] 各处都经过精心打磨,原因诸多。无需眼睛——因外部无物可观;不需耳朵——因外界无声可闻;

192

πνευ̂μά τε οὐκ ἠ̂ν περιεστὸς δεόμενον ἀναπνοη̂ς, οὐδ' αὐ̂ τινος ἐπιδεὲς ἠ̂ν ὀργάνου σχει̂ν ᾡ̂ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν.

192

亦无需呼吸器官——周围并无大气环绕,更不需要任何摄入养料的工具:既不需要接收营养,亦无须排出代谢之物。

193

ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄειν αὐτῳ̂ ποθεν--οὐδὲ γὰρ ἠ̂ν--αὐτὸ γὰρ ἑαυτῳ̂ τροφὴν τὴν ἑαυτου̂ φθίσιν παρέχον καὶ πάντα ἐν ἑαυτῳ̂ καὶ ὑφ'

193

因其既不向外释放亦不从外界吸纳——这本就不可能——它通过自身技艺运作,以自体代谢为滋养,所有活动皆在内部完成,

194

[33d] ἑαυτου̂ πάσχον καὶ δρω̂ν ἐκ τέχνης γέγονεν: ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μα̂λλον ἢ προσδεὲς ἄλλων. χειρω̂ν δέ, αἱ̂ς οὔτε λαβει̂ν οὔτε αὐ̂ τινα ἀμύνασθαι χρεία τις ἠ̂ν, μάτην οὐκ ᾤετο δει̂ν αὐτῳ̂ προσάπτειν, οὐδὲ ποδω̂ν οὐδὲ ὅλως τη̂ς περὶ τὴν βάσιν

194

[33d] 受自身规律支配。创造者判定自给自足的状态远胜于依赖外物。至于手掌——既无攫取之需亦无防御之必要——祂认为无须徒然赋予;

195

[34a] ὑπηρεσίας. κίνησιν γὰρ ἀπένειμεν αὐτῳ̂ τὴν του̂ σώματος οἰκείαν, τω̂ν ἑπτὰ τὴν περὶ νου̂ν καὶ φρόνησιν μάλιστα οὐ̂σαν: διὸ δὴ κατὰ ταὐτὰ ἐν τῳ̂ αὐτῳ̂ καὶ ἐν ἑαυτῳ̂ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινει̂σθαι στρεφόμενον, τὰς δὲ ἓξ ἁπάσας κινήσεις ἀφει̂λεν καὶ ἀπλανὲς ἀπηργάσατο ἐκείνων.

195

[34a] 同样无需下肢或任何支撑结构。造物主赋予它最适合形体的运动方式——七种运动中与心智和智慧最契合者:令其持续进行圆周自转,同时摒除其他六种运动,使其轨迹恒常不变。

196

ἐπὶ δὲ τὴν περίοδον ταύτην ἅτ' οὐδὲν ποδω̂ν δέον ἀσκελὲς καὶ ἄπουν αὐτὸ ἐγέννησεν. οὑ̂τος δὴ πα̂ς ὄντος ἀεὶ λογισμὸς θεου̂ περὶ τὸν ποτὲ

196

这般无足的设计正因圆周运动无需肢体支撑。这完整的设计彰显了神明永恒的睿智——

197

[34b] ἐσόμενον θεὸν λογισθεὶς λει̂ον καὶ ὁμαλὸν πανταχῃ̂ τε ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλεον ἐκ τελέων σωμάτων σω̂μα ἐποίησεν:

197

[34b] 考虑到即将成为神明的存在,他将这具躯体塑造得浑圆平滑,各处从中点等距延伸,以完整圆满的形体构造出由完美元素组成的完美之躯。

198

ψυχὴν δὲ εἰς τὸ μέσον αὐτου̂ θεὶς διὰ παντός τε ἔτεινεν καὶ ἔτι ἔξωθεν τὸ σω̂μα αὐτῃ̂ περιεκάλυψεν, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν, δι' ἀρετὴν δὲ αὐτὸν αὑτῳ̂ δυνάμενον συγγίγνεσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανω̂ς αὐτὸν αὑτῳ̂. διὰ πάντα δὴ ταυ̂τα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο. τὴν δὲ δὴ ψυχὴν οὐχ ὡς νυ̂ν ὑστέραν ἐπιχειρου̂μεν λέγειν,

198

将灵魂置于其核心后,他使灵魂贯穿整个形体并将其包裹于外,造就了这唯一自足运转的天体之环。因其具备自我联结的德性而无需外求,能充分实现自我认知与自我亲和。基于所有这些特质,造物主将其塑造成一位幸福的神明。我们此刻试图阐释的灵魂并非如常人所想般居于次要,

199

[34c] οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν--οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν--ἀλλά πως ἡμει̂ς πολὺ μετέχοντες του̂ προστυχόντος τε καὶ εἰκῃ̂ ταύτῃ πῃ καὶ λέγομεν, ὁ δὲ καὶ γενέσει καὶ ἀρετῃ̂ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου

199

[34c] 实则神明将灵魂塑造得更具青春活力——他绝不容许年长者受制于年少者。我们凡人惯于随性而言,常陷入偶然与混沌的迷思,然则造物主依据本质与德性之序,令灵魂在生成与尊荣上皆先于躯体,使其成为躯体的主宰与统治者。

200

[35a] συνεστήσατο ἐκ τω̂νδέ τε καὶ τοιῳ̂δε τρόπῳ.

200

[35a] 他通过如下方式将灵魂构造成分:

201

τη̂ς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τη̂ς αὐ̂ περὶ τὰ σώματα γιγνομένης μεριστη̂ς τρίτον ἐξ ἀμφοι̂ν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἰ̂δος, τη̂ς τε ταὐτου̂ φύσεως [αὐ̂ πέρι] καὶ τη̂ς του̂ ἑτέρου, καὶ κατὰ ταὐτὰ συνέστησεν ἐν μέσῳ του̂ τε ἀμερου̂ς αὐτω̂ν καὶ του̂ κατὰ τὰ σώματα μεριστου̂: καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμεικτον οὐ̂σαν εἰς ταὐτὸν συναρμόττων βίᾳ.

201

取不可分割且恒常不变之本质,与可分且流转于形体之本质,将二者融合为第三种中间形态的本质。此本质既包含同者之性,亦蕴含异者之质,在不可分与可分之间达成完美平衡。他将这三者熔铸为单一理念形态,迫使异者之性——本难相融——与同者达成和谐。

202

[35b] μειγνὺς δὲ μετὰ τη̂ς οὐσίας καὶ ἐκ τριω̂ν ποιησάμενος ἕν, πάλιν ὅλον του̂το μοίρας ὅσας προση̂κεν διένειμεν, ἑκάστην δὲ ἔκ τε ταὐτου̂ καὶ θατέρου καὶ τη̂ς οὐσίας μεμειγμένην.

202

[35b] 将三者混融为整体后,他按恰当比例将其分割为若干部分。每一部分皆由同者、异者与本质混合而成。

203

ἤρχετο δὲ διαιρει̂ν ὡ̂δε. μίαν ἀφει̂λεν τὸ πρω̂τον ἀπὸ παντὸς μοι̂ραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δ' αὐ̂ τρίτην ἡμιολίαν μὲν τη̂ς δευτέρας, τριπλασίαν δὲ τη̂ς πρώτης, τετάρτην δὲ τη̂ς δευτέρας διπλη̂ν, πέμπτην δὲ τριπλη̂ν τη̂ς

203

分割过程如是展开:首先从全体取一份,次取双倍于前者,第三份取前一份的一又二分之一即首份的三倍,第四份为次份之双倍,第五份为

204

[35c] τρίτης, τὴν δ' ἕκτην τη̂ς πρώτης ὀκταπλασίαν, ἑβδόμην δ' ἑπτακαιεικοσιπλασίαν τη̂ς πρώτης: μετὰ δὲ ταυ̂τα συνεπληρου̂το

204

[35c] 第三份,第六份是首份的八倍,第七份则是首份的四十九倍。随后他继续

205

[36a] τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκει̂θεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἰ̂ναι μεσότητας, τὴν μὲν ταὐτῳ̂ μέρει τω̂ν ἄκρων αὐτω̂ν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατ' ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπερεχομένην.

205

[36a] 填充双倍与三倍的间距,从中截取若干命运份额置于其间,使得每个音程内存在两项中项:其一以相同比例超越首项又被末项超越,其二则以等差超越首项且被末项等差超越。当半音程、四音程与全音程通过这些纽带在前述音程中形成时,

206

ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τω̂ν δεσμω̂ν ἐν ται̂ς πρόσθεν διαστάσεσιν,

206

全音程间距的引入使得所有四音程得以完满,唯余微小间隙——此间隙所呈比例以数理言之,即是二百五十六与二百四十三之比。

207

[36b] τῳ̂ του̂ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληρου̂το, λείπων αὐτω̂ν ἑκάστου μόριον, τη̂ς του̂ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμου̂ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια. καὶ δὴ καὶ τὸ μειχθέν, ἐξ οὑ̂ ταυ̂τα κατέτεμνεν, οὕτως ἤδη πα̂ν κατανηλώκει.

207

[36b] 至此,用以分割的混合基质已全然耗尽。他将这整体构造沿纵向剖为两半,使其中部相交如掌相合,再将其弯折为环状,令两半在交汇处彼此连结,并以同者之恒定运动统摄二者。

208

ταύτην οὐ̂ν τὴν σύστασιν πα̂σαν διπλη̂ν κατὰ μη̂κος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἱ̂ον χει̂ προσβαλὼν κατέκαμψεν

208

外环他命名为同者本性之运行,内环则为异者本性之运行。同者之环循右向水平运转,异者之环沿对角线左向运转,而赋予同者以主导权。

209

[36c] εἰς ἓν κύκλῳ, συνάψας αὑται̂ς τε καὶ ἀλλήλαις ἐν τῳ̂ καταντικρὺ τη̂ς προσβολη̂ς, καὶ τῃ̂ κατὰ ταὐτὰ ἐν ταὐτῳ̂ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβεν, καὶ τὸν μὲν ἔξω, τὸν δ' ἐντὸς ἐποιει̂το τω̂ν κύκλων.


τὴν μὲν οὐ̂ν ἔξω φορὰν ἐπεφήμισεν εἰ̂ναι τη̂ς ταὐτου̂ φύσεως, τὴν δ' ἐντὸς τη̂ς θατέρου. τὴν μὲν δὴ ταὐτου̂ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγεν, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ' ἀριστερά, κράτος δ' ἔδωκεν τῃ̂

209

[36c] 如此造就的环状构造既包裹自身又彼此环绕,以永恒不变的旋转轨迹承载万物。他将外环确立为同者本性的具现,内环则为异者本性的具现。同者本性沿横向右旋,异者本性沿对角左旋,并将统治权赋予

210

[36d] ταὐτου̂ καὶ ὁμοίου περιφορᾳ̂: μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν, τὴν δ' ἐντὸς σχίσας ἑξαχῃ̂ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν του̂ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσω̂ν ἑκατέρων τριω̂ν, κατὰ τἀναντία μὲν ἀλλήλοις+ προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρει̂ς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοι̂ς τρισὶν ἀνομοίως+, ἐν λόγῳ δὲ φερομένους. ἐπεὶ δὲ κατὰ νου̂ν τῳ̂ συνιστάντι πα̂σα ἡ τη̂ς ψυχη̂ς σύστασις ἐγεγένητο, μετὰ του̂το πα̂ν τὸ σωματοειδὲς ἐντὸς

210

[36d] 同质同向的运转轨迹中:因其保持外圈完整无缺,而将内圈切分为七个不等的圆周,依照双倍与三倍的间距排列,每三个为一组。这些圆周被设定为逆向运转,其中三个以相同速度旋转,其余四个则与前三者速度相异,但各自按比例协调运转。当灵魂的整个构造按照理智者的设计完成之后,创造者便将所有具象存在纳入其中,使其中心相合。

211

[36e] αὐτη̂ς ἐτεκταίνετο καὶ μέσον μέσῃ συναγαγὼν προσήρμοττεν: ἡ δ' ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακει̂σα κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν αὑτῃ̂ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον. καὶ τὸ μὲν δὴ σω̂μα ὁρατὸν οὐρανου̂ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμου̂ δὲ μετέχουσα καὶ

211

[36e] 灵魂自核心向最外层天体全方位延展,如同穹隆般将其包裹。这自我旋转的灵魂体,开启了永恒智慧的圣洁生命,贯穿整个时间循环。可见的天体之躯由此成形,而那不可见的灵魂则分有理性与

212

[37a] ἁρμονίας ψυχή, τω̂ν νοητω̂ν ἀεί τε ὄντων ὑπὸ του̂ ἀρίστου ἀρίστη γενομένη τω̂ν γεννηθέντων.

212

[37a] 和谐的属性,作为至善者所造物中最完美的存在,始终与可知世界相连。

213

ἅτε οὐ̂ν ἐκ τη̂ς ταὐτου̂ καὶ τη̂ς θατέρου φύσεως ἔκ τε οὐσίας τριω̂ν τούτων συγκραθει̂σα μοιρω̂ν, καὶ ἀνὰ λόγον μερισθει̂σα καὶ συνδεθει̂σα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτη̂ς ὅτῳ τ' ἄν τι ταὐτὸν ᾐ̂ καὶ ὅτου ἂν

213

灵魂由同者与异者之本质混合而成,包含三种存在形态,经比例分配与结合后形成自循环体系。当其触及可分有的流变存在或不可分的永恒本质时,便在自身的运动中通过整体宣告:何者为同,何者为异;

214

[37b] ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε συμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἰ̂ναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί.

214

[37b] 对于生成领域中的具体对象,其存在状态、时间节点、作用方式及承受关系,皆与永恒不变者形成对应关联。

215

λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῳ̂ κινουμένῳ ὑφ' αὑτου̂ φερόμενος ἄνευ φθόγγου καὶ ἠχη̂ς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ του̂ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πα̂σαν αὐτου̂ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθει̂ς,

215

关于异者与同者的真实论述,在灵魂无声的内在运动中持续生成。当异者圆周正确运转,将感知对象的信息传递至整个灵魂时,便形成稳固真实的信念;

216

[37c] ὅταν δὲ αὐ̂ περὶ τὸ λογιστικὸν ᾐ̂ καὶ ὁ του̂ ταὐτου̂ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νου̂ς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελει̂ται: τούτω δὲ ἐν ᾡ̂ τω̂ν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πα̂ν μα̂λλον ἢ τἀληθὲς ἐρει̂.

216

[37c] 当涉及理性部分且同者之环运转顺畅时,必然产生理智与知识。若有人声称这些存在于灵魂之外的任何实体中,则完全悖离真理。

217

ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζω̂ν ἐνόησεν τω̂ν ἀιδίων θεω̂ν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μα̂λλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι.

217

当这位造物之父见到自己创造的运动生命体——永恒诸神的圣像——获得生命与知觉时,他欣喜赞叹,决意使这造物更臻完美,更接近原型。

218

[37d] καθάπερ οὐ̂ν αὐτὸ τυγχάνει ζῳ̂ον ἀίδιον ὄν, καὶ τόδε τὸ πα̂ν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιου̂τον ἀποτελει̂ν.


ἡ μὲν οὐ̂ν του̂ ζῴου φύσις ἐτύγχανεν οὐ̂σα αἰώνιος, καὶ του̂το μὲν δὴ τῳ̂ γεννητῳ̂ παντελω̂ς προσάπτειν οὐκ ἠ̂ν δυνατόν: εἰκὼ δ' ἐπενόει κινητόν τινα αἰω̂νος ποιη̂σαι, καὶ διακοσμω̂ν ἅμα οὐρανὸν ποιει̂ μένοντος αἰω̂νος ἐν ἑνὶ κατ' ἀριθμὸν ἰου̂σαν αἰώνιον εἰκόνα, του̂τον ὃν δὴ χρόνον ὠνομάκαμεν.

218

[37d] 正如原型本是永恒的生命体,造物主亦竭力使这个宇宙臻于完美。生命体的本质本属永恒,而要将此属性完全赋予受造物实非可能。于是他构想出永恒的动态影像,在整顿天宇之际创造出依数运行的永恒摹本——这就是我们所谓的时间。

219

[37e] ἡμέρας γὰρ καὶ νύκτας καὶ μη̂νας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτω̂ν μηχανα̂ται: ταυ̂τα δὲ πάντα μέρη χρόνου, καὶ τό τ' ἠ̂ν τό τ' ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθω̂ς. λέγομεν γὰρ δὴ ὡς ἠ̂ν ἔστιν τε καὶ ἔσται, τῃ̂ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν

219

[37e] 昼夜、月份与年岁这些在天体形成前本不存在的时间单位,此刻皆随宇宙构造应运而生。这些时间片段皆为永恒本体在数理运动中生成的影像,我们却常误将其投射于永恒本体。我们常说"曾是"、"正是"、"将是",但严格说来唯有"正是"适用于真理论述。

220

[38a] ἀληθη̂ λόγον προσήκει, τὸ δὲ ἠ̂ν τό τ' ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰου̂σαν πρέπει λέγεσθαι--κινήσεις γάρ ἐστον, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νυ̂ν οὐδ' εἰς αὐ̂θις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοι̂ς ἐν αἰσθήσει φερομένοις προση̂ψεν, ἀλλὰ χρόνου ταυ̂τα αἰω̂να μιμουμένου καὶ κατ' ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη--καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε,

220

[38a] "曾是"与"将是"仅适用于时间中的生成过程——因其本质乃运动。永恒不变者既无衰老亦无新生,不受时间影响,既不曾在某一时刻生成,亦非此刻存在或将存续。这些时间性概念实为感知世界之属性,是永恒本体通过数理循环运动生成的影像。此外尚有其他类似概念,

221

[38b] τό τε γεγονὸς εἰ̂ναι γεγονὸς καὶ τὸ γιγνόμενον εἰ̂ναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἰ̂ναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἰ̂ναι, ὡ̂ν οὐδὲν ἀκριβὲς λέγομεν.

221

[38b] 既成者作为既成者存在,生成者作为生成者存在,未来者作为未来者存在,非存在者作为非存在者存在——凡此种种皆非吾等所能精确言说。

222

περὶ μὲν οὐ̂ν τούτων τάχ' ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῳ̂ παρόντι διακριβολογει̂σθαι. χρόνος δ' οὐ̂ν μετ' οὐρανου̂ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθω̂σιν, ἄν ποτε λύσις τις αὐτω̂ν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τη̂ς διαιωνίας φύσεως, ἵν' ὡς ὁμοιότατος

222

对此等问题的精微辨析,或非当下之要务。时间乃随天界共诞,为使其与宇宙同生共灭(若其终将解体),并依循永恒原型之法则,俾使与原型达致最大程度之相似:

223

[38c] αὐτῳ̂ κατὰ δύναμιν ᾐ̂: τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰω̂νά ἐστιν ὄν, ὁ δ' αὐ̂ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.

223

[38c] 盖因原型乃永恒存在之整体,而此宇宙则自始至终贯穿于全时之生成、存在与未来。

224

ἐξ οὐ̂ν λόγου καὶ διανοίας θεου̂ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῃ̂ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμω̂ν χρόνου γέγονεν: σώματα δὲ αὐτω̂ν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας ὄντα

224

是以神明凭其理性与心智创造时间,为使其诞生,遂造日月及五星(世称漫游者),以界定并守护时间之数序。神将其形体置于异者轨迹之七重环道——

225

[38d] ἑπτά, σελήνην μὲν εἰς τὸν περὶ γη̂ν πρω̂τον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γη̂ς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν ̔Ερμου̂ λεγόμενον εἰς [τὸν] τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐτῳ̂ δύναμιν:

225

[38d] 置月于环绕土元素之首层,日居其次,启明星与所谓圣赫耳墨斯星则纳入与日同速之轨道,然其运转方向与之相逆;

226

ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπ' ἀλλήλων ἥλιός τε καὶ ὁ του̂ ̔Ερμου̂ καὶ ἑωσφόρος. τὰ δ' ἄλλα οἱ̂ δὴ καὶ δι' ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος

226

由是日与赫耳墨斯、启明星彼此交替追逐。至于其他星辰之安设缘由,若尽数详述,此篇论述将越其主旨而徒增冗务。

227

[38e] πάρεργος ὢν πλέον ἂν ἔργον ὡ̂ν ἕνεκα λέγεται παράσχοι. ταυ̂τα μὲν οὐ̂ν ἴσως τάχ' ἂν κατὰ σχολὴν ὕστερον τη̂ς ἀξίας τύχοι διηγήσεως: ἐπειδὴ δὲ οὐ̂ν εἰς τὴν ἑαυτῳ̂ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τω̂ν ὅσα ἔδει συναπεργάζεσθαι χρόνον, δεσμοι̂ς τε ἐμψύχοις σώματα δεθέντα ζῳ̂α ἐγεννήθη τό τε προσταχθὲν ἔμαθεν, κατὰ δὴ τὴν θατέρου φορὰν

227

[38e] 此类细节或可待闲暇时另作专论。当诸天体各就其位,以生命之锁链系其躯体,遂成生命体,并明晓所赋使命,乃循异者之轨迹——

228

[39a] πλαγίαν οὐ̂σαν, διὰ τη̂ς ταὐτου̂ φορα̂ς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζονα αὐτω̂ν, τὸ δ' ἐλάττω κύκλον ἰόν, θα̂ττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν. τῃ̂ δὴ ταὐτου̂ φορᾳ̂ τὰ τάχιστα περιιόντα ὑπὸ τω̂ν βραδύτερον ἰόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι: πάντας γὰρ τοὺς κύκλους αὐτω̂ν στρέφουσα ἕλικα διὰ τὸ διχῃ̂ κατὰ

228

[39a] 倾斜运行的同者运动轨迹既推进又受制约,较大者行于阔大圆周,较小者循于狭窄轨道,疾速者超越缓行者。同者运动轨迹中,最迅捷的天体看似被较迟缓者超越,实则其螺旋式运转令所有圆周彼此交错,因最缓慢者虽与最迅疾者反向运行,却在其轨迹中显现出最近距离。

229

[39b] τὰ ἐναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφ' αὑτη̂ς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινεν.


ἵνα δ' εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτη̂τι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φω̂ς ὁ θεὸς ἀνη̂ψεν ἐν τῃ̂ πρὸς γη̂ν δευτέρᾳ τω̂ν περιόδων, ὃ δὴ νυ̂ν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμου̂ τὰ ζῳ̂α ὅσοις ἠ̂ν προση̂κον, μαθόντα παρὰ τη̂ς ταὐτου̂ καὶ ὁμοίου

229

[39b] 为确立清晰度量标准以统摄八重运动的速率差异,神在次近地球的轨道点燃光明,即吾辈所称之太阳,使其普照天宇,令所有生命体通过同者与相似之运转习得数理秩序。

230

[39c] περιφορα̂ς. νὺξ μὲν οὐ̂ν ἡμέρα τε γέγονεν οὕτως καὶ διὰ ταυ̂τα, ἡ τη̂ς μια̂ς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος: μεὶς δὲ ἐπειδὰν σελήνη περιελθου̂σα τὸν ἑαυτη̂ς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ἥλιος τὸν ἑαυτου̂ περιέλθῃ κύκλον.

230

[39c] 昼夜由此生成,此乃最睿智圆周之周期运行所致。月完成其轨道周期即为朔望月,太阳完成其轨道周期即为年岁。至于其他天体的运行周期,除少数智者外,众人既未命名亦未计量其数理关系,

231

τω̂ν δ' ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τω̂ν πολλω̂ν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετρου̂νται σκοπου̂ντες ἀριθμοι̂ς, ὥστε ὡς ἔπος

231

[39d] 故可谓不识其时。诸天体以莫测之数作曼游运行,轨迹精妙绝伦。

232

[39d] εἰπει̂ν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστω̂ς:

232

然终可认知:当八重周期之速率在恒常运转的圆周中达成和谐配比,完整时间数理便成就完美年岁。基于此理,诸天体的回归轨迹得以确立,使此宇宙

233

ἔστιν δ' ὅμως οὐδὲν ἡ̂ττον κατανοη̂σαι δυνατὸν ὡς ὅ γε τέλεος ἀριθμὸς χρόνου τὸν τέλεον ἐνιαυτὸν πληροι̂ τότε, ὅταν ἁπασω̂ν τω̂ν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῃ̂ κεφαλὴν τῳ̂ του̂ ταὐτου̂ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.


κατὰ ταυ̂τα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τω̂ν ἄστρων ὅσα δι' οὐρανου̂ πορευόμενα ἔσχεν τροπάς, ἵνα τόδε

233

[39e] 通过天体运行仿效永恒原型,达致至臻完善。此等星体既属神性又永恒常在,始终循其固有轨迹运转;而具有偏移轨迹者,则按前所述方式运行。大地作为哺育者,在

234

[39e] ὡς ὁμοιότατον ᾐ̂ τῳ̂ τελέῳ καὶ νοητῳ̂ ζῴῳ πρὸς τὴν τη̂ς διαιωνίας μίμησιν φύσεως. καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾡ̂περ ἀπεικάζετο, τὸ δὲ μήπω τὰ πάντα ζῳ̂α ἐντὸς αὑτου̂ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἰ̂χεν ἀνομοίως.

234

[39e] 为使这造物尽可能肖似那完美且可理知的生命体原型,以达成永恒自然之摹仿。至于其他部分,造物主已按摹本之形象塑造完成,唯余尚未将一切生命体尽纳于自身之中,此乃其尚未臻至完美之处。

235

του̂το δὴ τὸ κατάλοιπον ἀπηργάζετο αὐτου̂ πρὸς τὴν του̂ παραδείγματος ἀποτυπούμενος φύσιν. ᾑ̂περ οὐ̂ν νου̂ς ἐνούσας ἰδέας τῳ̂ ὃ ἔστιν ζῳ̂ον, οἱ̂αί τε ἔνεισι καὶ ὅσαι, καθορᾳ̂, τοιαύτας καὶ τοσαύτας διενοήθη δει̂ν καὶ τόδε σχει̂ν. εἰσὶν δὴ τέτταρες, μία μὲν οὐράνιον θεω̂ν γένος, ἄλλη δὲ

235

于是造物主便着手完善这最后的部分,使其符合原型之本性。正如理智洞察生命体原型中固有的理念——无论其性质或数量——造物主便决意令此世亦当具备同等特质。遂分四类:其一为诸神的天界族类,其二乃

236

[40a] πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἰ̂δος, πεζὸν δὲ καὶ χερσαι̂ον τέταρτον. του̂ μὲν οὐ̂ν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπηργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδει̂ν τε κάλλιστον εἴη, τῳ̂ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν του̂ κρατίστου φρόνησιν ἐκείνῳ συνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν αὐτῳ̂ πεποικιλμένον εἰ̂ναι καθ' ὅλον. κινήσεις δὲ δύο προση̂ψεν ἑκάστῳ, τὴν μὲν ἐν ταὐτῳ̂ κατὰ ταὐτά, περὶ τω̂ν αὐτω̂ν ἀεὶ

236

[40a] 翱翔天际的飞禽,其三为水族形态,第四类则为陆行走兽。神圣者之形态多取火元素铸就,使其璀璨夺目至臻完美,依循全体的和谐而塑为浑圆之体,安放于至善者的智慧所在,令其循轨道绕天穹运转,成就真实而完整的斑斓宇宙。更赋予每个星体两种运动:其一乃固守本位之自转,恒常不变地

237

[40b] τὰ αὐτὰ ἑαυτῳ̂ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τη̂ς ταὐτου̂ καὶ ὁμοίου περιφορα̂ς κρατουμένῳ: τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστός, ἵνα ὅτι μάλιστα αὐτω̂ν ἕκαστον γένοιτο ὡς ἄριστον.

237

[40b] 自我省思;其二为前行运动,受制于同者与相似之运转。至于第五种运动则令其静止不动,以使每个造物臻于至善之境。

238

ἐξ ἡ̂ς δὴ τη̂ς αἰτίας γέγονεν ὅσ' ἀπλανη̂ τω̂ν ἄστρων ζῳ̂α θει̂α ὄντα καὶ ἀίδια καὶ κατὰ ταὐτὰ ἐν ταὐτῳ̂ στρεφόμενα ἀεὶ μένει: τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοι̂ς πρόσθεν ἐρρήθη, κατ' ἐκει̂να γέγονεν. γη̂ν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ

238

由此缘由,那不灭星辰作为神圣永恒的生命体,恒常保持同一轨道运转;而偏离轨道呈现漫游之态者,正如前所述,则属另一类造物。至于土元素,虽为吾辈之滋养者,却以

239

[40c] τὴν περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώτην καὶ πρεσβυτάτην+ θεω̂ν+ ὅσοι+ ἐντὸς+ οὐρανου̂+ γεγόνασιν.

239

[40c] 他匠心独运地设置了贯穿天极的轴心,使之成为昼夜的守护者与缔造者——这是苍穹之内诞生的诸神中最古老也最尊贵的。

240

χορείας δὲ τούτων αὐτω̂ν καὶ παραβολὰς ἀλλήλων, καὶ [περὶ] τὰς τω̂ν κύκλων πρὸς ἑαυτοὺς ἐπανακυκλήσεις καὶ προχωρήσεις, ἔν τε ται̂ς συνάψεσιν ὁποι̂οι τω̂ν θεω̂ν κατ' ἀλλήλους γιγνόμενοι καὶ ὅσοι καταντικρύ, μεθ' οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμι̂ν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημει̂α τω̂ν

240

当这些神明彼此交会,在轨道运行中相互接近或远离,当他们在循环运动中产生相位变化,当某些神明彼此相对而立或前后相随,当他们依照时序交替隐现于我们视野——这所有运行轨迹,对于无法理解数学规律者而言,都成为预示未来事件的征兆与警示。若想脱离这些可见天象的摹本来阐释宇宙本质,不过是徒劳无功的尝试。关于可见的、被创造的神明本性,我们的论述暂且到此为止。

241

[40d] μετὰ ταυ̂τα γενησομένων τοι̂ς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν, τὸ λέγειν ἄνευ δι' ὄψεως τούτων αὐ̂ τω̂ν μιμημάτων μάταιος ἂν εἴη πόνος: ἀλλὰ ταυ̂τά τε ἱκανω̂ς ἡμι̂ν ταύτῃ καὶ τὰ περὶ θεω̂ν ὁρατω̂ν καὶ γεννητω̂ν εἰρημένα φύσεως ἐχέτω τέλος. περὶ δὲ τω̂ν ἄλλων δαιμόνων εἰπει̂ν καὶ γνω̂ναι τὴν γένεσιν μει̂ζον ἢ καθ' ἡμα̂ς, πειστέον δὲ τοι̂ς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεω̂ν οὐ̂σιν, ὡς ἔφασαν, σαφω̂ς δέ που τούς γε αὑτω̂ν προγόνους εἰδόσιν: ἀδύνατον οὐ̂ν θεω̂ν

241

[40d] 至于其他神灵的起源,若要深入探究则超出了人类理解的范畴。我们应当信服古代先贤的论述——这些身为神裔的智者声称自己确切知晓祖先的谱系。既然他们作为神明的后裔所传述的,即使缺乏确凿的论证,我们仍应遵循传统律法予以采信。因此,关于这些神灵的诞生,让我们依照先人的说法继续阐述:盖娅与乌拉诺斯的子女俄刻阿诺斯和忒提斯诞生后,继而产生了福耳库斯、克洛诺斯、瑞亚及其同辈诸神。

242

[40e] παισὶν ἀπιστει̂ν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκει̂α φασκόντων ἀπαγγέλλειν ἑπομένους τῳ̂ νόμῳ πιστευτέον. οὕτως οὐ̂ν κατ' ἐκείνους ἡμι̂ν ἡ γένεσις περὶ τούτων τω̂ν θεω̂ν ἐχέτω καὶ λεγέσθω. Γη̂ς τε καὶ Οὐρανου̂ παι̂δες ̓Ωκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ̔Ρέα καὶ ὅσοι μετὰ

242

[40e] 当所有这些神明——无论是巡行天际者还是偶现真容者——都完成了他们的世代传承,宇宙的创造者便对众神宣示:"诸神之子啊,我既是造物主亦是创造万物的父亲,经由我手所造之物若我不愿其解体则永不消亡。凡结合者固有解体的可能,但完美缔造之物必不愿打破自身的和谐。因此,尽管你们并非完全不可毁灭,却也不会面临死亡的命运,因我的意志为你们施加了比当初创造时更强大的维系之力。"

243

[41a] τούτων, ἐκ δὲ Κρόνου καὶ ̔Ρέας Ζεὺς ̔́Ηρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτω̂ν, ἔτι τε τούτων ἄλλους ἐκγόνους:

243

[41a] 克洛诺斯与瑞亚之后,宙斯、赫拉以及我们熟知被称为他们兄弟的诸神,还有这些神明的其他后代。

244

ἐπεὶ δ' οὐ̂ν πάντες ὅσοι τε περιπολου̂σιν φανερω̂ς καὶ ὅσοι φαίνονται καθ' ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πα̂ν γεννήσας τάδε-- “θεοὶ θεω̂ν, ὡ̂ν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, δι' ἐμου̂ γενόμενα ἄλυτα ἐμου̂ γε μὴ ἐθέλοντος. τὸ μὲν οὐ̂ν δὴ

244

当所有显赫运行的天体以及诸神——只要他们愿意显现——皆已获得其生成时,这位创造万有的造物主便对他们宣告:"诸神之神明啊,我这创造者与功业之父所造之物,若我意愿不存,便永无解体之虞。

245

[41b] δεθὲν πα̂ν λυτόν, τό γε μὴν καλω̂ς ἁρμοσθὲν καὶ ἔχον εὐ̂ λύειν ἐθέλειν κακου̂: δι' ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τη̂ς ἐμη̂ς βουλήσεως μείζονος ἔτι δεσμου̂ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἱ̂ς ὅτ' ἐγίγνεσθε συνεδει̂σθε.

245

[41b] 凡被束缚者皆可解,但完美结合且处于善态者,唯有恶才愿拆解。尔等既已生成,虽非全然不朽不可解,然必不会解体亦不会遭遇死亡之命运——因尔等所得之我的意志约束,较诸生成时与尔等同在之束缚更为强大而稳固。

246

νυ̂ν οὐ̂ν ὃ λέγω πρὸς ὑμα̂ς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα: τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται: τὰ γὰρ ἅπαντ' ἐν

246

如今且听我揭示此理:尚有三种可朽族类未得生成。若此三族不存,天体终难完满;盖因整体若不能包含所有生命族类于自身之内,

247

[41c] αὑτῳ̂ γένη ζῴων οὐχ ἕξει, δει̂ δέ, εἰ μέλλει τέλεος ἱκανω̂ς εἰ̂ναι.

247

[41c] 便难称真正完善。

248

δι' ἐμου̂ δὲ ταυ̂τα γενόμενα καὶ βίου μετασχόντα θεοι̂ς ἰσάζοιτ' ἄν: ἵνα οὐ̂ν θνητά τε ᾐ̂ τό τε πα̂ν τόδε ὄντως ἅπαν ᾐ̂, τρέπεσθε κατὰ φύσιν ὑμει̂ς ἐπὶ τὴν τω̂ν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν+.

248

若此三族经由我手生成并分有生命,或可比肩神明。为使这整体臻于真正完满,尔等当循自然之道转向创造生命,效法我在创造尔等时所用之权能。

249

καὶ καθ' ὅσον μὲν αὐτω̂ν ἀθανάτοις ὁμώνυμον εἰ̂ναι προσήκει, θει̂ον λεγόμενον ἡγεμονου̂ν τε ἐν αὐτοι̂ς τω̂ν ἀεὶ δίκῃ καὶ ὑμι̂ν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος

249

就其当与不朽者同名之部分——即被称为神圣且在彼等中永掌正义、甘愿追随尔等之主导——我既已播下种子并开创先例,

250

[41d] ἐγὼ παραδώσω: τὸ δὲ λοιπὸν ὑμει̂ς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῳ̂α καὶ γεννα̂τε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.” ταυ̂τ' εἰ̂πε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατη̂ρα, ἐν ᾡ̂ τὴν του̂ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τω̂ν πρόσθεν ὑπόλοιπα κατεχει̂το μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα. συστήσας δὲ τὸ πα̂ν διει̂λεν ψυχὰς ἰσαρίθμους τοι̂ς ἄστροις,

250

[41d] 我将托付于尔等;尔等当以不朽者编织入凡性,造就生命体,赋予生长之资,使其壮大,待其衰亡时复纳归本源。”言毕,造物主复取原始调酒器——彼曾于其中调和宇宙灵魂之器皿——将前次剩余之质素倾注其中,以近似方式搅拌,然此次所用材质已非全然纯净,乃次等与第三等之质。造物主将全体分作星辰数目等同之灵魂,

251

[41e] ἔνειμέν θ' ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν του̂ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἰ̂πεν αὐται̂ς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πα̂σιν, ἵνα μήτις ἐλαττοι̂το ὑπ' αὐτου̂, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων

251

[41e] 各分配于对应星辰。彼等既被安置于宇宙本性所成之车乘,造物主即昭示命定法则:首生之世皆受同一秩序统御,免使任何灵魂遭其亏负;彼等当如种子播撒于各自对应之时序器皿,

252

[42a] φυ̂ναι ζῴων τὸ θεοσεβέστατον, διπλη̂ς δὲ οὔσης τη̂ς ἀνθρωπίνης φύσεως, τὸ κρει̂ττον τοιου̂τον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ. ὁπότε δὴ σώμασιν ἐμφυτευθει̂εν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δ' ἀπίοι του̂ σώματος αὐτω̂ν, πρω̂τον μὲν αἴσθησιν ἀναγκαι̂ον εἴη μίαν πα̂σιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῃ̂ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα

252

[42a] 萌发为最虔敬之生命体。因人类本性具双重面向,其优越者当为日后所称之男子。当灵魂受必然性驱策植根于肉体,彼等既与肉体交互流变,首当形成者乃全体共有之感知——此乃暴力冲击所生之固有禀赋;其次为苦乐交杂之情欲,更有恐惧与激情等伴生之态,

253

[42b] τε ἑπόμενα αὐτοι̂ς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα: ὡ̂ν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ. καὶ ὁ μὲν εὐ̂ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν του̂ συννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα καὶ συνήθη ἕξοι, σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῃ̂

253

[42b] 及其对立诸般情状。若能制御此类,则得正义人生;若遭其制,则陷不义。凡善度其命者,当循时归返本星居所,享与星辰同轨之至福;若失足堕落,则于二次生成时堕入女体之形,

254

[42c] δευτέρᾳ γενέσει μεταβαλοι̂: μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τη̂ς του̂ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοι̂ θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῃ̂ ταὐτου̂ καὶ ὁμοίου περιόδῳ τῃ̂ ἐν αὑτῳ̂ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος

254

[42c] 第二次生成时将转换形态:若其仍未能止息于恶行,则按其行为方式之相似性,必转化为相应兽类本性,如此辗转迁变永无宁日,直至凭依自身内蕴之同质循环,将源于火水土气之喧扰无序的庞杂元素

255

[42d] καὶ γη̂ς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τη̂ς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἰ̂δος ἕξεως. διαθεσμοθετήσας δὲ πάντα αὐτοι̂ς ταυ̂τα, ἵνα τη̂ς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρεν τοὺς μὲν εἰς γη̂ν, τοὺς δ' εἰς σελήνην, τοὺς δ' εἰς τἀ̂λλα ὅσα ὄργανα χρόνου:

255

[42d] 以理性统御,复归于至善至美之原初形态。 既定此律令于诸灵,为使此后各人所获罪愆皆非由彼等肇端,遂将彼等播撒于土,播撒于月,播撒于其他时间载体;

256

τὸ δὲ μετὰ τὸν σπόρον τοι̂ς νέοις παρέδωκεν θεοι̂ς σώματα πλάττειν θνητά, τό τ' ἐπίλοιπον, ὅσον ἔτι ἠ̂ν ψυχη̂ς ἀνθρωπίνης δέον

256

造物主将余下工作交予年轻诸神,命其塑造必朽躯体,并补全人类灵魂所需之剩余部分,以及与此相关之所有要素,令其尽善尽美地统御这必朽生命体,使其不致因自身过失而招致堕落。

257

[42e] προσγενέσθαι, του̂το καὶ πάνθ' ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν, καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνα̂ν ζῳ̂ον, ὅτι μὴ κακω̂ν αὐτὸ ἑαυτῳ̂ γίγνοιτο αἴτιον.

257

[42e] 诸神受命后,皆恪守父神所定秩序。彼等借得宇宙间火、土、水、气之元素,仿效造物主之伟业,将所获微粒熔铸为一,

258

καὶ ὁ μὲν δὴ ἅπαντα ταυ̂τα διατάξας ἔμενεν ἐν τῳ̂ ἑαυτου̂ κατὰ τρόπον ἤθει: μένοντος δὲ νοήσαντες οἱ παι̂δες τὴν του̂ πατρὸς τάξιν ἐπείθοντο αὐτῃ̂, καὶ λαβόντες ἀθάνατον ἀρχὴν θνητου̂ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γη̂ς ὕδατός τε καὶ ἀέρος ἀπὸ του̂ κόσμου δανειζόμενοι

258

虽非用诸神自身之永恒锁链,乃以不可见之微小榫卯紧密接合,由此铸成奔流不息的躯壳,将灵魂周期运转禁锢其中。

259

[43a] μόρια ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοι̂ς ἀλύτοις οἱ̂ς αὐτοὶ συνείχοντο δεσμοι̂ς, ἀλλὰ διὰ σμικρότητα ἀοράτοις πυκνοι̂ς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σω̂μα ἕκαστον, τὰς τη̂ς ἀθανάτου ψυχη̂ς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σω̂μα καὶ ἀπόρρυτον.

259

[43a] 然此灵魂既陷入浩荡洪流,既无力统御亦难被统御,唯在暴烈冲击中载沉载浮。时而逆向,时而侧行,时而仰翻,恰如有人仰卧大地,

260

αἱ δ' εἰς ποταμὸν ἐνδεθει̂σαι πολὺν οὔτ' ἐκράτουν οὔτ' ἐκρατου̂ντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ

260

双足凌空倚靠某物,此刻无论受动者抑或旁观者,皆觉左右颠倒,万物失序。灵魂之运转亦遭此等剧烈扰动,

261

[43b] μὲν ὅλον κινει̂σθαι ζῳ̂ον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον: εἴς τε γὰρ τὸ πρόσθε καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν.

261

[43b] 那生命体整体虽能运动,却以无序无理性的方式前行,具备全部六种运动模式:时而向前时而退后,忽左忽右上下翻腾,在六合方位间漫无目的地游荡。

262

πολλου̂ γὰρ ὄντος του̂ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος ὃ τὴν τροφὴν παρει̂χεν, ἔτι μείζω θόρυβον ἀπηργάζετο τὰ τω̂ν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε

262

当滋养之流如洪水般倾泻奔涌时,外界的撞击更在每具躯体中引发剧烈动荡——

263

[43c] πυρὶ προσκρούσειε τὸ σω̂μά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῳ̂ γη̂ς πάγῳ ὑγροι̂ς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπὸ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ του̂ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν: αἳ δὴ καὶ ἔπειτα διὰ ταυ̂τα ἐκλήθησάν τε καὶ νυ̂ν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται.

263

[43c] 当火元素与异质躯体碰撞,或固态土元素与液态水流滑移相遇,亦或是被气元素裹挟的狂风骤然捕获,所有这些通过身体传递至灵魂的运动冲击,皆被我们称为感知,此名沿用至今。

264

καὶ δὴ καὶ τότε ἐν τῳ̂ παρόντι πλείστην καὶ μεγίστην παρεχόμεναι κίνησιν, μετὰ του̂ ῥέοντος ἐνδελεχω̂ς

264

彼时这些感知引发最剧烈的震颤,伴随着永续流动的

265

[43d] ὀχετου̂ κινου̂σαι καὶ σφοδρω̂ς σείουσαι τὰς τη̂ς ψυχη̂ς περιόδους, τὴν μὲν ταὐτου̂ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῃ̂ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰου̂σαν, τὴν δ' αὐ̂ θατέρου διέσεισαν, ὥστε τὰς του̂ διπλασίου καὶ τριπλασίου τρει̂ς ἑκατέρας ἀποστάσεις καὶ τὰς τω̂ν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελω̂ς λυταὶ οὐκ ἠ̂σαν πλὴν ὑπὸ του̂ συνδήσαντος, πάσας μὲν

265

[43d] 生命之渠,强力撼动着灵魂的周期运转:同质之环被逆向洪流完全阻滞,统治者的前进步伐遭遏制;异质之环则遭震荡,致使双倍与三倍间距的三重维度、半音程与四音程的中项结构、全音程的和谐联结——这些本唯有创造主方能解开的韵律——

266

[43e] στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφθορὰς τω̂ν κύκλων ἐμποιει̂ν, ὁσαχῃ̂περ ἠ̂ν δυνατόν, ὥστε μετ' ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε δὲ πλαγίας, τοτὲ δὲ ὑπτίας: οἱ̂ον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γη̂ς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῳ̂ πάθει του̂ τε πάσχοντος καὶ τω̂ν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται. ταὐτὸν δὴ του̂το καὶ τοιαυ̂τα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρω̂ς,

266

[43e] 尽数扭曲变形。所有圆周运动的轨迹皆遭破坏,勉强维持的连接使它们时而逆向、时而侧旋、时而倒置地无序运转。恰如仰卧者以首触地,双腿悬空倒置时,观者与被观者皆会产生左右易位的幻象。灵魂周期运转遭受的剧烈冲击正产生着类似效应,

267

[44a] ὅταν τέ τῳ τω̂ν ἔξωθεν του̂ ταὐτου̂ γένους ἢ του̂ θατέρου περιτύχωσιν, τότε ταὐτόν τῳ καὶ θάτερόν του τἀναντία τω̂ν ἀληθω̂ν προσαγορεύουσαι ψευδει̂ς καὶ ἀνόητοι γεγόνασιν, οὐδεμία τε ἐν αὐται̂ς τότε περίοδος ἄρχουσα οὐδ' ἡγεμών ἐστιν:

267

[44a] 当它们偶遇外在世界中的同者之类或异者之类时,便会将同者与异者之对立面妄称为真实,由此陷入虚妄与无知之境。此时灵魂的周期运动中既无主导原则亦无统摄力量。

268

αἱ̂ς δ' ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπεσου̂σαι συνεπισπάσωνται καὶ τὸ τη̂ς ψυχη̂ς ἅπαν κύτος, τόθ' αὑ̂ται κρατούμεναι κρατει̂ν δοκου̂σι. καὶ διὰ δὴ ταυ̂τα πάντα τὰ παθήματα νυ̂ν κατ' ἀρχάς τε ἄνους ψυχὴ γίγνεται

268

当外界感知流注冲击并裹挟整个灵魂容器时,那些被支配的周期运动却自诩为支配者。正是由于这些遭遇,当灵魂最初被束缚于必朽者之躯体时,便呈现出全然无智之态。

269

[44b] τὸ πρω̂τον, ὅταν εἰς σω̂μα ἐνδεθῃ̂ θνητόν.

269

[44b]

270

ὅταν δὲ τὸ τη̂ς αὔξης καὶ τροφη̂ς ἔλαττον ἐπίῃ ῥευ̂μα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτω̂ν ὁδὸν ἴωσι καὶ καθιστω̂νται μα̂λλον ἐπιόντος του̂ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχη̂μα ἑκάστων τω̂ν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατ' ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελου̂σιν. ἂν μὲν οὐ̂ν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως,

270

当生长滋养之流渐弱,周期运动在时光推移中重获平静,循其固有轨道运行日臻稳定,各周期运动回归自然形态,正确定义异者与同者之际,便造就了具有理智的灵魂载体。若此时辅以恰当教化之滋养,

271

[44c] ὁλόκληρος ὑγιής τε παντελω̂ς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται: καταμελήσας δέ, χωλὴν του̂ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς ̔́Αιδου πάλιν ἔρχεται.

271

[44c] 人将获得全然完整且健康之态,规避最大疾厄;若疏于修养,则终生蹒跚而行,最终以残缺愚昧之态重返冥府。

272

ταυ̂τα μὲν οὐ̂ν ὕστερά ποτε γίγνεται: περὶ δὲ τω̂ν νυ̂ν προτεθέντων δει̂ διελθει̂ν ἀκριβέστερον, τὰ δὲ πρὸ τούτων, περὶ σωμάτων κατὰ μέρη τη̂ς γενέσεως καὶ περὶ ψυχη̂ς, δι' ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεω̂ν, του̂ μάλιστα

272

此乃后话。当下须更精确阐释既定命题,先述及身体各部分生成及灵魂之本质,阐明诸神造物之缘由与神意——唯有紧扣最似然之理,

273

[44d] εἰκότος ἀντεχομένοις, οὕτω καὶ κατὰ ταυ̂τα πορευομένοις διεξιτέον. τὰς μὲν δὴ θείας περιόδους δύο οὔσας, τὸ του̂ παντὸς σχη̂μα ἀπομιμησάμενοι περιφερὲς ὄν, εἰς σφαιροειδὲς σω̂μα ἐνέδησαν, του̂το ὃ νυ̂ν κεφαλὴν ἐπονομάζομεν, ὃ θειότατόν τέ ἐστιν καὶ τω̂ν ἐν ἡμι̂ν πάντων δεσποτου̂ν:

273

[44d] 依此逻辑展开论述。诸神仿效宇宙全体之圆融形态,将神圣的双重周期运动植入球形躯体,此即吾辈称为头颅者,乃最神圣之所在,统御人身诸般机能。

274

ᾡ̂ καὶ πα̂ν τὸ σω̂μα παρέδοσαν ὑπηρεσίαν αὐτῳ̂ συναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασω̂ν ὅσαι κινήσεις ἔσοιντο μετέχοι. ἵν' οὐ̂ν μὴ κυλινδούμενον ἐπὶ γη̂ς ὕψη τε καὶ βάθη παντοδαπὰ

274

诸神洞悉其将统摄所有可能运动,遂将全体躯体构造为其臣仆。为使这神圣容器免于在地表高低起伏处翻滚,

275

[44e] ἐχούσης ἀποροι̂ τὰ μὲν ὑπερβαίνειν, ἔνθεν δὲ ἐκβαίνειν, ὄχημα αὐτῳ̂ του̂το καὶ εὐπορίαν ἔδοσαν: ὅθεν δὴ μη̂κος τὸ σω̂μα ἔσχεν, ἐκτατά τε κω̂λα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεου̂ μηχανησαμένου πορείαν, οἱ̂ς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε,

275

[44e] 当肢体面临进退维谷之境时,诸神便赋予这种结构以运载能力与行进便利。正是如此,身体获得了长度,生长出四根可屈伸的肢体,此乃神圣匠心的杰作。借由这些肢体的支撑与运动,我们得以穿越诸般空间,

276

[45a] τὴν του̂ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμω̂ν. σκέλη μὲν οὐ̂ν χει̂ρές τε ταύτῃ καὶ διὰ ταυ̂τα προσέφυ πα̂σιν: του̂ δ' ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τη̂ς πορείας ἡμι̂ν ἔδοσαν.

276

[45a] 将灵魂这最神圣的居所高举于躯体之上。手足之构造由此而生:诸神视前部较后部更为尊贵且具统摄性,故将主要行动能力赋予我等前部。

277

ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον του̂ σώματος τὸ πρόσθεν ἄνθρωπον. διὸ πρω̂τον μὲν περὶ τὸ τη̂ς κεφαλη̂ς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν

277

为使人身前后有别,首当其冲者当属颅骨构造。诸神将面容置于颅顶,在此处设置

278

[45b] τούτῳ πάσῃ τῃ̂ τη̂ς ψυχη̂ς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας του̂τ' εἰ̂ναι, τὸ κατὰ φύσιν+ πρόσθεν: τω̂ν δὲ ὀργάνων πρω̂τον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾳ̂δε ἐνδήσαντες αἰτίᾳ.

278

[45b] 灵魂关照之器官,使其自然成为统御中枢。其中首要者乃双目——诸神以如此机理构造这光明载体。

279

του̂ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φω̂ς ἥμερον, οἰκει̂ον ἑκάστης ἡμέρας, σω̂μα ἐμηχανήσαντο γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμω̂ν ἀδελφὸν ὂν τούτου πυ̂ρ εἰλικρινὲς ἐποίησαν διὰ τω̂ν ὀμμάτων ῥει̂ν λει̂ον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες

279

匠神选用不具灼烧特性之火元素,取其温和光明,成就每日可见之形体。我等体内精纯之火元素,经双目化作细密流体,其核心最为致密。此设计既阻隔粗浊物质,

280

[45c] τω̂ν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πα̂ν, τὸ τοιου̂τον δὲ μόνον αὐτὸ καθαρὸν διηθει̂ν.

280

[45c] 独允精纯本质透射。

281

ὅταν οὐ̂ν μεθημερινὸν ᾐ̂ φω̂ς περὶ τὸ τη̂ς ὄψεως ῥευ̂μα, τότε ἐκπι̂πτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σω̂μα οἰκειωθὲν συνέστη κατὰ τὴν τω̂ν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπι̂πτον ἔνδοθεν πρὸς ὃ τω̂ν ἔξω συνέπεσεν.

281

当白昼光明触及视觉之流,同类相感而凝为一体,沿视线直道形成视觉整体——内在感知与外物在此完美契合。

282

ὁμοιοπαθὲς δὴ δι' ὁμοιότητα πα̂ν γενόμενον, ὅτου τε ἂν αὐτό

282

同质相应法则下,无论触及何物,

283

[45d] ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σω̂μα μέχρι τη̂ς ψυχη̂ς αἴσθησιν παρέσχετο ταύτην ᾑ̂ δὴ ὁρα̂ν φαμεν.

283

[45d] 每当其触及同类或异类物质时,这些运动便通过全身传递至灵魂,由此产生我们称之为视觉的感知。

284

ἀπελθόντος δὲ εἰς νύκτα του̂ συγγενου̂ς πυρὸς ἀποτέτμηται: πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιου̂ταί τε αὐτὸ καὶ κατασβέννυται, συμφυὲς οὐκέτι τῳ̂ πλησίον ἀέρι γιγνόμενον, ἅτε πυ̂ρ οὐκ ἔχοντι.

284

当与之同源的火焰遁入黑夜时,视觉即告终止:因其外溢至异质介质而发生质变,最终熄灭,不再与周遭空气相融,盖因后者不含火元素。

285

παύεταί τε οὐ̂ν ὁρω̂ν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται: σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τη̂ς ὄψεως ἐμηχανήσαντο, τὴν τω̂ν βλεφάρων

285

视觉遂止,睡眠随之降临:诸神为保视觉所设之眼睑机制,当其闭合时即封锁内部火焰之力,同时平复内在运动;待运动平息后,深沉的静默中便生出浅眠,

286

[45e] φύσιν, ὅταν ταυ̂τα συμμύσῃ, καθείργνυσι τὴν του̂ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχει̂ τε καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισω̂ν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλη̂ς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει, καταλειφθεισω̂ν δέ τινων κινήσεων μειζόνων, οἱ̂αι καὶ ἐν οἵοις ἂν τόποις λείπωνται,

286

[45e] 若仍有较大幅度的运动残留于某些部位,则会形成相应强度与性质的梦境幻象——这些幻象在觉醒时被记忆复现,形成内外世界的对应投射。

287

[46a] τοιαυ̂τα καὶ τοσαυ̂τα παρέσχοντο ἀφομοιωθέντα ἐντὸς ἔξω τε ἐγερθει̂σιν ἀπομνημονευόμενα φαντάσματα. τὸ δὲ περὶ τὴν τω̂ν κατόπτρων εἰδωλοποιίαν καὶ πάντα ὅσα ἐμφανη̂ καὶ λει̂α, κατιδει̂ν οὐδὲν ἔτι χαλεπόν. ἐκ γὰρ τη̂ς ἐντὸς ἐκτός τε του̂ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὐ̂ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῃ̂ μεταρρυθμισθέντος,

287

[46a] 至于镜面成像术及其他光滑表面的显像原理,其机制已昭然若揭。当内在之火与外在之火通过光滑表面相互交感,在镜面形成统一且多变的结合态时,

288

[46b] πάντα τὰ τοιαυ̂τα ἐξ ἀνάγκης ἐμφαίνεται, του̂ περὶ τὸ πρόσωπον πυρὸς τῳ̂ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λει̂ον καὶ λαμπρὸν συμπαγου̂ς γιγνομένου.

288

[46b] 所有此类现象皆因必然律显现——面部火光与视觉火光在光滑镜面凝结结合所致。

289

δεξιὰ δὲ φαντάζεται τὰ ἀριστερά, ὅτι τοι̂ς ἐναντίοις μέρεσιν τη̂ς ὄψεως περὶ τἀναντία μέρη γίγνεται ἐπαφὴ παρὰ τὸ καθεστὸς ἔθος τη̂ς προσβολη̂ς: δεξιὰ δὲ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ τοὐναντίον, ὅταν μεταπέσῃ συμπηγνύμενον ᾡ̂ συμπήγνυται φω̂ς,

289

镜像呈现左右倒置,盖因视觉器官的反向部位与照射部位的常规接触方式相悖;但当光线凝结方式发生变异时,右侧影像保持右侧,左侧保持左侧,

290

[46c] του̂το δέ, ὅταν ἡ τω̂ν κατόπτρων λειότης, ἔνθεν καὶ ἔνθεν ὕψη λαβου̂σα, τὸ δεξιὸν εἰς τὸ ἀριστερὸν μέρος ἀπώσῃ τη̂ς ὄψεως καὶ θάτερον ἐπὶ θάτερον.

290

[46c] 至于镜面之平滑,当其上下两端具有高度时,便将视觉右侧推向左侧部位,反之亦然。

291

κατὰ δὲ τὸ μη̂κος στραφὲν του̂ προσώπου ταὐτὸν του̂το ὕπτιον ἐποίησεν πα̂ν φαίνεσθαι, τὸ κάτω πρὸς τὸ ἄνω τη̂ς αὐγη̂ς τό τ' ἄνω πρὸς τὸ κάτω πάλιν ἀπω̂σαν. ταυ̂τ' οὐ̂ν πάντα ἔστιν τω̂ν συναιτίων οἱ̂ς θεὸς ὑπηρετου̂σιν χρη̂ται τὴν του̂ ἀρίστου κατὰ τὸ δυνατὸν ἰδέαν

291

当面部纵向旋转时,这同一现象使得全体显现为倒置,将光束的下部推向顶端,顶端复又降到底部。 凡此种种皆属辅助因,神祇运用这些工具尽可能完善至善之理念的形态。

292

[46d] ἀποτελω̂ν: δοξάζεται δὲ ὑπὸ τω̂ν πλείστων οὐ συναίτια ἀλλὰ αἴτια εἰ̂ναι τω̂ν πάντων, ψύχοντα καὶ θερμαίνοντα πηγνύντα τε καὶ διαχέοντα καὶ ὅσα τοιαυ̂τα ἀπεργαζόμενα.

292

[46d] 但多数人误以为此类并非协因而系万物本因,认为其通过冷却、加热、凝结、分解等过程成就万物。

293

λόγον δὲ οὐδένα οὐδὲ νου̂ν εἰς οὐδὲν δυνατὰ ἔχειν ἐστίν. τω̂ν γὰρ ὄντων ᾡ̂ νου̂ν μόνῳ κτα̂σθαι προσήκει, λεκτέον ψυχήν--του̂το δὲ ἀόρατον, πυ̂ρ δὲ καὶ ὕδωρ καὶ γη̂ καὶ ἀὴρ σώματα πάντα ὁρατὰ γέγονεν--τὸν δὲ νου̂ καὶ ἐπιστήμης ἐραστὴν ἀνάγκη τὰς τη̂ς ἔμφρονος φύσεως αἰτίας πρώτας

293

然其本质绝无理性与心智可言。因唯灵魂能拥有理智——此乃不可见之物,而火元素、水元素、土元素与气元素皆为可见形体——那渴慕理性与知识者,必当追寻智慧本性之首要因,

294

[46e] μεταδιώκειν, ὅσαι δὲ ὑπ' ἄλλων μὲν κινουμένων, ἕτερα δὲ κατὰ ἀνάγκης κινούντων γίγνονται, δευτέρας. ποιητέον δὴ κατὰ ταυ̂τα καὶ ἡμι̂ν: λεκτέα μὲν ἀμφότερα τὰ τω̂ν αἰτιω̂ν γένη, χωρὶς δὲ ὅσαι μετὰ νου̂ καλω̂ν καὶ ἀγαθω̂ν δημιουργοὶ καὶ ὅσαι μονωθει̂σαι φρονήσεως τὸ τυχὸν ἄτακτον ἑκάστοτε ἐξεργάζονται.

294

[46e] 次者乃由他物推动而产生,又或受必然性驱使而形成。吾辈当循此理:须阐明两种原因类别,既区分那些与理性协作创造美善的成因,亦要辨明那些脱离智慧、任意制造无序的成因。

295

τὰ μὲν οὐ̂ν τω̂ν ὀμμάτων συμμεταίτια πρὸς τὸ σχει̂ν τὴν δύναμιν ἣν νυ̂ν εἴληχεν εἰρήσθω: τὸ δὲ μέγιστον αὐτω̂ν εἰς ὠφελίαν ἔργον, δι' ὃ θεὸς αὔθ' ἡμι̂ν

295

视觉之协因助力其获得现有功能已如上述:而神祇赐予此官能的最大裨益,

296

[47a] δεδώρηται, μετὰ του̂το ῥητέον. ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τη̂ς μεγίστης ὠφελίας γέγονεν ἡμι̂ν, ὅτι τω̂ν νυ̂ν λόγων περὶ του̂ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων.

296

[47a] 容我随后阐明。依余之见,视觉实乃赐予吾辈最大福祉之根源,若非目睹星辰、太阳与天体,当下关于宇宙本体的论述断无可能形成。

297

νυ̂ν δ' ἡμέρα τε καὶ νὺξ ὀφθει̂σαι μη̂νές τε καὶ ἐνιαυτω̂ν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν, χρόνου δὲ ἔννοιαν περί τε τη̂ς του̂ παντὸς φύσεως ζήτησιν ἔδοσαν: ἐξ ὡ̂ν

297

昼夜之交替、月相之盈亏、年岁之周期、春秋分之平衡、至点之转折,皆催生了数理概念,赋予时间之观念,更引发对宇宙本性的探究:由此

298

[47b] ἐπορισάμεθα φιλοσοφίας γένος, οὑ̂ μει̂ζον ἀγαθὸν οὔτ' ἠ̂λθεν οὔτε ἥξει ποτὲ τῳ̂ θνητῳ̂ γένει δωρηθὲν ἐκ θεω̂ν.

298

[47b] 我们由此获得了哲学这类智慧,这是诸神赐予凡间生灵最伟大的馈赠,过去不曾有,未来也永不会出现更卓越的恩典。

299

λέγω δὴ του̂το ὀμμάτων μέγιστον ἀγαθόν: τἀ̂λλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοι̂μεν, ὡ̂ν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοι̂ μάτην; ἀλλὰ τούτου λεγέσθω παρ' ἡμω̂ν αὕτη ἐπὶ ταυ̂τα αἰτία, θεὸν ἡμι̂ν ἀνευρει̂ν δωρήσασθαί τε ὄψιν, ἵνα τὰς ἐν οὐρανῳ̂ του̂ νου̂ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τη̂ς παρ' ἡμι̂ν διανοήσεως, συγγενει̂ς

299

我要断言,视觉是最崇高的恩赐:至于那些次要的福祉,又何必赘述?若非哲人失明而徒然悲叹,我们又当如何哀歌?但让我们在此明确这一恩典的缘由——诸神赐予我们视觉,为的是当我们观照天体间理智的周期运动时,可将这种与人类思维运动同源的天体运行规律,

300

[47c] ἐκείναις οὔσας, ἀταράκτοις τεταραγμένας, ἐκμαθόντες δὲ καὶ λογισμω̂ν κατὰ φύσιν ὀρθότητος μετασχόντες, μιμούμενοι τὰς του̂ θεου̂ πάντως ἀπλανει̂ς οὔσας, τὰς ἐν ἡμι̂ν πεπλανημένας καταστησαίμεθα.

300

[47c] 从混沌引向有序。通过研习这些永不偏离正轨的神圣运转,我们得以领悟合乎自然法则的正确推论,并效法神性之完美,矫正自身偏差的思维轨迹。

301

φωνη̂ς τε δὴ καὶ ἀκοη̂ς πέρι πάλιν ὁ αὐτὸς λόγος, ἐπὶ ταὐτὰ τω̂ν αὐτω̂ν ἕνεκα παρὰ θεω̂ν δεδωρη̂σθαι. λόγος τε γὰρ ἐπ' αὐτὰ ταυ̂τα τέτακται, τὴν μεγίστην συμβαλλόμενος εἰς αὐτὰ μοι̂ραν, ὅσον τ' αὐ̂ μουσικη̂ς

301

关于语言与听觉,同样应当理解这是诸神出于相同目的赐予的恩典。语言本为阐明真理而设,对此贡献至伟;而音乐赋予听觉的实用价值,则在于其和谐之道的彰显。

302

[47d] φωνῃ̂ χρήσιμον πρὸς ἀκοὴν ἕνεκα ἁρμονίας ἐστὶ δοθέν.

302

[47d] 和谐之律动与灵魂运动的周期性存在着本质关联。对于追随缪斯女神指引的智者而言,这种和谐非为取悦感官而设,实乃治疗灵魂失调的良方——当我们的内在节律陷入混乱时,缪斯赐予的和声可助其重归宇宙秩序。

303

ἡ δὲ ἁρμονία, συγγενει̂ς ἔχουσα φορὰς ται̂ς ἐν ἡμι̂ν τη̂ς ψυχη̂ς περιόδοις, τῳ̂ μετὰ νου̂ προσχρωμένῳ Μούσαις οὐκ ἐφ' ἡδονὴν ἄλογον καθάπερ νυ̂ν εἰ̂ναι δοκει̂ χρήσιμος, ἀλλ' ἐπὶ τὴν γεγονυι̂αν ἐν ἡμι̂ν ἀνάρμοστον ψυχη̂ς περίοδον εἰς κατακόσμησιν καὶ συμφωνίαν ἑαυτῃ̂ σύμμαχος ὑπὸ Μουσω̂ν δέδοται: καὶ ῥυθμὸς αὐ̂ διὰ τὴν ἄμετρον ἐν ἡμι̂ν καὶ χαρίτων

303

节奏的赋予亦源于同理:因人类大多缺乏内在尺度与优雅气度,诸神便以同一原则赐予节律作为匡正之具。至此所述内容,除少数例外,皆展示理智主导的创造法则;然仍需在论述中补入必然性驱使的生成原理。盖因宇宙之形成实乃

304

[47e] ἐπιδεα̂ γιγνομένην ἐν τοι̂ς πλείστοις ἕξιν ἐπίκουρος ἐπὶ ταὐτὰ ὑπὸ τω̂ν αὐτω̂ν ἐδόθη. τὰ μὲν οὐ̂ν παρεληλυθότα τω̂ν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νου̂ δεδημιουργημένα: δει̂ δὲ καὶ τὰ δι' ἀνάγκης γιγνόμενα τῳ̂ λόγῳ παραθέσθαι. μεμειγμένη γὰρ

304

[47e] 理智与必然共同作用之产物——当理性说服必然将多数造物引向至善之境,此世界方得在智慧主导的必然性屈从下完成初始构建。

305

[48a] οὐ̂ν ἡ του̂δε του̂ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νου̂ συστάσεως ἐγεννήθη: νου̂ δὲ ἀνάγκης ἄρχοντος τῳ̂ πείθειν αὐτὴν τω̂ν γιγνομένων τὰ πλει̂στα ἐπὶ τὸ βέλτιστον ἄγειν, ταύτῃ κατὰ ταυ̂τά τε δι' ἀνάγκης ἡττωμένης ὑπὸ πειθου̂ς ἔμφρονος οὕτω κατ' ἀρχὰς συνίστατο τόδε τὸ πα̂ν.

305

[48a] 因此,这个宇宙的生成乃是必然与理智结合的产物。当理智统治必然,通过说服使其将生成事物中的大多数导向至善时,必然便在这过程中被理性说服所征服——正是基于此原则,这个整体在最初得以形成。

306

εἴ τις οὐ̂ν ᾑ̂ γέγονεν κατὰ ταυ̂τα ὄντως ἐρει̂, μεικτέον καὶ τὸ τη̂ς πλανωμένης εἰ̂δος αἰτίας, ᾑ̂ φέρειν πέφυκεν: ὡ̂δε οὐ̂ν πάλιν

306

若有人要真实追溯其形成过程,就必须将游移因的形式也纳入考量,这种原因天然具有传递性。因此我们需要重新回归本源,如同先前论述其他事物时那般,为当前议题确立新的原则。

307

[48b] ἀναχωρητέον, καὶ λαβου̂σιν αὐτω̂ν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὐ̂θις αὐ̂, καθάπερ περὶ τω̂ν τότε νυ̂ν οὕτω περὶ τούτων πάλιν ἀρκτέον+ ἀπ' ἀρχη̂ς.

307

[48b] 我们应当以更宏大的视角再次审视宇宙的整体,这不同于先前的二分法。彼时我们将存在划分为两种形态:一是作为范型而设定的可理知且永恒不变者,二是具有生成性且可见的摹本。而今必须阐明第三种存在形态。

308

τὴν δὴ πρὸ τη̂ς οὐρανου̂ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γη̂ς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη: νυ̂ν γὰρ οὐδείς πω γένεσιν αὐτω̂ν μεμήνυκεν, ἀλλ' ὡς εἰδόσιν πυ̂ρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτω̂ν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχει̂α του̂ παντός, προση̂κον αὐτοι̂ς οὐδ' ἂν ὡς ἐν συλλαβη̂ς

308

在宇宙形成之前,火、水、气、土的本性及其原始状态需要被重新审视。因为迄今为止,尚未有人阐明这些元素的生成过程,人们只是武断地将它们视为宇宙的基本构成要素,这种认知甚至不足以比拟音节中的字母组合。

309

[48c] εἴδεσιν μόνον εἰκότως ὑπὸ του̂ καὶ βραχὺ φρονου̂ντος ἀπεικασθη̂ναι.

309

[48c] 此刻我们应当采取这样的立场:关于这些元素究竟是单一本原还是多元本原的问题,暂时不宜妄下定论。这不仅因为当前论证方式难以清晰表达我们的观点,更因我既不愿强加于诸位,亦无法自信能正确驾驭如此宏大的命题。

310

νυ̂ν δὲ οὐ̂ν τό γε παρ' ἡμω̂ν ὡ̂δε ἐχέτω: τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκει̂ τούτων πέρι τὸ νυ̂ν οὐ ῥητέον, δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἰ̂ναι κατὰ τὸν παρόντα τρόπον τη̂ς διεξόδου δηλω̂σαι τὰ δοκου̂ντα, μήτ' οὐ̂ν ὑμει̂ς οἴεσθε δει̂ν ἐμὲ λέγειν, οὔτ' αὐτὸς αὐ̂ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθω̂ς ἐγχειροι̂μ'


[48d] ἂν τοσου̂τον ἐπιβαλλόμενος ἔργον: τὸ δὲ κατ' ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τω̂ν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἡ̂ττον εἰκότα, μα̂λλον δέ, καὶ ἔμπροσθεν ἀπ' ἀρχη̂ς περὶ ἑκάστων καὶ συμπάντων λέγειν. θεὸν δὴ καὶ νυ̂ν ἐπ' ἀρχῃ̂ τω̂ν λεγομένων σωτη̂ρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τω̂ν εἰκότων δόγμα διασῴζειν ἡμα̂ς

310

[48d] 但谨遵最初立下的原则——即遵循基于似然性的论述方式——我将尝试以不逊于任何人的严谨态度,从头开始对个别事物及整体存在进行阐释。此刻我们再次祈求神明庇佑,使我们在面对这个陌生而艰涩的论述时,能凭借对似然性真理的信念安然前行。

311

[48e] ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν. ἡ δ' οὐ̂ν αὐ̂θις ἀρχὴ περὶ του̂ παντὸς ἔστω μειζόνως τη̂ς πρόσθεν διῃρημένη: τότε μὲν γὰρ δύο εἴδη διειλόμεθα, νυ̂ν δὲ τρίτον ἄλλο γένος ἡμι̂ν δηλωτέον. τὰ μὲν γὰρ δύο ἱκανὰ ἠ̂ν ἐπὶ τοι̂ς ἔμπροσθεν λεχθει̂σιν, ἓν μὲν ὡς παραδείγματος εἰ̂δος ὑποτεθέν, νοητὸν καὶ ἀεὶ κατὰ ταὐτὰ ὄν, μίμημα δὲ

311

[48e] 让我们重新召唤神明的庇佑并开始论述。此刻关于宇宙本原的探讨需要以比先前更为宏大的维度展开:彼时我们区分了两个基本形态,如今必须揭示第三个本源。对于先前的论述来说,前两个已然足够——其一作为原型形态被设定,是永恒不变且可被理性认知的;其二作为原型的摹本,具有生成过程且可见。

312

[49a] παραδείγματος δεύτερον, γένεσιν ἔχον καὶ ὁρατόν. τρίτον δὲ τότε μὲν οὐ διειλόμεθα, νομίσαντες τὰ δύο ἕξειν ἱκανω̂ς:

312

[49a] 第三类本源当时尚未区分,我们曾以为二者已足够。然而当下的论述似乎迫使我们尝试用语言阐明这个艰深而模糊的形态。我们当如何理解它的本质与特性?最恰当的描述是:它乃是万物生成之基壤,宛若哺育万物的乳母。

313

νυ̂ν δὲ ὁ λόγος ἔοικεν εἰσαναγκάζειν χαλεπὸν καὶ ἀμυδρὸν εἰ̂δος ἐπιχειρει̂ν λόγοις ἐμφανίσαι. τίν' οὐ̂ν ἔχον δύναμιν καὶ φύσιν αὐτὸ ὑποληπτέον; τοιάνδε μάλιστα: πάσης εἰ̂ναι γενέσεως ὑποδοχὴν αὐτὴν οἱ̂ον τιθήνην.


εἴρηται μὲν οὐ̂ν τἀληθές, δει̂ δὲ ἐναργέστερον εἰπει̂ν περὶ αὐτου̂, χαλεπὸν

313

虽已道出真相,仍需更清晰地阐释。这实属不易,

314

[49b] δὲ ἄλλως τε καὶ διότι προαπορηθη̂ναι περὶ πυρὸς καὶ τω̂ν μετὰ πυρὸς ἀναγκαι̂ον τούτου χάριν: τούτων γὰρ εἰπει̂ν ἕκαστον ὁποι̂ον ὄντως ὕδωρ χρὴ λέγειν μα̂λλον ἢ πυ̂ρ, καὶ ὁποι̂ον ὁτιου̂ν μα̂λλον ἢ καὶ ἅπαντα καθ' ἕκαστόν τε, οὕτως ὥστε τινὶ πιστῳ̂ καὶ βεβαίῳ χρήσασθαι λόγῳ, χαλεπόν.

314

[49b] 尤其因为我们必须首先探讨火元素及其同源物:若要将每个元素——无论水、火或其他——准确地描述为具有稳定本质的存在,而非仅凭表象断言,需要建立可靠且坚实的论述根基,这确属艰巨。

315

πω̂ς οὐ̂ν δὴ του̂τ' αὐτὸ καὶ πῃ̂ καὶ τί περὶ αὐτω̂ν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; πρω̂τον μέν, ὃ δὴ νυ̂ν ὕδωρ ὠνομάκαμεν, πηγνύμενον ὡς δοκου̂μεν λίθους καὶ γη̂ν γιγνόμενον

315

我们当以何种方式对此展开合理探讨?首先,我们称之为水的元素,凝结时看似化为石与土;

316

[49c] ὁρω̂μεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὐ̂ ταὐτὸν του̂το πνευ̂μα καὶ ἀέρα, συγκαυθέντα δὲ ἀέρα πυ̂ρ, ἀνάπαλιν δὲ συγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὐ̂θις ἀέρος πυ̂ρ, καὶ πάλιν ἀέρα συνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μα̂λλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γη̂ν καὶ λίθους αὐ̂θις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν.

316

[49c] 消融分解时又化作气息与气;当气被点燃则成为火;反之当火凝聚熄灭,则复归于气的形态;气聚集浓缩则为云雾,更密集者则凝结为水;由水再生出土与石,如此循环往复,构成可见的生成之轮转。

317

οὕτω δὴ τούτων οὐδέποτε

317

这些元素既然从未

318

[49d] τω̂ν αὐτω̂ν ἑκάστων φανταζομένων, ποι̂ον αὐτω̂ν ὡς ὂν ὁτιου̂ν του̂το καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνει̂ταί τις ἑαυτόν;

318

[49d] 当同一种元素持续显现不同形态时,若有人坚称其中任一形态具有恒常本质,难道不会自感羞愧吗?

319

οὐκ ἔστιν, ἀλλ' ἀσφαλέστατα μακρῳ̂ περὶ τούτων τιθεμένους ὡ̂δε λέγειν: ἀεὶ ὃ καθορω̂μεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πυ̂ρ, μὴ του̂το ἀλλὰ τὸ τοιου̂τον ἑκάστοτε προσαγορεύειν πυ̂ρ, μηδὲ ὕδωρ του̂το ἀλλὰ τὸ τοιου̂τον ἀεί, μηδὲ ἄλλο ποτὲ μηδὲν ὥς τινα ἔχον βεβαιότητα, ὅσα

319

断无此理。最稳妥之法乃以审慎态度作如是说:凡我们所见恒常变化者,如火元素之形态,不宜称其为火之本质,而应谓之"类火";水之形态亦非水之本真,当谓之"类水"。凡此种种现象,皆不可冠以"此即某物"之确定称谓,因

320

[49e] δεικνύντες τῳ̂ ῥήματι τῳ̂ τόδε καὶ του̂το προσχρώμενοι δηλου̂ν ἡγούμεθά τι: φεύγει γὰρ οὐχ ὑπομένον τὴν του̂ τόδε καὶ του̂το καὶ τὴν τῳ̂δε καὶ πα̂σαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις. ἀλλὰ ταυ̂τα μὲν ἕκαστα μὴ λέγειν, τὸ δὲ τοιου̂τον ἀεὶ περιφερόμενον ὅμοιον ἑκάστου πέρι καὶ συμπάντων οὕτω καλει̂ν, καὶ δὴ καὶ πυ̂ρ τὸ διὰ παντὸς τοιου̂τον, καὶ ἅπαν ὅσονπερ ἂν ἔχῃ γένεσιν: ἐν ᾡ̂ δὲ ἐγγιγνόμενα ἀεὶ ἕκαστα αὐτω̂ν φαντάζεται καὶ πάλιν ἐκει̂θεν ἀπόλλυται,

320

[49e] 其总在逃避"这个""那个"等固定指称。凡试图以确定语词如"此物""彼物"来指称者,皆未能领悟其本质。当摒弃此类表述,转而以"类属"称之。火元素当视为永恒流动的类火形态,其他生成变化之物皆应作如是观。承载诸般形态的母体之中,万物时隐时现,

321

[50a] μόνον ἐκει̂νο αὐ̂ προσαγορεύειν τῳ̂ τε του̂το καὶ τῳ̂ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονου̂ν τι, θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιου̂ν τω̂ν ἐναντίων, καὶ πάνθ' ὅσα ἐκ τούτων, μηδὲν ἐκει̂νο αὐ̂ τούτων καλει̂ν.

321

[50a] 唯母体本身可用"此""彼"等确定称谓。至于具体属性如温热、洁白等对立性质,及其派生之万物,皆不可直接等同于母体本身。

322

ἔτι δὲ σαφέστερον αὐτου̂ πέρι προθυμητέον αὐ̂θις εἰπει̂ν. εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσου̂ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτω̂ν ἓν καὶ ἐρομένου

322

为求明晰,不妨再作喻示:若有人以黄金铸造诸般形态,虽经千万变化而黄金本质不改。当被问及其中某形态为何物时,最确当的回答唯"此乃黄金"。至于三角形等具体形态,

323

[50b] τί ποτ' ἐστί, μακρῳ̂ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπει̂ν ὅτι χρυσός, τὸ δὲ τρίγωνον ὅσα τε ἄλλα σχήματα ἐνεγίγνετο, μηδέποτε λέγειν ταυ̂τα ὡς ὄντα, ἅ γε μεταξὺ τιθεμένου μεταπίπτει, ἀλλ' ἐὰν ἄρα καὶ τὸ τοιου̂τον μετ' ἀσφαλείας ἐθέλῃ δέχεσθαί τινος, ἀγαπα̂ν.

323

[50b] 因其始终处于转化之中,不可妄称其具有独立存在。若有人能安然接受此等暂时形态,已属难能可贵。

324

ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τη̂ς τὰ πάντα δεχομένης σώματα φύσεως. ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον: ἐκ γὰρ τη̂ς ἑαυτη̂ς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως--δέχεταί τε γὰρ ἀεὶ τὰ πάντα, καὶ

324

此理同样适用于包容万物的母体本性。其当被永恒地以同一称谓指代:因其本然能力永不消逝——既永远接纳万物,又

325

[50c] μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τω̂ν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῃ̂ οὐδαμω̂ς: ἐκμαγει̂ον γὰρ φύσει παντὶ κει̂ται, κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τω̂ν εἰσιόντων, φαίνεται δὲ δι' ἐκει̂να ἄλλοτε ἀλλοι̂ον--τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τω̂ν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπ' αὐτω̂ν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰς αὐ̂θις μέτιμεν.

325

[50c] 其自身从未在任何形态上与任何进入之物相似。因其本性即为万物的模铸基质,受进入者牵动塑形时,则借彼等之力显现出千变万化之相——那些往来不息者乃是永恒存在的摹本,以某种玄妙难言的方式自原型印刻而来,此理容后详述。

326

ἐν δ' οὐ̂ν τῳ̂ παρόντι χρὴ γένη διανοηθη̂ναι τριττά, τὸ μὲν

326

当下须辨识三重本原:其一为生成变化之现象,

327

[50d] γιγνόμενον, τὸ δ' ἐν ᾡ̂ γίγνεται, τὸ δ' ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον.

327

[50d] 其二为生成变化之所在,其三为生成现象所摹仿之原型。

328

καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δ' ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ, νοη̂σαί τε ὡς οὐκ ἂν ἄλλως, ἐκτυπώματος ἔσεσθαι μέλλοντος ἰδει̂ν ποικίλου πάσας ποικιλίας, του̂τ' αὐτὸ ἐν ᾡ̂ ἐκτυπούμενον ἐνίσταται γένοιτ' ἂν παρεσκευασμένον εὐ̂, πλὴν ἄμορφον ὂν ἐκείνων ἁπασω̂ν τω̂ν ἰδεω̂ν ὅσας

328

恰当之喻当如是:接受者为母体,原型为父体,二者间之本原则为子嗣。须知欲使斑斓印记得以显现,其受印之基质必先保持原始状态——虽无形无相,却须全然准备好接纳来自理念形态的万千气象。

329

[50e] μέλλοι δέχεσθαί ποθεν. ὅμοιον γὰρ ὂν τω̂ν ἐπεισιόντων τινὶ τὰ τη̂ς ἐναντίας τά τε τη̂ς τὸ παράπαν ἄλλης φύσεως ὁπότ' ἔλθοι δεχόμενον κακω̂ς ἂν ἀφομοιοι̂, τὴν αὑτου̂ παρεμφαι̂νον ὄψιν.

329

[50e] 因其若与任一进入者相似,当接纳对立或异质者时,必将拙劣地呈现摹仿之相,显露出自身固有的样貌。

330

διὸ καὶ πάντων ἐκτὸς εἰδω̂ν εἰ̂ναι χρεὼν τὸ τὰ πάντα ἐκδεξόμενον ἐν αὑτῳ̂ γένη, καθάπερ περὶ τὰ ἀλείμματα ὁπόσα εὐώδη τέχνῃ μηχανω̂νται πρω̂τον του̂τ' αὐτὸ ὑπάρχον, ποιου̂σιν ὅτι μάλιστα ἀώδη τὰ δεξόμενα ὑγρὰ τὰς ὀσμάς:

330

故必须使这容纳万物的母体超脱所有形态,犹如巧匠调制香膏时,先使基底油液全然无味;

331

ὅσοι τε ἔν τισιν τω̂ν μαλακω̂ν σχήματα ἀπομάττειν ἐπιχειρου̂σι, τὸ παράπαν σχη̂μα οὐδὲν ἔνδηλον ὑπάρχειν ἐω̂σι, προομαλύναντες δὲ ὅτι λειότατον ἀπεργάζονται.

331

又如在柔软材质上印刻图案者,必先将其表面研磨至无比光洁,不容半点固有形态残留。

332

[51a] ταὐτὸν οὐ̂ν καὶ τῳ̂ τὰ τω̂ν πάντων ἀεί τε ὄντων κατὰ πα̂ν ἑαυτου̂ πολλάκις ἀφομοιώματα καλω̂ς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῳ̂ προσήκει πεφυκέναι τω̂ν εἰδω̂ν. διὸ δὴ τὴν του̂ γεγονότος ὁρατου̂ καὶ πάντως αἰσθητου̂ μητέρα καὶ ὑποδοχὴν μήτε γη̂ν μήτε ἀέρα μήτε πυ̂ρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὡ̂ν ταυ̂τα γέγονεν: ἀλλ' ἀνόρατον εἰ̂δός τι καὶ ἄμορφον, πανδεχές, μεταλαμβάνον

332

[51a] 因此,对于那将要完美接纳永恒存在之万物摹本者,其自身必须全然超脱于所有形态之外。正因如此,我们不应将生成可见世界之母体与容器称作土、气、火、水等元素,亦非其衍生物或构成要素;而应称之为某种不可见的无形形态,全接纳的,虽以最难以捉摸的方式分有可理知者——如此表述绝非虚妄。

333

[51b] δὲ ἀπορώτατά πῃ του̂ νοητου̂ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα. καθ' ὅσον δ' ἐκ τω̂ν προειρημένων δυνατὸν ἐφικνει̂σθαι τη̂ς φύσεως αὐτου̂, τῃ̂δ' ἄν τις ὀρθότατα λέγοι: πυ̂ρ μὲν ἑκάστοτε αὐτου̂ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθὲν ὕδωρ, γη̂ν τε καὶ ἀέρα καθ' ὅσον ἂν μιμήματα τούτων δέχηται. λόγῳ δὲ δὴ μα̂λλον τὸ τοιόνδε διοριζομένους περὶ αὐτω̂ν διασκεπτέον: ἀ̂ρα ἔστιν τι πυ̂ρ αὐτὸ ἐφ' ἑαυτου̂ καὶ πάντα περὶ ὡ̂ν ἀεὶ λέγομεν οὕτως

333

[51b] 通过前述特征,我们或可最确切地把握其本性:当其炽燃部分显现时谓之火,湿润部分则成水,土与气则随其接纳相应摹本的程度而定。但更需以理性辨析其本质——是否存在独立自存的火元素本身?以及我们惯常以此方式言说的其他元素是否真实存在?

334

[51c] αὐτὰ καθ' αὑτὰ ὄντα ἕκαστα, ἢ ταυ̂τα ἅπερ καὶ βλέπομεν, ὅσα τε ἄλλα διὰ του̂ σώματος αἰσθανόμεθα, μόνα ἐστὶν τοιαύτην ἔχοντα ἀλήθειαν, ἄλλα δὲ οὐκ ἔστι παρὰ ταυ̂τα οὐδαμῃ̂ οὐδαμω̂ς, ἀλλὰ μάτην ἑκάστοτε εἰ̂ναί τί φαμεν εἰ̂δος ἑκάστου νοητόν, τὸ δ' οὐδὲν ἄρ' ἠ̂ν πλὴν λόγος;

334

[51c] 它们各自是否具有独立实在性?抑或我们通过身体感知的这些事物及其同类方为唯一真实,此外别无他物?难道我们所谓"每物之可知形态"只是虚言,不过理性构建的幻影?

335

οὔτε οὐ̂ν δὴ τὸ παρὸν ἄκριτον καὶ ἀδίκαστον ἀφέντα ἄξιον φάναι διισχυριζόμενον ἔχειν οὕτως, οὔτ' ἐπὶ λόγου μήκει πάρεργον

335

既不可放任当前问题悬而未决,贸然断言此立场正确;亦不应在论述中横生枝节。若能以简明定义阐明要义,方为最合时宜。

336

[51d] ἄλλο μη̂κος ἐπεμβλητέον: εἰ δέ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχέων φανείη, του̂το μάλιστα ἐγκαιριώτατον γένοιτ' ἄν.


ὡ̂δε οὐ̂ν τήν γ' ἐμὴν αὐτὸς τίθεμαι ψη̂φον. εἰ μὲν νου̂ς καὶ δόξα ἀληθής ἐστον δύο γένη, παντάπασιν εἰ̂ναι καθ' αὑτὰ ταυ̂τα, ἀναίσθητα ὑφ' ἡμω̂ν εἴδη, νοούμενα μόνον: εἰ δ', ὥς τισιν φαίνεται, δόξα ἀληθὴς νου̂ διαφέρει τὸ μηδέν, πάνθ' ὁπόσ' αὐ̂ διὰ του̂ σώματος αἰσθανόμεθα θετέον βεβαιότατα.

336

[51d] 兹陈述本人立场:若理智与真意见确为两种独立存在,皆不可感知而唯理性可知;反之若真意见与理智无本质差异,则必须确认凡通过身体感知者即为最真实之存在。

337

[51e] δύο δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχετον. τὸ μὲν γὰρ αὐτω̂ν διὰ διδαχη̂ς, τὸ δ' ὑπὸ πειθου̂ς ἡμι̂ν ἐγγίγνεται: καὶ τὸ μὲν ἀεὶ+ μετ' ἀληθου̂ς+ λόγου+, τὸ δὲ ἄλογον+: καὶ τὸ μὲν ἀκίνητον+ πειθοι̂+, τὸ δὲ μεταπειστόν+: καὶ του̂ μὲν πάντα ἄνδρα μετέχειν φατέον, νου̂ δὲ θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι. τούτων δὲ οὕτως ἐχόντων

337

[51e] 因此必须阐明二者:它们是独立生成的,且性质迥异。其一通过教导获得,另一则源于劝服;前者永远伴随真理性论述,后者则非理性;前者不可动摇,后者易受改变;当言及凡人都可分享后者,而理智唯诸神所有,人类仅有微末禀赋。基于此等事实,

338

[52a] ὁμολογητέον ἓν μὲν εἰ̂ναι τὸ κατὰ ταὐτὰ εἰ̂δος ἔχον, ἀγέννητον καὶ ἀνώλεθρον, οὔτε εἰς ἑαυτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον, του̂το ὃ δὴ νόησις εἴληχεν ἐπισκοπει̂ν:

338

[52a] 我们必须承认存在第一类——永恒保持同一形态,非生成且不可毁灭,既不接纳他物于己身,亦不进入他处;不可见且超越感知,这正是理性沉思所观照的对象。第二类与前者同名且相似,乃可感知之生成物,永远处于流变之中,在特定场所生灭,通过意见与感知被把握。第三类则是永恒的空间,不接纳消亡,

339

τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκει̂θεν ἀπολλύμενον, δόξῃ μετ' αἰσθήσεως περιληπτόν: τρίτον δὲ αὐ̂ γένος ὂν τὸ τη̂ς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον,

339

为所有生成物提供基位,其本身虽不可触知,却可通过某种僭越的推理勉强理解,我们常在梦中窥视它,坚称存在必须占据某个场所——即某种空间,而虚无既不存于大地,亦不在天界任何处所。

340

[52b] ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πα̂σιν, αὐτὸ δὲ μετ' ἀναισθησίας ἁπτὸν λογισμῳ̂ τινι νόθῳ, μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολου̂μεν βλέποντες καί φαμεν ἀναγκαι̂ον εἰ̂ναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτ' ἐν γῃ̂ μήτε που κατ' οὐρανὸν οὐδὲν εἰ̂ναι.

340

[52b] 所有这些以及与清醒状态下真实本性相关的同类现象,皆因这种梦境式认知使我们难以在觉醒时精确界定真理。既然影像本身并不属于其所依附的实体,而是始终作为他者的幻影存在,那么它必然生成于他处——某种维系着本质联系的所在,否则将全然虚无。唯有通过严密论证的真理,才能阐明:当某物在此,彼物在彼,二者永不相互交融时,

341

ταυ̂τα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθω̂ς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τη̂ς ὀνειρώξεως

341

这种关于真实存在的辅助性论述方才成立。然而我们受制于这种昏昧认知,

342

[52c] οὐ δυνατοὶ γιγνόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδ' αὐτὸ του̂το ἐφ' ᾡ̂ γέγονεν ἑαυτη̂ς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταυ̂τα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἰ̂ναι, τῳ̂ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι' ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾐ̂, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον

342

[52c] 无法清晰表述真理。影像因其非自存性,始终作为他者的投影流转,故需依存于他者——某种与本质若即若离的载体,或根本虚无。精确的真理论述表明:只要此物在此处,彼物在彼处,两者永不相混,则必须存在某种使此在与此在、彼在与彼在保持区隔的基质性空间。

343

[52d] ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον. οὑ̂τος μὲν οὐ̂ν δὴ παρὰ τη̂ς ἐμη̂ς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἰ̂ναι, τρία τριχῃ̂, καὶ πρὶν οὐρανὸν γενέσθαι: τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γη̂ς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται

343

[52d] 同一者将同时成为一与二。此乃经吾人判断总结之要旨:存在、阔纳与生成三者分立,早于天体之形成。生成之乳母受湿润与灼烤,接纳土元素与气元素之形态,

344

[52e] πάσχουσαν, παντοδαπὴν μὲν ἰδει̂ν φαίνεσθαι, διὰ δὲ τὸ μήθ' ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατ' οὐδὲν αὐτη̂ς ἰσορροπει̂ν, ἀλλ' ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπ' ἐκείνων αὐτήν, κινουμένην δ' αὐ̂ πάλιν ἐκει̂να σείειν: τὰ δὲ κινούμενα ἄλλα ἄλλοσε ἀεὶ φέρεσθαι διακρινόμενα, ὥσπερ τὰ ὑπὸ τω̂ν πλοκάνων τε καὶ ὀργάνων τω̂ν περὶ τὴν του̂ σίτου κάθαρσιν σειόμενα καὶ

344

[52e] 以及与之相伴之诸般属性。其呈现千变万化之形貌,然因所蕴含之力既不相似亦不均衡,自身无从达致平衡,乃在诸力牵引下颠簸震荡。受动者复以动制之,所载物各向离散,犹如簸麦之筛具震荡间,

345

[53a] ἀνικμώμενα τὰ μὲν πυκνὰ καὶ βαρέα ἄλλῃ, τὰ δὲ μανὰ καὶ κου̂φα εἰς ἑτέραν ἵζει φερόμενα ἕδραν: τότε οὕτω τὰ τέτταρα γένη σειόμενα ὑπὸ τη̂ς δεξαμενη̂ς, κινουμένης αὐτη̂ς οἱ̂ον ὀργάνου σεισμὸν παρέχοντος, τὰ μὲν ἀνομοιότατα πλει̂στον αὐτὰ ἀφ' αὑτω̂ν ὁρίζειν, τὰ δὲ ὁμοιότατα μάλιστα εἰς ταὐτὸν συνωθει̂ν, διὸ δὴ καὶ χώραν ταυ̂τα ἄλλα ἄλλην ἴσχειν, πρὶν καὶ τὸ πα̂ν ἐξ αὐτω̂ν διακοσμηθὲν γενέσθαι.

345

[53a] 致密沉重者归于一隅,疏松轻盈者另栖他处。当四类元素受此容器震荡——其动若器械之颠摇——最相异者彼此远遁,至相似者聚集归同。此乃全体有序生成之前,诸元素各安其位之故。

346

καὶ τὸ μὲν δὴ πρὸ τούτου πάντα ταυ̂τ' εἰ̂χεν ἀλόγως καὶ ἀμέτρως:

346

在此秩序之前,万物皆处于无理无序之态。

347

[53b] ὅτε δ' ἐπεχειρει̂το κοσμει̂σθαι τὸ πα̂ν, πυ̂ρ πρω̂τον καὶ ὕδωρ καὶ γη̂ν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτω̂ν ἄττα, παντάπασί γε μὴν διακείμενα ὥσπερ εἰκὸς ἔχειν ἅπαν ὅταν ἀπῃ̂ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταυ̂τα πρω̂τον διεσχηματίσατο εἴδεσί τε καὶ ἀριθμοι̂ς.

347

[53b] 当宇宙开始被构造时,火元素、水、土元素与气最初虽保有各自形态的痕迹,却全然处于无序状态——这正是任何事物在未经神性塑造时所应有的样态。因此造物主首先将这些元素赋予形态与数理结构。

348

τὸ δὲ ᾑ̂ δυνατὸν ὡς κάλλιστα ἄριστά τε ἐξ οὐχ οὕτως ἐχόντων τὸν θεὸν αὐτὰ συνιστάναι, παρὰ πάντα ἡμι̂ν ὡς ἀεὶ του̂το λεγόμενον ὑπαρχέτω: νυ̂ν δ' οὐ̂ν τὴν διάταξιν αὐτω̂ν ἐπιχειρητέον ἑκάστων καὶ γένεσιν

348

至于神如何从这般无序中构筑出至善至美的存在,我们当永远秉持这一神圣命题。此刻我们必须尝试阐明各元素的配置及其生成过程——

349

[53c] ἀήθει λόγῳ πρὸς ὑμα̂ς δηλου̂ν, ἀλλὰ γὰρ ἐπεὶ μετέχετε τω̂ν κατὰ παίδευσιν ὁδω̂ν δι' ὡ̂ν ἐνδείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, συνέψεσθε.

349

[53c] 以非惯常的论述方式向诸位说明。然因诸位皆通晓辩证之法,须以必要论证支撑所言,自能理解其中奥义。

350

πρω̂τον μὲν δὴ πυ̂ρ καὶ γη̂ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δη̂λόν που καὶ παντί: τὸ δὲ του̂ σώματος εἰ̂δος πα̂ν καὶ βάθος ἔχει. τὸ δὲ βάθος αὐ̂ πα̂σα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν: ἡ δὲ ὀρθὴ τη̂ς ἐπιπέδου βάσεως ἐκ τριγώνων συνέστηκεν. τὰ δὲ τρίγωνα πάντα ἐκ δυοι̂ν ἄρχεται

350

首先,火、土、水、气皆为物体,此理昭然。凡物体必具形态与深度。深度之本质必然包含平面维度,而平面之基础结构由三角形构成。所有三角形皆源于两种原型——

351

[53d] τριγώνοιν, μίαν μὲν ὀρθὴν ἔχοντος ἑκατέρου γωνίαν, τὰς δὲ ὀξείας: ὡ̂ν τὸ μὲν ἕτερον ἑκατέρωθεν ἔχει μέρος γωνίας ὀρθη̂ς πλευραι̂ς ἴσαις διῃρημένης, τὸ δ' ἕτερον ἀνίσοις ἄνισα μέρη νενεμημένης. ταύτην δὴ πυρὸς ἀρχὴν καὶ τω̂ν ἄλλων σωμάτων ὑποτιθέμεθα κατὰ τὸν μετ' ἀνάγκης εἰκότα λόγον πορευόμενοι: τὰς δ' ἔτι τούτων ἀρχὰς ἄνωθεν θεὸς οἰ̂δεν καὶ ἀνδρω̂ν ὃς ἂν ἐκείνῳ φίλος ᾐ̂.

351

[53d] 其一为等边三角形,直角平分于两侧;其二为不等边三角形,直角被不等分。此二者乃火元素及其他物体之基元,我们遵循必然性引导下的似真论证而立此假说。至于更深层的本原,唯神明及其眷顾者方可知晓。

352

δει̂ δὴ λέγειν ποι̂α

352

现在需要阐明的是:

353

[53e] κάλλιστα σώματα γένοιτ' ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοι̂ς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτω̂ν ἄττα διαλυόμενα γίγνεσθαι: τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γη̂ς τε καὶ πυρὸς τω̂ν τε ἀνὰ λόγον ἐν μέσῳ.

353

[53e] 何种四体构造最为完美,既能保持相互差异,又可通过分解重组实现转化?得此答案,我们便掌握了土与火及其比例中项的生成真相。

354

τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἰ̂ναί που καθ' ἓν γένος ἕκαστον ὄν. του̂τ' οὐ̂ν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη συναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμα̂ς φύσιν ἱκανω̂ς εἰληφέναι.

354

吾辈绝不容认世上存在比这四种更完美的单一形态。当务之急乃是建构四种尽善尽美的物体类型,并宣称我们已充分把握其本质规律。

355

[54a] τοι̂ν δὴ δυοι̂ν τριγώνοιν τὸ μὲν ἰσοσκελὲς μίαν εἴληχεν φύσιν, τὸ δὲ πρόμηκες ἀπεράντους: προαιρετέον οὐ̂ν αὐ̂ τω̂ν ἀπείρων τὸ κάλλιστον, εἰ μέλλομεν ἄρξεσθαι κατὰ τρόπον.

355

[54a] 关于这两种三角形,等边三角形具有单一本质,而不等边三角形则拥有无限可能。我们必须从这无限可能中选取最完美者,方能以恰当方式展开论述。

356

ἂν οὐ̂ν τις ἔχῃ κάλλιον ἐκλεξάμενος εἰπει̂ν εἰς τὴν τούτων σύστασιν, ἐκει̂νος οὐκ ἐχθρὸς ὢν ἀλλὰ φίλος κρατει̂: τιθέμεθα δ' οὐ̂ν τω̂ν πολλω̂ν τριγώνων κάλλιστον ἕν, ὑπερβάντες τἀ̂λλα, ἐξ οὑ̂ τὸ ἰσόπλευρον τρίγωνον ἐκ τρίτου συνέστηκεν.

356

若有人能提出更优方案用于构建这些形态,其非敌而实为友,理应胜出。然我等暂定多数三角形中最完美者,超越其余,即由第三种方式构成的等边三角形。

357

[54b] διότι δέ, λόγος πλείων: ἀλλὰ τῳ̂ του̂το ἐλέγξαντι καὶ ἀνευρόντι δὴ οὕτως ἔχον κει̂ται φίλια τὰ ἀ̂θλα. προῃρήσθω δὴ δύο τρίγωνα ἐξ ὡ̂ν τό τε του̂ πυρὸς καὶ τὰ τω̂ν ἄλλων σώματα μεμηχάνηται, τὸ μὲν ἰσοσκελές, τὸ δὲ τριπλη̂ν κατὰ δύναμιν ἔχον τη̂ς ἐλάττονος τὴν μείζω πλευρὰν ἀεί.

357

[54b] 其所以然之理需长篇阐释:但凡能论证并发现此理者,自当获致友谊之礼赞。今当择定两种基础三角形——火元素及其他物体皆由此构造,一为等腰,一为三倍短边之不等边者。

358

τὸ δὴ πρόσθεν ἀσαφω̂ς ῥηθὲν νυ̂ν μα̂λλον διοριστέον. τὰ γὰρ τέτταρα γένη δι' ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθω̂ς φανταζόμενα: γίγνεται μὲν γὰρ ἐκ

358

先前含混之论,现需更精确界定。四类形态看似相互转化,实为误判:盖因由所选三角形构成之四类形态中,三类源于不等边三角形,第四类独由等腰三角形构成。

359

[54c] τω̂ν τριγώνων ὡ̂ν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς του̂ τὰς πλευρὰς ἀνίσους ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ του̂ ἰσοσκελου̂ς τριγώνου συναρμοσθέν. οὔκουν δυνατὰ πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλω̂ν σμικρω̂ν ὀλίγα μεγάλα καὶ τοὐναντίον γίγνεσθαι, τὰ δὲ τρία οἱ̂όν τε:

359

[54c] 三者皆不可完全互化,唯三类可相互转化。当较大形态分解时,其基础三角形可重组为众多较小形态;同理,诸多小三角形若按适当形态重组,亦可聚合成单一全新形态。

360

ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τε τω̂ν μειζόνων πολλὰ σμικρὰ ἐκ τω̂ν αὐτω̂ν συστήσεται, δεχόμενα τὰ προσήκοντα ἑαυτοι̂ς σχήματα, καὶ σμικρὰ ὅταν αὐ̂ πολλὰ κατὰ

360

至于各类形态之具体构成及其几何基础,当循序阐明。首要最小形态之元素,乃短边平方根二倍长度者:两如此元素沿对角线叠合三次,

361

[54d] τὰ τρίγωνα διασπαρῃ̂, γενόμενος εἱ̂ς ἀριθμὸς ἑνὸς ὄγκου μέγα ἀποτελέσειεν ἂν ἄλλο εἰ̂δος ἕν.

361

[54d] 辅以短边构成之六等边三角形,乃形成正二十面体之基础。当直径与短边以中心为支点交汇时,六个此类元素即构成正八面体。

362

ταυ̂τα μὲν οὐ̂ν λελέχθω περὶ τη̂ς εἰς ἄλληλα γενέσεως: οἱ̂ον δὲ ἕκαστον αὐτω̂ν γέγονεν εἰ̂δος καὶ ἐξ ὅσων συμπεσόντων ἀριθμω̂ν, λέγειν ἂν ἑπόμενον εἴη. ἄρξει δὴ τό τε πρω̂τον εἰ̂δος καὶ σμικρότατον συνιστάμενον, στοιχει̂ον δ' αὐτου̂ τὸ τὴν ὑποτείνουσαν τη̂ς ἐλάττονος πλευρα̂ς διπλασίαν ἔχον μήκει: σύνδυο δὲ τοιούτων κατὰ διάμετρον συντιθεμένων καὶ τρὶς τούτου

362

此等形态转化之理已述毕。至于各形态之具体构成及其元素数量,当依次详述。首要最小形态由基础元素构成,其短边平方根为两倍长度:两如此元素沿对角线叠合三次,

363

[54e] γενομένου, τὰς διαμέτρους καὶ τὰς βραχείας πλευρὰς εἰς ταὐτὸν ὡς κέντρον ἐρεισάντων, ἓν ἰσόπλευρον τρίγωνον ἐξ ἓξ τὸν ἀριθμὸν ὄντων γέγονεν. τρίγωνα δὲ ἰσόπλευρα συνιστάμενα τέτταρα κατὰ σύντρεις ἐπιπέδους γωνίας μίαν στερεὰν

363

[54e] 当直径与短边共同支撑于同一中心时,六个这样的元素共同构成了一个等边三角形。四个等边三角形通过三个平面角的组合,

364

[55a] γωνίαν ποιει̂, τη̂ς ἀμβλυτάτης τω̂ν ἐπιπέδων γωνιω̂ν ἐφεξη̂ς γεγονυι̂αν: τοιούτων δὲ ἀποτελεσθεισω̂ν τεττάρων πρω̂τον εἰ̂δος στερεόν, ὅλου περιφερου̂ς διανεμητικὸν εἰς ἴσα μέρη καὶ ὅμοια, συνίσταται.

364

[55a] 形成了一个立体角——这是平面角中最钝的角依次相接而形成的:当四个这样的角构成时,就形成了第一个立体形态,这个形态能够将完整的球面均等地分割为相同且相似的部分。

365

δεύτερον δὲ ἐκ μὲν τω̂ν αὐτω̂ν τριγώνων, κατὰ δὲ ἰσόπλευρα τρίγωνα ὀκτὼ συστάντων, μίαν ἀπεργασαμένων στερεὰν γωνίαν ἐκ τεττάρων ἐπιπέδων: καὶ γενομένων ἓξ τοιούτων τὸ δεύτερον αὐ̂ σω̂μα οὕτως ἔσχεν τέλος. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τω̂ν στοιχείων συμπαγέντων,

365

第二个形态则由同样的三角形元素构成,八组等边三角形通过组合,以四个平面形成一个立体角:当六个这样的角形成时,第二个物体便如此完成。第三个形态则由六十个基础元素凝聚而成,

366

[55b] στερεω̂ν δὲ γωνιω̂ν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχομένης ἑκάστης, εἴκοσι βάσεις ἔχον ἰσοπλεύρους τριγώνους γέγονεν.

366

[55b] 具有十二个立体角,每个角由五个等边三角形平面围合,形成了二十个等边三角形基底。

367

καὶ τὸ μὲν ἕτερον ἀπήλλακτο τω̂ν στοιχείων ταυ̂τα γεννη̂σαν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον ἐγέννα τὴν του̂ τετάρτου φύσιν, κατὰ τέτταρα συνιστάμενον, εἰς τὸ κέντρον τὰς ὀρθὰς γωνίας συνάγον, ἓν ἰσόπλευρον τετράγωνον ἀπεργασάμενον: ἓξ δὲ τοιαυ̂τα

367

其中一种形态已完全脱离生成这些元素的基质,而等腰三角形则通过四组组合生成了第四种本质,其直角汇聚于中心,最终形成一个等边四边形:六个这样的

368

[55c] συμπαγέντα γωνίας ὀκτὼ στερεὰς ἀπετέλεσεν, κατὰ τρει̂ς ἐπιπέδους ὀρθὰς συναρμοσθείσης ἑκάστης: τὸ δὲ σχη̂μα του̂ συστάντος σώματος γέγονεν κυβικόν, ἓξ ἐπιπέδους τετραγώνους ἰσοπλεύρους βάσεις ἔχον.

368

[55c] 元素凝聚后产生了八个立体角,每个角由三个直角平面组合而成:由此形成的物体形态呈现立方体状,具有六个由等边四边形构成的平面基底。

369

ἔτι δὲ οὔσης συστάσεως μια̂ς πέμπτης, ἐπὶ τὸ πα̂ν ὁ θεὸς αὐτῃ̂ κατεχρήσατο ἐκει̂νο διαζωγραφω̂ν. ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελω̂ς ἀποροι̂ πότερον ἀπείρους χρὴ κόσμους εἰ̂ναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν

369

此外尚有第五种组合方式,神将其用于描绘宇宙整体。若有人精密推演这一切后仍困惑于应当主张宇宙是无限还是有限,则他

370

[55d] ἀπείρους ἡγήσαιτ' ἂν ὄντως ἀπείρου τινὸς εἰ̂ναι δόγμα ὡ̂ν ἔμπειρον χρεὼν εἰ̂ναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μα̂λλον ἂν ταύτῃ στὰς εἰκότως διαπορήσαι.

370

[55d] 若有人将无限性视为某种无限教义的真实属性,进而困惑于应当主张宇宙数量是无限还是有限时——尤其当需要确定究竟说一个还是五个宇宙才符合真理时——这种立场或许更值得理性探讨。

371

τὸ μὲν οὐ̂ν δὴ παρ' ἡμω̂ν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δὲ εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει. καὶ του̂τον μὲν μεθετέον, τὰ δὲ γεγονότα νυ̂ν τῳ̂ λόγῳ γένη διανείμωμεν εἰς πυ̂ρ καὶ γη̂ν καὶ ὕδωρ καὶ ἀέρα. γῃ̂ μὲν δὴ τὸ κυβικὸν εἰ̂δος δω̂μεν:

371

我们根据似真论证主张宇宙唯一性乃是神圣意志的彰显,他人或可持不同见解。此类分歧暂且搁置,让我们将现存元素划分为火、土、水、气四类。土元素当赋予立方体形态:

372

[55e] ἀκινητοτάτη γὰρ τω̂ν τεττάρων γενω̂ν γη̂ καὶ τω̂ν σωμάτων πλαστικωτάτη, μάλιστα δὲ ἀνάγκη γεγονέναι τοιου̂τον τὸ τὰς βάσεις ἀσφαλεστάτας ἔχον: βάσις δὲ ἥ τε τω̂ν κατ' ἀρχὰς τριγώνων ὑποτεθέντων ἀσφαλεστέρα κατὰ φύσιν ἡ τω̂ν ἴσων πλευρω̂ν τη̂ς τω̂ν ἀνίσων, τό τε ἐξ ἑκατέρου συντεθὲν ἐπίπεδον ἰσόπλευρον ἰσοπλεύρου τετράγωνον τριγώνου κατά τε μέρη καὶ καθ' ὅλον στασιμωτέρως ἐξ ἀνάγκης βέβηκεν.

372

[55e] 因其在四元素中最为稳定且最具可塑性,基底最稳固者必然如此形成。原始三角形构成的基底中,等边三角形较不等边者更为稳固;由两者合成的平面结构,无论是局部还是整体,其等边四边形相较于等边三角形都必然更具稳定性。

373

Διὸ

373

故此

374

[56a] γῃ̂ μὲν του̂το ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν, ὕδατι δ' αὐ̂ τω̂ν λοιπω̂ν τὸ δυσκινητότατον εἰ̂δος, τὸ δ' εὐκινητότατον πυρί, τὸ δὲ μέσον ἀέρι: καὶ τὸ μὲν σμικρότατον σω̂μα πυρί, τὸ δ' αὐ̂ μέγιστον ὕδατι, τὸ δὲ μέσον ἀέρι: καὶ τὸ μὲν ὀξύτατον αὐ̂ πυρί, τὸ δὲ δεύτερον ἀέρι, τὸ δὲ τρίτον ὕδατι.

374

[56a] 我们通过这种合理分配保持论证的完整性。水元素得次稳固形态,火元素获最活跃形态,气元素居其中。体积最小属火,最大属水,气居中位。锐利性首推火元素,次为气元素,再次水元素。

375

ταυ̂τ' οὐ̂ν δὴ πάντα, τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι, τμητικώτατόν τε

375

凡此种种特质,基底最少者必然最具流动性,因其分割性最强、锐利度最高且材质最轻,由最少同类部分构成;次位者具备次等特质,三位者再次之。

376

[56b] καὶ ὀξύτατον ὂν πάντῃ πάντων, ἔτι τε ἐλαφρότατον, ἐξ ὀλιγίστων συνεστὸς τω̂ν αὐτω̂ν μερω̂ν: τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταυ̂τ' ἔχειν, τρίτως δὲ τὸ τρίτον. ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τη̂ς πυραμίδος στερεὸν γεγονὸς εἰ̂δος πυρὸς στοιχει̂ον καὶ σπέρμα:

376

[56b] 依照正确论证与合理推断,金字塔立体形态当为火元素之本原与种子;次位者属气元素之生成,三位者属水元素。须知所有元素微粒皆当如是观之,正如

377

τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος, τὸ δὲ τρίτον ὕδατος. πάντα οὐ̂ν δὴ ταυ̂τα δει̂ διανοει̂σθαι σμικρὰ οὕτως, ὡς καθ'

377

378

[56c] ἓν ἕκαστον μὲν του̂ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφ' ἡμω̂ν, συναθροισθέντων δὲ πολλω̂ν τοὺς ὄγκους αὐτω̂ν ὁρα̂σθαι: καὶ δὴ καὶ τὸ τω̂ν ἀναλογιω̂ν περί τε τὰ πλήθη καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πανταχῃ̂ τὸν θεόν, ὅπῃπερ ἡ τη̂ς ἀνάγκης ἑκου̂σα πεισθει̂σά τε φύσις ὑπει̂κεν, ταύτῃ πάντῃ δι' ἀκριβείας ἀποτελεσθεισω̂ν ὑπ' αὐτου̂ συνηρμόσθαι ταυ̂τα ἀνὰ λόγον. ἐκ δὴ πάντων ὡ̂νπερ τὰ γένη προειρήκαμεν ὡ̂δ' ἂν κατὰ

378

[56c] 由于各类元素微粒的细微性,单独存在时我们无法察觉;但当它们大量聚集时,其整体便显现于视野。关于这些元素在数量、运动及其他属性上的比例关系,神性力量精确地按照必然法则运作——每当自然本性自愿屈从并接受规约之处,这种理性比例便通过神圣安排得以全盘实现。基于我们前文所述的生成原理,以下推论最具合理性:

379

[56d] τὸ εἰκὸς μάλιστ' ἂν ἔχοι. γη̂ μὲν συντυγχάνουσα πυρὶ διαλυθει̂σά τε ὑπὸ τη̂ς ὀξύτητος αὐτου̂ φέροιτ' ἄν, εἴτ' ἐν αὐτῳ̂ πυρὶ λυθει̂σα εἴτ' ἐν ἀέρος εἴτ' ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ ἂν αὐτη̂ς πῃ συντυχόντα τὰ μέρη, πάλιν συναρμοσθέντα αὐτὰ αὑτοι̂ς, γη̂ γένοιτο--οὐ γὰρ εἰς ἄλλο γε εἰ̂δος ἔλθοι ποτ' ἄν--ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθέν, εἴτε καὶ ὑπ' ἀέρος, ἐγχωρει̂ γίγνεσθαι συστάντα ἓν μὲν πυρὸς σω̂μα, δύο

379

[56d] 当土元素遭遇火元素时,其结构将被后者的锐利性瓦解。无论这种分解发生于火元素本身、气元素抑或水元素的基质之中,直至土微粒重新相遇并结合,它们必复归为土元素形态——因其绝无可能转化为其他形式。同理,水元素若被火元素或气元素分割,则可能重组为一个火元素体与两个气元素体;而气元素体若被分割为二,则转化为两个火元素体。再者,当气元素包裹着火、水或土微粒,在流动中因碰撞而破碎时,两个火元素微粒将结合成单一气元素形态;

380

[56e] δὲ ἀέρος: τὰ δὲ ἀέρος τμήματα ἐξ ἑνὸς μέρους διαλυθέντος δύ' ἂν γενοίσθην σώματα πυρός. καὶ πάλιν, ὅταν ἀέρι πυ̂ρ ὕδασίν τε ἤ τινι γῃ̂ περιλαμβανόμενον ἐν πολλοι̂ς ὀλίγον, κινούμενον ἐν φερομένοις, μαχόμενον καὶ νικηθὲν καταθραυσθῃ̂, δύο πυρὸς σώματα εἰς ἓν συνίστασθον εἰ̂δος ἀέρος:

380

[56e] 若气元素整体被击碎为两半,则会凝聚为完整的水元素形态。让我们再次通过理性推演来验证:当火元素以其棱角锐利性切割其他元素时,被切割物质将保持其固有本性不变——同类元素既不会引发质变,亦不会受同等状态者的影响——但当较弱元素遭遇强势元素的压制时,其分解过程将持续直至完成。

381

καὶ κρατηθέντος ἀέρος κερματισθέντος τε ἐκ δυοι̂ν ὅλοιν καὶ ἡμίσεος ὕδατος εἰ̂δος ἓν ὅλον ἔσται συμπαγές. ὡ̂δε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τω̂ν

381

[57a] 至于那些被大量较大元素包裹的细小元素,若其数量不足以维持自身形态而遭击溃,便会熄灭重组为支配元素的形态:火元素转化为气,气转化为水。但若这些微粒与异类元素结合并发生冲突,其分解将不断持续,直至彻底崩解逃逸至同类领域,或被征服后与胜利元素融合为统一形态。所有元素皆因这些作用机制而发生空间位移——

382

[57a] ἄλλων ὑπ' αὐτου̂ τι γένος τῃ̂ τω̂ν γωνιω̂ν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον--τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῳ̂ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιη̂σαι δυνατὸν οὔτε τι παθει̂ν ὑπὸ του̂ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος--ἕως δ' ἂν εἰς ἄλλο τι γιγνόμενον ἡ̂ττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται.

382

各类元素的群体因基质运动而各居其位,而异化元素通过震动作用趋向同类所在区域。那些通过上述成因形成的原始纯粹元素体,其内部差异性的产生应归因于基本构造中三角形种类的多样性——不仅包括初始设定的基础三角形,更涵盖数量众多的大小变体。

383

τά τε αὐ̂ σμικρότερα ὅταν ἐν τοι̂ς μείζοσιν πολλοι̂ς περιλαμβανόμενα

383

384

[57b] ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν του̂ κρατου̂ντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ:

384

[57b] 因其碎为微末而渐趋湮灭,虽欲凝聚以复归主导形态,终遭压制而蜕变——火元素遂化为气,气则转为水:

385

ἐὰν δ' εἰς ταὐτὰ ἴῃ καὶ τω̂ν ἄλλων τι συνιὸν γενω̂ν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλω̂ν ὅμοιον τῳ̂ κρατήσαντι γενόμενον, αὐτου̂ σύνοικον μείνῃ. Καὶ

385

当同类相聚而与他类相争时,其解构过程未尝停息,直至彻底分解遁入本源,或被征服而融为胜者之单一整体,与之共栖。是故

386

[57c] δὴ καὶ κατὰ ταυ̂τα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα: διέστηκεν μὲν γὰρ του̂ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τη̂ς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοι̂ς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἱ̂ς ἂν ὁμοιωθῃ̂ τόπον. ὅσα μὲν οὐ̂ν ἄκρατα καὶ πρω̂τα σώματα διὰ τοιούτων αἰτιω̂ν γέγονεν:

386

[57c]万物皆循此理易位:各类物质因受容体之运动而各据其位,然其自身之异化与趋同,则借由震荡之力趋向同类所在。纯粹原初物质之生成既肇因于此,

387

τὸ δ' ἐν τοι̂ς εἴδεσιν αὐτω̂ν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τω̂ν στοιχείων αἰτιατέον σύστασιν,

387

吾人当究其构造中异质之成因——盖各元素之整体构造非独赖原始三角形之单一尺度,

388

[57d] μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτευ̂σαι κατ' ἀρχάς, ἀλλ' ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσου̂τον ὅσαπερ ἂν ᾐ̂ τἀν τοι̂ς εἴδεσι γένη. διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα: ἡ̂ς δὴ δει̂ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι. κινήσεως οὐ̂ν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθ' ὡ̂ντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλ' ἂν εἴη

388

[57d]实有大小诸相,其数恰合各形态所含之类。由是元素自相混融、异质交合,遂生无限变相;凡欲以理性推论探究自然者,必当深察此道。若不明运动与静止之成因及其运作方式,则后续推理论证必多窒碍。前论既备,

389

[57e] ἐμποδὼν τῳ̂ κατόπισθεν λογισμῳ̂. τὰ μὲν οὐ̂ν ἤδη περὶ αὐτω̂ν εἴρηται, πρὸς δ' ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνει̂ναι. τὸ γὰρ κινησόμενον ἄνευ του̂ κινήσοντος ἢ τὸ κινη̂σον ἄνευ του̂ κινησομένου χαλεπόν, μα̂λλον δὲ ἀδύνατον, εἰ̂ναι:

389

[57e]今更申说:均质之体永无自发运动。盖运动者无推动之力,或推动者无受动之体,皆属悖理;二者缺一即无运动,而均质之体本无此二元。故静止恒存于均质,运动唯起于不均衡,

390

κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταυ̂τα δὲ ὁμαλὰ εἰ̂ναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ

390

此理昭然。且当知均质之体必无运动可能,因运动之生必赖不均衡之存续。

391

[58a] τιθω̂μεν: αἰτία δὲ ἀνισότης αὐ̂ τη̂ς ἀνωμάλου φύσεως. ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν: πω̂ς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τη̂ς δι' ἀλλήλων κινήσεως καὶ φορα̂ς, οὐκ εἴπομεν. ὡ̂δε οὐ̂ν πάλιν ἐρου̂μεν.

391

[58a] 让我们设定:不均衡性乃是这种不规则本性的原因。关于不均衡性的生成机制我们已阐述过,但尚未说明各元素何以不按类别分离、何以终止彼此间的运动与流动。现在让我们再次阐述。

392

ἡ του̂ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὐ̂σα καὶ πρὸς αὑτὴν πεφυκυι̂α βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾳ̂ λείπεσθαι. Διὸ

392

宇宙的周期运动,既然已将各类元素尽数囊括于其圆周运行之中,且因其本性趋向自我闭合,便将万物紧紧束缚,不容任何虚空残留。正是

393

[58b] δὴ πυ̂ρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἀ̂λλα ταύτῃ: τὰ γὰρ ἐκ μεγίστων μερω̂ν γεγονότα μεγίστην κενότητα ἐν τῃ̂ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην.

393

[58b] 因此,火元素最彻底地渗透万物,气元素次之(因精细程度居次),其余元素亦循此理。由最粗大微粒构成者,在聚合时留下最大孔隙;由最微小微粒构成者,则留下最小孔隙。

394

ἡ δὴ τη̂ς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τω̂ν μεγάλων διάκενα συνωθει̂. σμικρω̂ν οὐ̂ν παρὰ μεγάλα τιθεμένων καὶ τω̂ν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τω̂ν δὲ μειζόνων ἐκει̂να συγκρινόντων, πάντ' ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτω̂ν τόπους:

394

压缩作用促使微小微粒涌入粗大微粒的孔隙。当微小者与庞大者毗邻,当较小者分离较大者,而较大者又聚合微小者时,所有元素便依据各自的本位上下迁移。

395

[58c] μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν. οὕτω δὴ διὰ ταυ̂τά τε ἡ τη̂ς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὐ̂σαν ἐσομένην τε ἐνδελεχω̂ς παρέχεται.

395

[58c] 每个元素因体积改变而变更其空间位置。因此,这种不均衡性持续存在的生成机制,使得它们永恒的运动得以永续呈现。

396

μετὰ δὴ ταυ̂τα δει̂ νοει̂ν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἱ̂ον φλὸξ τό τε ἀπὸ τη̂ς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φω̂ς δὲ τοι̂ς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν

396

此后需知:火元素已形成诸多变体——如焰火本身,自火焰分离却不具灼烧性但能提供视觉光明的部分,以及火焰熄灭后

397

[58d] τοι̂ς διαπύροις καταλειπόμενον αὐτου̂: κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τω̂ν τριγώνων ἀνισότητα.

397

[58d] 在余烬中残留的形态。同理,气元素亦有不同形态——最纯净者被称为以太,最浑浊者称为薄雾与暗影,其余未名形态皆因三角形结构的不均衡性而产生。

398

τὰ δὲ ὕδατος διχῃ̂ μὲν πρω̂τον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτου̂. τὸ μὲν οὐ̂ν ὑγρὸν διὰ τὸ μετέχον εἰ̂ναι τω̂ν γενω̂ν τω̂ν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθ' αὑτὸ καὶ ὑπ' ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν του̂ σχήματος ἰδέαν γέγονεν: τὸ

398

水元素首先二分:液态者与熔融者。液态水因包含众多微小且不均衡的水元素微粒,其自身及受外力作用时皆易流动,此特质源于其形态的不规则性。

399

[58e] δὲ ἐκ μεγάλων καὶ ὁμαλω̂ν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μα̂λλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ του̂ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γη̂ν, τήκεσθαι μὲν τὴν τω̂ν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γη̂ν ἐπωνυμίαν ἑκατέρου του̂ πάθους ἔλαβεν.

399

[58e] 至于由大而均匀的粒子构成的物质,因其均质性而较前者更趋稳定且具有重量。当火元素侵入并瓦解其均质状态时,它便丧失这种特性。失去均质性后,该物质更易参与运动。当其因邻近气体的推动而向地面延伸时,体积的消解称为融化,而向地面延伸的流动则各自获得其现象之名。

400

[59a] πάλιν δ' ἐκπίπτοντος αὐτόθεν του̂ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς του̂ πυρὸς ἕδρας συνωθω̂ν αὐτὸν αὑτῳ̂ συμμείγνυσιν: ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε του̂ τη̂ς ἀνωμαλότητος δημιουργου̂ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῳ̂ καθίσταται.

400

[59a] 当火元素再次逸出时——因其并非进入虚空——邻近的气体将仍具流动性的液态物质推入火元素原有的位置,与之混合。被推挤的物质因火元素(不均质性的制造者)的离去而重获均质性,遂自我复归同一。

401

καὶ τὴν μὲν του̂ πυρὸς ἀπαλλαγὴν ψυ̂ξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἰ̂ναι γένος προσερρήθη. τούτων δὴ πάντων

401

火元素的离去称为冷却,其离去后物质的凝结则被命名为凝固之种。所有这些

402

[59b] ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῳ̂ χρώματι κοινωθέν, τιμαλφέστατον κτη̂μα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη:

402

[59b] 被我们称为熔融水体的物质中,最精细、最均匀者凝结为最致密的单一形态,与金黄的色泽相融合,成为穿透岩石沉淀的珍贵矿藏——黄金;

403

χρυσου̂ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη. τὸ δ' ἐγγὺς μὲν χρυσου̂ τω̂ν μερω̂ν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῃ̂ μὲν χρυσου̂ πυκνότερον ὄν, καὶ γη̂ς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἰ̂ναι, τῳ̂

403

黄金的分支因极致密而坚硬且色泽幽暗,得名金刚石。近似黄金成分却具有多重形态者,其致密程度或超黄金,并含有微量精纯土元素而更显坚硬;

404

[59c] δὲ μεγάλα ἐντὸς αὑτου̂ διαλείμματα ἔχειν κουφότερον, τω̂ν λαμπρω̂ν πηκτω̂ν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν: τὸ δ' ἐκ γη̂ς αὐτῳ̂ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπ' ἀλλήλων, ἐκφανὲς καθ' αὑτὸ γιγνόμενον ἰὸς λέγεται.

404

[59c] 或因其内部存在较大空隙而质地较轻,其中明亮而可熔的水体凝聚成青铜;当其与土元素混合日久分离时,自我显现者则称为铜绿。

405

τἀ̂λλα δὲ τω̂ν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τω̂ν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν: ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τω̂ν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος

405

其余此类物质无需通过虚构的相似性神话来繁琐辨析。当哲人暂息对永恒存在的论述,转而观照生成变化之现象时,若能以合宜的愉悦获取无憾的智识,便可在生命中成就适度而明智的消遣。

406

[59d] εἰκότας ἀμεταμέλητον ἡδονὴν κτα̂ται, μέτριον ἂν ἐν τῳ̂ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοι̂το. ταύτῃ δὴ καὶ τὰ νυ̂ν ἐφέντες τὸ μετὰ του̂το τω̂ν αὐτω̂ν πέρι τὰ ἑξη̂ς εἰκότα δίιμεν τῃ̂δε.

406

[59d] 通过近似推理获得无悔的愉悦,若能在生活中保持适度,便可成就审慎的娱乐。基于此理,让我们以同样的方式继续探讨后续相关现象。

407

τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γη̂ς ὑγρὸν λέγεται, μαλακόν τε αὐ̂ τῳ̂ τὰς βάσεις ἡ̂ττον ἑδραίους οὔσας ἢ τὰς γη̂ς ὑπείκειν, του̂το ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῃ̂,

407

与火元素混合的水元素,因其运动轨迹及在地表流动时呈现的稀薄液态而被称作流体;其基底较之土元素更不稳固而显柔软。当此类流体脱离火元素而与气元素结合时,

408

[59e] γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τω̂ν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γη̂ς μάλιστα παθὸν ταυ̂τα χάλαζα, τὸ δ' ἐπὶ γη̂ς κρύσταλλος, τὸ δὲ ἡ̂ττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γη̂ς αὐ̂ χιών, τὸ δ' ἐπὶ γη̂ς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται. τὰ δὲ δὴ πλει̂στα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις--σύμπαν μὲν τὸ γένος,

408

[59e] 将变得更加均匀,并在内部压力作用下凝结:其中升腾至地面以上的主要形成冰雹;停留于地表的凝结为水晶;半凝固状态的,高空所成谓之雪,地面由露水凝结之物谓之霜。至于水元素与其他物质的多数混合形态——整体而言,

409

[60a] διὰ τω̂ν ἐκ γη̂ς φυτω̂ν ἠθημένα, χυμοὶ λεγόμενοι--διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανη̂ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτω̂ν, τὸ μὲν τη̂ς ψυχη̂ς μετὰ του̂ σώματος θερμαντικὸν οἰ̂νος, τὸ δὲ λει̂ον καὶ διακριτικὸν ὄψεως διὰ ταυ̂τά τε ἰδει̂ν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἰ̂δος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τ' ἄλλα τη̂ς αὐτη̂ς δυνάμεως:

409

[60a] 通过土中植物浸润产生的各类滋味统称为体液——因其混合差异形成诸多无名类别,其中有四种含火元素且最显著者获得命名:其一为激发灵肉之热的葡萄酒;其二因润滑性与视觉辨析度,显现出明亮、闪耀、油润特质的橄榄油形态,包括树脂、蓖麻油及其他同类物质;

410

ὅσον δὲ διαχυτικὸν

410

至于那些能渗透至

411

[60b] μέχρι φύσεως τω̂ν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῃ̂ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τη̂ς σαρκὸς διαλυτικὸν τῳ̂ κάειν, ἀφρω̂δες γένος, ἐκ πάντων ἀφορισθὲν τω̂ν χυμω̂ν, ὀπὸς ἐπωνομάσθη.

411

[60b] 口腔感官本性的物质,凭借此特性呈现甜味者,最普遍被称作蜂蜜;而具有分解肉体起泡特性的分离性体液,则被命名为树液。

412

γη̂ς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῳ̂δε τρόπῳ γίγνεται σω̂μα λίθινον. τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῃ̂ συμμείξει κοπῃ̂, μετέβαλεν εἰς ἀέρος ἰδέαν: γενόμενος δὲ

412

土元素的形态中,经水浸润形成的固态物质即为石质。当混合水体在融合过程中被切割时,转化为气态形态;生成后

413

[60c] ἀὴρ εἰς τὸν ἑαυτου̂ τόπον ἀναθει̂. κενὸν δ' ὑπερει̂χεν αὐτω̂ν οὐδέν: τὸν οὐ̂ν πλησίον ἔωσεν ἀέρα. ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῳ̂ τη̂ς γη̂ς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ:

413

[60c] 气元素回归其本位。它们之间没有任何虚空存在:于是将邻近的气元素挤压。后者作为重浊之物,在土元素的体积裹挟下被迫环绕流动,剧烈挤压并使其凝聚于新生气元素升腾的基位。

414

συνωσθει̂σα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γη̂ συνίσταται πέτρα, καλλίων μὲν ἡ τω̂ν ἴσων καὶ ὁμαλω̂ν διαφανὴς μερω̂ν, αἰσχίων δὲ ἡ ἐναντία. τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν

414

当土在气推动下与水不可分解地结合时,便形成了岩石——那些由均质透明微粒构成的堪称完美,而由异质微粒组成的则显粗陋。至于被火的迅疾全然攫取、较水更显脆硬之物,

415

[60d] πα̂ν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾡ̂ γένει κέραμον ἐπωνομάκαμεν, του̂το γέγονεν: ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γη̂ γενομένη διὰ πυρὸς ὅταν ψυχθῃ̂, γίγνεται τὸ μέλαν χρω̂μα ἔχον λίθος. τὼ δ' αὐ̂ κατὰ ταὐτὰ μὲν ταυ̂τα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλου̂, λεπτοτέρων δὲ ἐκ γη̂ς μερω̂ν ἁλμυρώ τε ὄντε, ἡμιπαγη̂ γενομένω καὶ λυτὼ πάλιν ὑφ' ὕδατος, τὸ μὲν ἐλαίου καὶ γη̂ς καθαρτικὸν γένος λίτρον, τὸ δ' εὐάρμοστον ἐν ται̂ς κοινωνίαις

415

[60d] 我们统称为陶器之属。有时当泪液残留物经火炙烤凝固时,便生成黑色石材。另两种通过大量水土分离形成的物质,微粒更为纤细且带有咸味,处于半凝固状态又能被水重新分解:其一是具备清洁油污功能的碱类物质,其二则是与口腔感知完美契合、

416

[60e] ται̂ς περὶ τὴν του̂ στόματος αἴσθησιν ἁλω̂ν κατὰ λόγον [νόμου] θεοφιλὲς σω̂μα ἐγένετο. τὰ δὲ κοινὰ ἐξ ἀμφοι̂ν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται.

416

[60e] 遵循理性法则形成的合乎神圣法则的膏状体。至于水土复合之物,其凝结规律如下:水不可分解者,唯火能化。

417

γη̂ς ὄγκους πυ̂ρ μὲν ἀήρ τε οὐ τήκει: τη̂ς γὰρ συστάσεως τω̂ν διακένων αὐτη̂ς σμικρομερέστερα πεφυκότα, διὰ πολλη̂ς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν: τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει. γη̂ν

417

火与气无法熔解土块:因二者微粒较土之孔隙更为细小,自由穿行其间却不施暴力,故保持其不熔状态。而水之微粒较大,需强力穿透时方能熔解。唯有水能通过外力瓦解未凝固之土,

418

[61a] μὲν γὰρ ἀσύστατον ὑπὸ βίας οὕτως ὕδωρ μόνον λύει, συνεστηκυι̂αν δὲ πλὴν πυρὸς οὐδέν: εἴσοδος γὰρ οὐδενὶ πλὴν πυρὶ λέλειπται. τὴν δὲ ὕδατος αὐ̂ σύνοδον τὴν μὲν βιαιοτάτην πυ̂ρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πυ̂ρ τε καὶ ἀήρ, διαχει̂τον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα: βίᾳ δὲ ἀέρα συστάντα οὐδὲν λύει πλὴν κατὰ τὸ στοιχει̂ον, ἀβίαστον δὲ κατατήκει μόνον πυ̂ρ. τὰ δὴ τω̂ν συμμείκτων ἐκ γη̂ς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν

418

[61a] 已凝固者则非火莫属——因只有火元素能进入其孔隙。至于水土混合体,当其中水量未超过土量时,火借三角形结构穿透孔隙,气循元素通道协同作用:外力凝固者唯元素可解,自然熔解则独火胜任。凡水土混合之体,只要

419

[61b] ὕδωρ αὐτου̂ τὰ τη̂ς γη̂ς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τω̂ν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γη̂ν, του̂το πυ̂ρ [ἀέρα] ἀπεργαζόμενα, τηχθέντι τῳ̂ κοινῳ̂ σώματι ῥει̂ν μόνα αἴτια συμβέβηκεν:

419

[61b] 当水元素自身占据土元素的孔隙并通过强力凝结时,外部水流因无法进入其组成部分,只能环绕整个凝结体流动而无法将其溶化。而火元素进入水元素的孔隙时,正如水元素作用于土元素那般,火元素作用于水元素,使共同受热的物体流动之原因已然形成:

420

τυγχάνει δὲ ταυ̂τα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γη̂ς, τό τε περὶ τὴν ὕαλον γένος

420

此类物质或含水少于含土,如玻璃类物质

421

[61c] ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλει̂ται, τὰ δὲ πλέον ὕδατος αὐ̂, πάντα ὅσα κηροειδη̂ καὶ θυμιατικὰ σώματα συμπήγνυται. καὶ τὰ μὲν δὴ σχήμασι κοινωνίαις τε καὶ μεταλλαγαι̂ς εἰς ἄλληλα πεποικιλμένα εἴδη σχεδὸν ἐπιδέδεικται: τὰ δὲ παθήματα αὐτω̂ν δι' ἃς αἰτίας γέγονεν πειρατέον ἐμφανίζειν. πρω̂τον μὲν οὐ̂ν ὑπάρχειν αἴσθησιν δει̂ τοι̂ς λεγομένοις ἀεί, σαρκὸς δὲ καὶ τω̂ν περὶ σάρκα γένεσιν, ψυχη̂ς τε ὅσον θνητόν, οὔπω διεληλύθαμεν: τυγχάνει δὲ οὔτε ταυ̂τα χωρὶς

421

[61c] 及各类可熔形态的岩石;或含水较多者,如蜡质与熏香类凝固物体。至此,我们已大致展示出通过形态组合与元素互变形成的各类物质。接下来需要阐明其属性生成之原理。首先必须确立:关于肉体及其生成,以及灵魂中必朽部分的论述尚未完成。须知肉体属性与感知能力不可分割,

422

[61d] τω̂ν περὶ τὰ παθήματα ὅσα αἰσθητικὰ οὔτ' ἐκει̂να ἄνευ τούτων δυνατὰ ἱκανω̂ς+ λεχθη̂ναι+, τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν. ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δ' ὑποτεθέντα ἐπάνιμεν αὐ̂θις. ἵνα οὐ̂ν ἑξη̂ς τὰ παθήματα λέγηται τοι̂ς γένεσιν, ἔστω πρότερα ἡμι̂ν τὰ περὶ σω̂μα καὶ ψυχὴν ὄντα.

422

[61d] 前者无法脱离后者得到充分阐释,然二者同时论述亦难实现。故当先设定一方,待其成立后再作追溯。为使属性生成序列得以连贯论述,请允我暂将肉体与灵魂之关联置于优先。

423

πρω̂τον μὲν οὐ̂ν ᾑ̂ πυ̂ρ θερμὸν λέγομεν, ἴδωμεν ὡ̂δε σκοπου̂ντες, τὴν διάκρισιν καὶ τομὴν αὐτου̂ περὶ τὸ σω̂μα ἡμω̂ν γιγνομένην

423

首先探究火元素被称作热性之因。让我们如此考察:当火元素作用于肉体时引发的分解与切割现象。

424

[61e] ἐννοηθέντες. ὅτι μὲν γὰρ ὀξύ τι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα: τὴν δὲ λεπτότητα τω̂ν πλευρω̂ν καὶ γωνιω̂ν ὀξύτητα τω̂ν τε μορίων σμικρότητα καὶ τη̂ς φορα̂ς τὸ τάχος, οἱ̂ς πα̂σι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ

424

[61e] 众人皆知此过程具有锐利特性。棱角的锋利性、微粒的细微性及运动的高速性——这些特性共同造就了火元素迅猛的穿透力,使其能瞬间突破所遇物质。

425

[62a] τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν του̂ σχήματος αὐτου̂ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμω̂ν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα του̂το ὃ νυ̂ν θερμὸν λέγομεν εἰκότως τὸ πάθημα καὶ τοὔνομα παρέσχεν.

425

[62a] 当考察这种切割作用时,我们必须回忆该形态的生成本质——正是这种本质而非其他属性,通过分解我们身体中的微小粒子,合理地赋予了我们所谓"温热"这一现象及其名称。

426

τὸ δ' ἐναντίον τούτων κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου. τὰ γὰρ δὴ τω̂ν περὶ τὸ σω̂μα ὑγρω̂ν μεγαλομερέστερα εἰσιόντα, τὰ σμικρότερα ἐξωθου̂ντα, εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδυ̂ναι, συνωθου̂ντα ἡμω̂ν

426

其相反属性虽显而易见,但仍有必要加以说明。那些侵入身体组织的较大液态微粒,因无法进入较小微粒的固有位置,遂驱赶我们体内

427

[62b] τὸ νοτερόν, ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον δι' ὁμαλότητα καὶ τὴν σύνωσιν ἀπεργαζόμενα πήγνυσιν: τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθου̂ν. τῃ̂ δὴ μάχῃ καὶ τῳ̂ σεισμῳ̂ τούτῳ τρόμος καὶ ῥι̂γος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν του̂το καὶ τὸ δρω̂ν αὐτὸ ἔσχεν ὄνομα.

427

[62b] 的湿润成分;当原本不规则的微粒因凝聚而趋于稳定时,便产生凝固作用。这种反常的凝聚引发内在对抗,迫使物质向相反方向离散。由此产生的冲突与震荡被定义为寒战与颤栗,整个现象及其作用实体被命名为"寒冷"。

428

σκληρὸν δέ, ὅσοις ἂν ἡμω̂ν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὅσα ἂν τῃ̂ σαρκί: πρὸς ἄλληλά τε οὕτως. ὑπείκει δὲ ὅσον ἐπὶ σμικρου̂ βαίνει: τὸ δὲ ἐκ

428

凡我们肉体屈从者谓之坚硬,肉体抗拒者谓之柔软;二者相对而言。屈从程度视作用范围而定:而由

429

[62c] τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἰ̂δος, ὅτι τε ἂν εἰς πυκνότητα συνιὸν πλείστην ἀντίτονον ᾐ̂ μάλιστα. βαρὺ δὲ καὶ κου̂φον μετὰ τη̂ς του̂ κάτω φύσεως ἄνω τε λεγομένης ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα.

429

[62c] 四方形基底构成的形态,因极其稳固而最具抗性,其密集聚合时形成的极致张力正源于此。若结合下方本性与所谓上方概念来考察轻重本质,其意蕴将最为昭然。

430

φύσει γὰρ δή τινας τόπους δύο εἰ̂ναι διειληφότας διχῃ̂ τὸ πα̂ν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάνθ' ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πα̂ν, οὐκ ὀρθὸν οὐδαμῃ̂ νομίζειν: του̂ γὰρ παντὸς

430

宇宙本质既已两分对立方位——其一下方,万物具形质者皆倾向之;另一上方,万物非自愿而趋往之——然不可认为此二向存绝对基准:盖因全体宇宙

431

[62d] οὐρανου̂ σφαιροειδου̂ς ὄντος, ὅσα μὲν ἀφεστω̂τα ἴσον του̂ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τω̂ν ἐσχάτων ἀφεστηκὸς ἐν τῳ̂ καταντικρὺ νομίζειν δει̂ πάντων εἰ̂ναι.

431

[62d] 鉴于天体呈球形,凡距离中心点等距的极限位置,当认定其自然属性完全相同。而中心点虽与两极保持同等距离,却应被视为处于完全相反的位置。

432

του̂ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τω̂ν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προση̂κον ὄνομα λέγειν; ὁ μὲν γὰρ μέσος ἐν αὐτῳ̂ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλ' αὐτὸ ἐν μέσῳ:

432

基于宇宙如此构造,若有人妄称某处为上或为下,岂非名实不符?盖中心点本身既非下亦非上,正当其位应称之中枢。

433

ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτ' ἔχων διάφορον αὑτου̂ μέρος ἕτερον θατέρου μα̂λλον πρὸς τὸ μέσον ἤ τι τω̂ν καταντικρύ. του̂ δὲ ὁμοίως πάντῃ πεφυκότος ποι̂ά τις ἐπιφέρων ὀνόματα αὐτῳ̂ ἐναντία καὶ πῃ̂ καλω̂ς ἂν ἡγοι̂το λέγειν; εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον του̂

433

至于环绕之域,既无中心亦无任何方位较其他方位更近或更远于中枢。对于这种全对称的存在,强行赋予对立称谓岂非荒谬?纵有实体稳固居于此全体之中枢,因周遭完全对称,亦永不会偏向任何极端。即便环绕此域周行,驻足反侧时亦会将同一处时而称下时而称上。

434

[63a] παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τω̂ν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτω̂ν: ἀλλ' εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτου̂ κάτω καὶ ἄνω προσείποι.

434

[63a] 全体既如前述呈球形,若欲指称某处为下或为上,实属非理性之举。然则这些称谓之渊源当追溯至吾人素常划分天体的方式,需以如下假设阐明。

435

τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νυνδή, σφαιροειδὲς ὄν, τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος: ὅθεν δὲ ὠνομάσθη ταυ̂τα καὶ ἐν οἱ̂ς ὄντα εἰθίσμεθα δι' ἐκει̂να καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι

435

假设有人置身于宇宙中火元素自然汇聚之区域——此处乃火元素最易聚集之所——若其能施展伟力,取火元素置于天平,强行将其拖入异质的气领域,

436

[63b] λέγειν, ταυ̂τα διομολογητέον ὑποθεμένοις τάδε ἡμι̂ν. εἴ τις ἐν τῳ̂ του̂ παντὸς τόπῳ καθ' ὃν ἡ του̂ πυρὸς εἴληχε μάλιστα φύσις, οὑ̂ καὶ πλει̂στον ἂν ἠθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ' ἐκει̂νο καὶ δύναμιν εἰς του̂το ἔχων, μέρη του̂ πυρὸς ἀφαιρω̂ν ἱσταίη τιθεὶς εἰς πλάστιγγας, αἴρων τὸν ζυγὸν καὶ τὸ πυ̂ρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος

436

[63b] 则可见较轻者更易被外力撼动:当两种物质同时被提升,较小者因受制于单一股力量,必较庞然之物更易屈从于暴力牵引;体积庞大而下坠者谓之重,体量微小而上升者谓之轻。此理适用于当前空间之考察。吾辈立于大地时,常将土质元素强行拖入异质气领域,二者皆固守其本源属性。

437

[63c] δη̂λον ὡς τοὔλαττόν που του̂ μείζονος ῥᾳ̂ον βια̂ται: ῥώμῃ γὰρ μιᾳ̂ δυοι̂ν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μα̂λλον, τὸ δὲ πλέον ἡ̂ττον ἀνάγκη που κατατεινόμενον συνέπεσθαι τῃ̂ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθη̂ναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.

437

[63c] 显然较小者较易被较大者所驱使。当两物同时被同一力量托举时,较小者必然更易被牵动,较大者则较难完全屈从于这种外力;我们将那沉重下坠的庞然大物称为"沉重"与"下方",而轻盈上升的细小物质则谓之"轻盈"与"上方"。

438

ταὐτὸν δὴ του̂το δει̂ φωρα̂σαι δρω̂ντας ἡμα̂ς περὶ τόνδε τὸν τόπον. ἐπὶ γὰρ γη̂ς βεβω̂τες γεώδη+ γένη+ διιστάμενοι, καὶ γη̂ν ἐνίοτε αὐτήν, ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν, ἀμφότερα του̂

438

我们应当通过在此处区域的实践来验证这个原理。当我们在土地上分离土质种类,甚至直接作用于土壤本身时,乃是以暴力将其拖入异质的气领域——二者本属同源却相互对抗。较小者更易屈从于外力进入异质领域,因此我们称其为"轻盈",将其所往之处称作"上方";反之则称"沉重"与"下方"。

439

[63d] συγγενου̂ς ἀντεχόμενα, τὸ δὲ σμικρότερον ῥᾳ̂ον του̂ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον συνέπεται: κου̂φον οὐ̂ν αὐτὸ προσειρήκαμεν, καὶ τὸν τόπον εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δ' ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω.

439

[63d] 这种差异必然源于各类物质在相反区域占据不同空间比例——某物在特定领域虽显轻盈,但在其对立领域则可能成为沉重之物。所谓下方与上方,乃是通过彼此对立、交错与差异而形成的辩证关系。

440

ταυ̂τ' οὐ̂ν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τω̂ν γενω̂ν τόπον ἐναντίον ἄλλα ἄλλοις κατέχειν--τὸ γὰρ ἐν ἑτέρῳ κου̂φον ὂν τόπῳ τῳ̂ κατὰ τὸν ἐναντίον τόπον ἐλαφρῳ̂

440

所有物质在空间中的运动都呈现出这样的辩证性:同源物质趋向本属领域的运动产生沉重感,其目标领域即被认知为"下方";而逆向运动则产生相反的认知。这正是各类现象的根本原因。

441

[63e] καὶ τῳ̂ βαρει̂ τὸ βαρὺ τῳ̂ τε κάτω τὸ κάτω καὶ τὸ ἄνω τῳ̂ ἄνω πάντ' ἐναντία καὶ πλάγια καὶ πάντως διάφορα πρὸς ἄλληλα ἀνευρεθήσεται γιγνόμενα καὶ ὄντα--τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτω̂ν, ὡς ἡ μὲν πρὸς τὸ συγγενὲς ὁδὸς ἑκάστοις οὐ̂σα βαρὺ μὲν τὸ φερόμενον ποιει̂, τὸν δὲ τόπον εἰς ὃν τὸ τοιου̂τον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα.

441

[63e] 关于平滑与粗糙现象的解释,任何具备洞察力者皆可阐明:坚硬源于密度不均的混合,而柔软则来自均匀密度的调和。至于身体整体所经历的苦乐感受及其衍生知觉——当可动性物质遭遇轻微扰动时,这种扰动会在同质元素间环状传播,直至抵达理性中枢完成信息传递;

442

περὶ δὴ τούτων αὐ̂ τω̂ν παθημάτων ταυ̂τα αἴτια εἰρήσθω. λείου δ' αὐ̂ καὶ τραχέος παθήματος αἰτίαν πα̂ς που κατιδὼν καὶ ἑτέρῳ δυνατὸς ἂν εἴη λέγειν: σκληρότης γὰρ ἀνωμαλότητι μειχθει̂σα, τὸ δ'

442

而稳固物质无法形成循环运动,最初的扰动仅停留于局部,无法传递至整个生命体,因此无法形成知觉。这既解释了骨骼、毛发等土质部位的特性,也说明了视觉听觉器官因富含火与气的元素而具备强大感知力。

443

[64a] ὁμαλότης πυκνότητι παρέχεται. μέγιστον δὲ καὶ λοιπὸν τω̂ν κοινω̂ν περὶ ὅλον τὸ σω̂μα παθημάτων τὸ τω̂ν ἡδέων καὶ τω̂ν ἀλγεινω̂ν αἴτιον ἐν οἱ̂ς διεληλύθαμεν, καὶ ὅσα διὰ τω̂ν του̂ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὑτοι̂ς ἡδονάς θ' ἅμα ἑπομένας ἔχει. ὡ̂δ' οὐ̂ν κατὰ παντὸς αἰσθητου̂ καὶ ἀναισθήτου παθήματος τὰς αἰτίας λαμβάνωμεν, ἀναμιμνῃσκόμενοι τὸ τη̂ς

443

[64a]均质因致密而呈现。关于全体身体最重大的共同现象,即愉悦与痛苦的成因,乃在于我们先前所述之状态——当身体各部位通过其构造获得感知能力时,必然同时伴随着痛苦与愉悦的伴随效应。因此我们必须针对所有可感知与不可感知的现象追溯其根源,并忆起先前关于

444

[64b] εὐκινήτου τε καὶ δυσκινήτου φύσεως ὅτι διειλόμεθα ἐν τοι̂ς πρόσθεν:

444

[64b]易动者与难动者本性的区分:

445

ταύτῃ γὰρ δὴ μεταδιωκτέον πάντα ὅσα ἐπινοου̂μεν ἑλει̂ν. τὸ μὲν γὰρ κατὰ φύσιν εὐκίνητον, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδίδωσιν κύκλῳ μόρια ἕτερα ἑτέροις ταὐτὸν ἀπεργαζόμενα, μέχριπερ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγείλῃ του̂ ποιήσαντος τὴν δύναμιν:

445

此区分应作为探究所有现象的指导原则。本性易动者即便遭遇微小作用,亦会将此作用通过不同部位循环传递,直至将施动者之力传达至智慧所在;

446

τὸ δ' ἐναντίον ἑδραι̂ον ὂν κατ' οὐδένα τε κύκλον ἰὸν πάσχει μόνον,

446

而与之相对的稳固者,因其无法形成循环传导,仅承受作用却不波及周边,

447

64c}} ἄλλο δὲ οὐ κινει̂ τω̂ν πλησίον, ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρω̂τον πάθος ἐν αὐτοι̂ς ἀκίνητον εἰς τὸ πα̂ν ζῳ̂ον γενόμενον ἀναίσθητον παρέσχεν τὸ παθόν.

447

[64c]故当初始作用无法在全体原型生命体中形成传递时,受动部位便无法产生感知。

448

ταυ̂τα δὲ περί τε ὀστα̂ καὶ τὰς τρίχας ἐστὶν καὶ ὅσ' ἄλλα γήϊνα τὸ πλει̂στον ἔχομεν ἐν ἡμι̂ν μόρια: τὰ δὲ ἔμπροσθεν περὶ τὰ τη̂ς ὄψεως καὶ ἀκοη̂ς μάλιστα, διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοι̂ς δύναμιν ἐνει̂ναι μεγίστην.

448

此原理适用于骨骼、毛发及我们体内大部分土质成分;至于视觉与听觉相关构造,因其蕴含火元素与气元素之强大能量则另当别论。

449

τὸ δὴ τη̂ς ἡδονη̂ς καὶ λύπης ὡ̂δε δει̂ διανοει̂σθαι: τὸ μὲν παρὰ φύσιν καὶ

449

关于愉悦与痛苦应作如下理解:凡违背本性且

450

[64d] βίαιον γιγνόμενον ἁθρόον παρ' ἡμι̂ν πάθος ἀλγεινόν, τὸ δ' εἰς φύσιν ἀπιὸν πάλιν ἁθρόον ἡδύ, τὸ δὲ ἡρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον, τὸ δ' ἐναντίον τούτοις ἐναντίως. τὸ δὲ μετ' εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, λύπης δὲ καὶ ἡδονη̂ς οὐ μετέχον, οἱ̂ον τὰ περὶ τὴν ὄψιν αὐτὴν παθήματα, ἣ δὴ σω̂μα ἐν τοι̂ς πρόσθεν ἐρρήθη καθ' ἡμέραν συμφυὲς ἡμω̂ν γίγνεσθαι.

450

[64d] 凡突然发生于我们体内的剧烈现象皆属痛苦,而骤然回归本性则带来愉悦;那些轻微渐进的变动难以察觉,反之则效果截然不同。至于那些极易完成且全然可感知、却无涉痛苦与愉悦者,正如前文所述视觉本身的现象——我们曾言此乃日复一日与身体共同生长的器官。

451

ταύτῃ γὰρ τομαὶ μὲν καὶ καύσεις καὶ ὅσα ἄλλα πάσχει λύπας οὐκ ἐμποιου̂σιν, οὐδὲ

451

因其切割灼烧等遭遇皆不产生痛苦,亦无

452

[64e] ἡδονὰς πάλιν ἐπὶ ταὐτὸν ἀπιούσης εἰ̂δος, μέγισται δὲ αἰσθήσεις καὶ σαφέσταται καθ' ὅτι τ' ἂν πάθῃ καὶ ὅσων ἂν αὐτή πῃ προσβαλου̂σα ἐφάπτηται: βία γὰρ τὸ πάμπαν οὐκ ἔνι τῃ̂ διακρίσει τε αὐτη̂ς καὶ συγκρίσει. τὰ δ' ἐκ μειζόνων μερω̂ν σώματα μόγις εἴκοντα τῳ̂ δρω̂ντι, διαδιδόντα δὲ εἰς ὅλον τὰς κινήσεις, ἡδονὰς ἴσχει καὶ λύπας, ἀλλοτριούμενα

452

[64e] 形态复原时的愉悦,却能形成最强烈清晰的感知,无论其遭遇何种现象或触及何种对象:盖因在其分解与组合过程中全然不存暴力作用。而那些由较大物质构成、难以为作用者所动却能将运动传递全身者,则在异化过程中产生痛苦,

453

[65a] μὲν λύπας, καθιστάμενα δὲ εἰς τὸ αὐτὸ πάλιν ἡδονάς. ὅσα δὲ κατὰ σμικρὸν τὰς ἀποχωρήσεις ἑαυτω̂ν καὶ κενώσεις εἴληφεν, τὰς δὲ πληρώσεις ἁθρόας καὶ κατὰ μεγάλα, κενώσεως μὲν ἀναίσθητα, πληρώσεως δὲ αἰσθητικὰ γιγνόμενα, λύπας μὲν οὐ παρέχει τῳ̂ θνητῳ̂ τη̂ς ψυχη̂ς, μεγίστας δὲ ἡδονάς: ἔστιν δὲ ἔνδηλα περὶ τὰς εὐωδίας.

453

[65a] 复原时则带来愉悦。至于那些经历细微流失与虚空、却骤然大量充盈者,虽对虚空无知无觉,却对充盈极为敏感,虽不使凡俗灵魂感受痛苦,却能产生至大愉悦——此等现象最显著见于馥郁气味。

454

ὅσα δὲ ἀπαλλοτριου̂ται μὲν ἁθρόα, κατὰ σμικρὰ δὲ μόγις τε εἰς ταὐτὸν

454

若物质骤然异化,却仅能艰难缓慢地恢复原状,

455

[65b] πάλιν ἑαυτοι̂ς καθίσταται, τοὐναντίον τοι̂ς ἔμπροσθεν πάντα ἀποδίδωσιν: ταυ̂τα δ' αὐ̂ περὶ τὰς καύσεις καὶ τομὰς του̂ σώματος γιγνόμενά ἐστιν κατάδηλα.

455

[65b] 其效果则与前者完全相反:此类现象显见于身体遭受灼烧与切割之时。

456

καὶ τὰ μὲν δὴ κοινὰ του̂ σώματος παντὸς παθήματα, τω̂ν τ' ἐπωνυμιω̂ν ὅσαι τοι̂ς δρω̂σιν αὐτὰ γεγόνασι, σχεδὸν εἴρηται: τὰ δ' ἐν ἰδίοις μέρεσιν ἡμω̂ν γιγνόμενα, τά τε πάθη καὶ τὰς αἰτίας αὐ̂ τω̂ν δρώντων, πειρατέον εἰπει̂ν, ἄν πῃ

456

关于身体全体共有之现象,及其作用者所获诸般名相,大抵已作说明。现当尝试阐述发生于我们特定部位的现象,及其作用者之属性与原因,

457

[65c] δυνώμεθα. πρω̂τον οὐ̂ν ὅσα τω̂ν χυμω̂ν πέρι λέγοντες ἐν τοι̂ς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλω̂τταν, ἐμφανιστέον ᾑ̂ δυνατόν. φαίνεται δὲ καὶ ταυ̂τα, ὥσπερ οὐ̂ν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐται̂ς κεχρη̂σθαι μα̂λλόν τι τω̂ν ἄλλων τραχύτησί τε καὶ λειότησιν. ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἱ̂όνπερ δοκίμια τη̂ς γλώττης

457

[65c] 得以阐明。首先我们必须阐明先前关于体液的讨论中遗留的部分,即那些专属于舌头的特殊属性。这些现象如同多数情况般,显然产生于某种结合与分解过程,并较其他感官更显著地运用了粗糙与光滑的触觉特性。当某些物质通过如检验通道般的血管——这些血管从舌头延伸至心脏——进入肉体湿润柔软的部分时,

458

[65d] τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τη̂ς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήϊνα μέρη κατατηκόμενα συνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἡ̂ττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται: τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πα̂ν τὸ περὶ τὴν γλω̂τταν ἀποπλύνοντα, πέρα μὲν του̂ μετρίου του̂το δρω̂ντα καὶ προσεπιλαμβανόμενα ὥστε ἀποτήκειν αὐτη̂ς τη̂ς φύσεως, οἱ̂ον ἡ τω̂ν λίτρων

458

[65d] 土质成分在其中溶解,会收缩并干燥血管。那些本身较粗糙的酸涩物质,虽引发轻微粗糙感却表现为涩味;而那些具有洁净功能的物质——尤其是过度作用以致侵蚀舌体本性的,如碱液的力量——皆被冠以苦味之名。至于那些碱性较弱、以适度方式发挥清洁功效的物质,虽带咸味却无苦涩的粗糙感,反而呈现出更亲切的特质。

459

[65e] δύναμις, πικρὰ πάνθ' οὕτως ὠνόμασται, τὰ δὲ ὑποδεέστερα τη̂ς λιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῃ̂ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μα̂λλον ἡμι̂ν φαντάζεται.

459

[65e]

460

τὰ δὲ τῃ̂ του̂ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ' αὐτου̂, συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμη̂ναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τη̂ς κεφαλη̂ς αἰσθήσεις, τέμνοντά τε

460

那些与口腔热度相互作用的物质,受其打磨而共同燃烧,又以反作用加热周遭环境。它们凭借轻盈特性上升至头部感知区域,切割所触之物的力量使此类物质均被称作辛烈之物。

461

[66a] πάνθ' ὁπόσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαυ̂τα ἐλέχθη. τὸ δὲ αὐ̂ τω̂ν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοι̂ς ἐνου̂σιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιει̂ν κυκα̂σθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοι̂λα ἀπεργάζεσθαι περιτεινόμενα τοι̂ς εἰσιου̂σιν—

461

[66a] 至于先前所述因腐败而液化的物质渗入狭窄血管,与当地土质成分及含适量气体的部分相互作用,引发相互激荡的运动。这种运动在循环中遭遇不同物质,穿透进入时形成中空结构——当被包裹的气流(有时含土质有时纯净)形成湿润气囊时,若属纯净透明者称为水疱,含土质且处于动态的则被命名为发酵物。这些现象的成因已简要阐明。

462

[66b] ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρα̂ς, νοτερὰ ἀγγει̂α ἀέρος, ὕδατα κοι̂λα περιφερη̂ τε γενέσθαι, καὶ τὰ μὲν τη̂ς καθαρα̂ς διαφανει̂ς περιστη̂ναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τη̂ς γεώδους ὁμου̂ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθη̂ναι--τὸ δὲ τούτων αἴτιον τω̂ν παθημάτων ὀξὺ προσρηθη̂ναι.

462

[66b] 至於那些圍繞氣體的空洞性濕潤物質,時而具有土質特性,時而呈現純淨狀態,乃是潮濕的氣體容器,形成中空的水性圓形結構——其中純淨者因透明邊界被稱為水泡,而與土質混合者在運動與升騰中被喚作沸騰與酵面化——此等現象的成因被歸結為酸性作用。

463

σύμπασιν δὲ τοι̂ς περὶ ταυ̂τα εἰρημένοις

463

對於上述所有現象,

464

[66c] πάθος ἐναντίον ἀπ' ἐναντίας ἐστὶ προφάσεως: ὁπόταν ἡ τω̂ν εἰσιόντων σύστασις ἐν ὑγροι̂ς, οἰκεία τῃ̂ τη̂ς γλώττης ἕξει πεφυκυι̂α, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστω̂τα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾳ̂, καὶ πάνθ' ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πα̂ν τὸ τοιου̂τον ἴαμα τω̂ν βιαίων παθημάτων γιγνόμενον κέκληται γλυκύ.

464

[66c] 皆存在與其成因相對立的反向過程:當進入體液的複合物質契合舌頭本質特性時,既能潤滑粗糙表面,又能收斂異常凝固或擴散之物——或聚合鬆散,或舒緩緊繃,最終將萬物安置於自然應處之位。此等對抗暴力性病態物質的治療過程,因其全然甜美且令人愉悅,被統稱為甘美之效。

465

[66d] καὶ τὰ μὲν ταύτῃ ταυ̂τα: περὶ δὲ δὴ τὴν τω̂ν μυκτήρων δύναμιν, εἴδη μὲν οὐκ ἔνι.

465

[66d] 此類現象即如此解:關於鼻腔功能,實無特定形態可言。

466

τὸ γὰρ τω̂ν ὀσμω̂ν πα̂ν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκεν συμμετρία πρὸς τό τινα σχει̂ν ὀσμήν: ἀλλ' ἡμω̂ν αἱ περὶ ταυ̂τα φλέβες πρὸς μὲν τὰ γη̂ς ὕδατός τε γένη στενότεραι συνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι, διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμη̂ς πώποτε ᾔσθετό τινος, ἀλλὰ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων. μεταβάλλοντος γὰρ

466

蓋因所有氣味現象皆屬不完整生成態,其形態特徵無法與任何氣味建立精確比例關係。吾人鼻腔血管結構針對土元素與水元素類屬較為狹窄,而對火元素與氣元素則相對寬闊,故此從未有人感知過此類元素的純粹氣味。唯當物質經浸潤、腐化、熔解或熏蒸轉化之際,方能形成可感知之氣味。此乃因物質須歷經

467

[66e] ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῳ̂ μεταξὺ τούτων γεγόνασιν, εἰσίν τε ὀσμαὶ σύμπασαι καπνὸς ἢ ὁμίχλη, τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δὲ ἐξ ὕδατος εἰς ἀέρα καπνός:

467

[66e] 当水转化为气或气转化为水时,在此转化过程中产生了所有气味——这些气味或是烟雾或是薄雾。其中由气入水者称为薄雾,由水入气者称为烟雾:

468

ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ σύμπασαι γεγόνασιν ἀέρος. δηλου̂νται δὲ ὁπόταν τινὸς ἀντιφραχθέντος περὶ τὴν ἀναπνοὴν ἄγῃ τις βίᾳ τὸ πνευ̂μα εἰς αὑτόν: τότε γὰρ ὀσμὴ μὲν οὐδεμία συνδιηθει̂ται, τὸ δὲ πνευ̂μα τω̂ν ὀσμω̂ν ἐρημωθὲν αὐτὸ μόνον

468

因此所有气味都比水精微而比气浓厚。当呼吸通道受阻,强行将气息引入体内时尤为明显:此时没有任何气味能渗透,气息因缺乏气味而独自

469

[67a] ἕπεται. δύ' οὐ̂ν ταυ̂τα ἀνώνυμα τὰ τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλω̂ν οὐδὲ ἁπλω̂ν εἰδω̂ν ὄντα, ἀλλὰ διχῃ̂ τό θ' ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανη̂ λέγεσθον, τὸ μὲν τραχυ̂νόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμω̂ν μεταξὺ κορυφη̂ς του̂ τε ὀμφαλου̂ κει̂ται, τὸ δὲ ταὐτὸν του̂το καταπραυ̂̈νον καὶ πάλιν ᾑ̂ πέφυκεν ἀγαπητω̂ς ἀποδιδόν.

469

[67a] 流动。由此产生了两种未命名的复杂现象,它们并非源于众多或简单的形态,而是明确区分为愉悦与痛苦两种类型——前者粗暴地震荡着从头顶至脐部之间的整个颅腔,后者则温和地恢复其自然状态。

470

τρίτον δὲ αἰσθητικὸν ἐν ἡμι̂ν μέρος ἐπισκοπου̂σιν τὸ περὶ

470

第三个需要考察的感知器官是关乎

471

[67b] τὴν ἀκοήν, δι' ἃς αἰτίας τὰ περὶ αὐτὸ συμβαίνει παθήματα, λεκτέον.

471

[67b] 听觉的,我们必须阐明其相关现象的产生原理。

472

ὅλως μὲν οὐ̂ν φωνὴν θω̂μεν τὴν δι' ὤτων ὑπ' ἀέρος ἐγκεφάλου τε καὶ αἵματος μέχρι ψυχη̂ς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπ' αὐτη̂ς κίνησιν, ἀπὸ τη̂ς κεφαλη̂ς μὲν ἀρχομένην, τελευτω̂σαν δὲ περὶ τὴν του̂ ἥπατος ἕδραν, ἀκοήν: ὅση δ' αὐτη̂ς ταχει̂α, ὀξει̂αν, ὅση δὲ βραδυτέρα, βαρυτέραν: τὴν δὲ ὁμοίαν ὁμαλήν τε καὶ λείαν, τὴν δὲ ἐναντίαν τραχει̂αν:

472

总体而言,声音应被理解为通过耳朵、经空气传递至脑部与血液、最终达至灵魂的震动;而由头部起始、终结于肝脏基位的运动则称为听觉。迅疾者谓之尖锐,迟缓者谓之低沉;均匀流畅者谓之平和,与之相反者谓之粗糙:

473

[67c] μεγάλην δὲ τὴν πολλήν, ὅση δὲ ἐναντία, σμικράν. τὰ δὲ περὶ συμφωνίας αὐτω̂ν ἐν τοι̂ς ὕστερον λεχθησομένοις ἀνάγκη ῥηθη̂ναι.

473

[67c] 宏大者谓之洪亮,微小者谓之微弱。关于声音和谐的讨论必须留待后续篇章展开。

474

τέταρτον δὴ λοιπὸν ἔτι γένος ἡμι̂ν αἰσθητικόν, ὃ διελέσθαι δει̂ συχνὰ ἐν ἑαυτῳ̂ ποικίλματα κεκτημένον, ἃ σύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τω̂ν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν: ὄψεως δ' ἐν τοι̂ς πρόσθεν αὐτὸ περὶ τω̂ν αἰτίων τη̂ς γενέσεως

474

第四类感知涉及色彩之多样性,我们统称为色彩,即从各物体表面流溢出的火焰微粒,这些微粒与视觉感知能力相适配。关于视觉成因的探讨,先前已在其本源处

475

[67d] ἐρρήθη.

475

[67d] 上文已述。

476

τῃ̂δ' οὐ̂ν τω̂ν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τ' ἂν ἐπιεικει̂ λόγῳ διεξελθει̂ν: τὰ φερόμενα ἀπὸ τω̂ν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δ' ἴσα τοι̂ς αὐτη̂ς τη̂ς ὄψεως μέρεσιν εἰ̂ναι: τὰ μὲν οὐ̂ν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανη̂ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοι̂ς περὶ τὴν σάρκα θερμοι̂ς καὶ ψυχροι̂ς καὶ τοι̂ς

476

关于颜色之本质,最宜以适度合理之论述阐明:那些从其他物体飞射而来的微粒撞击视觉,或小于、或大于、或等于视觉器官之构造。其中,与视觉部分相等者无法被感知,我们称之为透明之物;较大与较小者则或凝聚或分解视觉之本质。正如血肉所感之冷热、舌苔所觉之酸涩,以及被我们称为辛烈之灼热物,皆属同类现象。而洁白与玄黑作为其在不同范畴之显现,皆因前述原因呈现出相异表象。

477

[67e] περὶ τὴν γλω̂τταν στρυφνοι̂ς, καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν, ἀδελφὰ εἰ̂ναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας.


οὕτως οὐ̂ν αὐτὰ προσρητέον: τὸ μὲν διακριτικὸν τη̂ς ὄψεως λευκόν, τὸ δ' ἐναντίον αὐτου̂ μέλαν, τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τω̂ν ὀμμάτων, αὐτάς τε τω̂ν ὀφθαλμω̂ν τὰς διεξόδους

477

[67e] 故当如此命名:分解视觉之力为洁白,其对立则为玄黑。当来自另类火元素之更锐利运动冲击视觉,直至穿透眼球通道时——这种运动既包含聚集之火与水(即所谓泪液),又因视觉本身之火元素逆向相迎,致使一方之火焰如闪电般迸发,另一方之火焰则在湿润处熄灭——在此剧烈运动中生成万千色彩。我们将此现象命名为辉耀,造就此现象者则称之明亮与璀璨。

478

[68a] βίᾳ διωθου̂σαν καὶ τήκουσαν, πυ̂ρ μὲν ἁθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλου̂μεν, ἐκει̂θεν ἐκχέουσαν, αὐτὴν δὲ οὐ̂σαν πυ̂ρ ἐξ ἐναντίας ἀπαντω̂σαν, καὶ του̂ μὲν ἐκπηδω̂ντος πυρὸς οἱ̂ον ἀπ' ἀστραπη̂ς, του̂ δ' εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπω̂ν ἐν τῃ̂ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ του̂το ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.

478

[68a] 至于介于二者间之火元素,当其抵达眼球湿润处并与之混合却未显璀璨者,以及当泪液光芒与火元素交融产生血色时,我们名之曰赤红。明亮与赤红、洁白相混合则生成金黄——然其混合比例纵使有人知晓,亦难谓具备理性认知,因其中既无必然法则,亦无人能合乎中道地阐述似真论证。赤红色素与

479

[68b] τὸ δὲ τούτων αὐ̂ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τω̂ν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῳ̂, στίλβον δὲ οὔ: τῃ̂ δὲ διὰ τη̂ς νοτίδος αὐγῃ̂ του̂ πυρὸς μειγνυμένου χρω̂μα ἔναιμον παρασχομένῃ, τοὔνομα ἐρυθρὸν λέγομεν. λαμπρόν τε ἐρυθρῳ̂ λευκῳ̂ τε μειγνύμενον ξανθὸν γέγονεν: τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδ' εἴ τις εἰδείη, νου̂ν ἔχει τὸ λέγειν, ὡ̂ν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπει̂ν εἴη δυνατός. ἐρυθρὸν δὲ δὴ

479

[68b] 洁白交融成绛紫,玄黑与洁白调合则成深青;深青与洁白混合得蔚蓝,赤红与玄黑相融生橄榄绿。其余色彩大抵皆可依此类推,借相似之混合方式维系合理叙述。若有人试图以实验检验此说,实乃未解神性与人性之殊异——盖因神明善于将多元归于一统,又能将单一析为多元,而凡人无论今昔皆无此等造诣。

480

[68c] μέλανι λευκῳ̂ τε κραθὲν ἁλουργόν: ὄρφνινον δέ, ὅταν τούτοις μεμειγμένοις καυθει̂σίν τε μα̂λλον συγκραθῃ̂ μέλαν. πυρρὸν δὲ ξανθου̂ τε καὶ φαιου̂ κράσει γίγνεται, φαιὸν δὲ λευκου̂ τε καὶ μέλανος, τὸ δὲ ὠχρὸν λευκου̂ ξανθῳ̂ μειγνυμένου.

480

[68c] 将黑色与白色调和可得深紫色;暗褐色则是当这些颜色经焙烧后与更多黑色混合而成。赤褐色源于金黄与灰的混合,灰色来自白与黑的交融,苍白色则是白与金黄相融的结果。

481

λαμπρῳ̂ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανου̂ν χρω̂μα ἀποτελει̂ται, κυανου̂ δὲ λευκῳ̂ κεραννυμένου γλαυκόν, πυρρου̂ δὲ μέλανι πράσιον. τὰ δὲ

481

耀眼的白若与深沉的黑色相遇,则形成靛青色;靛青与白混合得青灰色,赤褐与黑结合则成墨绿色。其余

482

[68d] ἄλλα ἀπὸ τούτων σχεδὸν δη̂λα αἱ̂ς ἂν ἀφομοιούμενα μείξεσιν διασῴζοι τὸν εἰκότα μυ̂θον. εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τη̂ς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανω̂ς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτε ἔστι νυ̂ν οὔτε εἰς αὐ̂θίς ποτε ἔσται.

482

[68d] 色彩大抵可通过类似调和方式保存神话的合理内核。若有人试图通过实验检验这些,便是未能理解人类本性与神圣本性的差异——神明善于将多物熔为一炉,又能将单一分解为多重,此等能力永恒兼具;而凡人无论现在或将来,皆无可能掌握其中任一。

483

[68e] ταυ̂τα δὴ πάντα τότε ταύτῃ πεφυκότα ἐξ ἀνάγκης ὁ του̂ καλλίστου τε καὶ ἀρίστου δημιουργὸς ἐν τοι̂ς γιγνομένοις παρελάμβανεν, ἡνίκα τὸν αὐτάρκη τε καὶ τὸν τελεώτατον θεὸν ἐγέννα, χρώμενος μὲν ται̂ς περὶ ταυ̂τα αἰτίαις ὑπηρετούσαις, τὸ δὲ εὐ̂ τεκταινόμενος ἐν πα̂σιν τοι̂ς γιγνομένοις αὐτός. διὸ δὴ χρὴ δύ' αἰτίας εἴδη διορίζεσθαι, τὸ μὲν ἀναγκαι̂ον, τὸ δὲ θει̂ον, καὶ τὸ μὲν θει̂ον ἐν ἅπασιν ζητει̂ν

483

[68e] 当至善至美的造物主孕育自足且至臻完美的神性时,便将这些必然生成之物纳入创造过程。他运用服务于这些事物的次级原因,自身则精妙地塑造着万物的形态。因此必须区分两种原因:必然与神圣,当在万物中追寻神圣以获取

484

[69a] κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθ' ὅσον ἡμω̂ν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαι̂ον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δυνατὰ αὐτὰ ἐκει̂να ἐφ' οἱ̂ς σπουδάζομεν μόνα κατανοει̂ν οὐδ' αὐ̂ λαβει̂ν οὐδ' ἄλλως πως μετασχει̂ν.

484

[69a] 幸福生活之资粮——就人性所能企及而言;而必然之存在乃为前者服务,因若无此基础,我们既无法理解亦无从把握所专注的神圣事物。

485

ὅτ' οὐ̂ν δὴ τὰ νυ̂ν οἱ̂α τέκτοσιν ἡμι̂ν ὕλη παράκειται τὰ τω̂ν αἰτίων γένη διυλισμένα, ἐξ ὡ̂ν τὸν ἐπίλοιπον λόγον δει̂ συνυφανθη̂ναι, πάλιν ἐπ' ἀρχὴν ἐπανέλθωμεν διὰ βραχέων, ταχύ τε εἰς ταὐτὸν πορευθω̂μεν ὅθεν δευ̂ρο ἀφικόμεθα,

485

既然匠人般的质料已为我们备妥这些经过筛选的原因类别,当以此编织后续论述。让我们简略回溯本源,迅速回归至当前讨论的起点,

486

[69b] καὶ τελευτὴν ἤδη κεφαλήν τε τῳ̂ μύθῳ πειρώμεθα ἁρμόττουσαν ἐπιθει̂ναι τοι̂ς πρόσθεν. ὥσπερ γὰρ οὐ̂ν καὶ κατ' ἀρχὰς ἐλέχθη, ταυ̂τα ἀτάκτως ἔχοντα ὁ θεὸς ἐν ἑκάστῳ τε αὐτῳ̂ πρὸς αὑτὸ καὶ πρὸς ἄλληλα συμμετρίας ἐνεποίησεν, ὅσας τε καὶ ὅπῃ δυνατὸν ἠ̂ν ἀνάλογα καὶ σύμμετρα εἰ̂ναι.

486

[69b] 现在让我们尝试为这个神话故事加上与前言相称的总结。正如最初所述,神明在万物自身及彼此间注入了比例与和谐——凡有可能形成对应与协调之处。

487

τότε γὰρ οὔτε τούτων, ὅσον μὴ τύχῃ, τι μετει̂χεν, οὔτε τὸ παράπαν ὀνομάσαι τω̂ν νυ̂ν ὀνομαζομένων ἀξιόλογον ἠ̂ν οὐδέν, οἱ̂ον πυ̂ρ καὶ ὕδωρ καὶ εἴ τι τω̂ν ἄλλων: ἀλλὰ πάντα ταυ̂τα

487

彼时这些元素尚未获得如今这般命名,诸如火元素与水元素等称谓皆不足道。它们本无秩序可言,直到造物主首先将其整饬,继而由此构建出这包罗万有的宇宙——

488

[69c] πρω̂τον διεκόσμησεν, ἔπειτ' ἐκ τούτων πα̂ν τόδε συνεστήσατο, ζῳ̂ον ἓν ζῳ̂α ἔχον τὰ πάντα ἐν ἑαυτῳ̂ θνητὰ ἀθάνατά τε. καὶ τω̂ν μὲν θείων αὐτὸς γίγνεται δημιουργός, τω̂ν δὲ θνητω̂ν τὴν γένεσιν τοι̂ς ἑαυτου̂ γεννήμασιν δημιουργει̂ν προσέταξεν.

488

[69c] 一个统摄万有的独一生命体,内蕴所有必朽与不朽的生命形式。对于神圣存在,他亲自塑造;至于必朽者,则将创造之责委于自身所造之物。

489

οἱ δὲ μιμούμενοι, παραλαβόντες ἀρχὴν ψυχη̂ς ἀθάνατον, τὸ μετὰ του̂το θνητὸν σω̂μα αὐτῃ̂ περιετόρνευσαν ὄχημά τε πα̂ν τὸ σω̂μα ἔδοσαν ἄλλο τε εἰ̂δος ἐν αὐτῳ̂ ψυχη̂ς προσῳκοδόμουν τὸ θνητόν, δεινὰ καὶ ἀναγκαι̂α ἐν ἑαυτῳ̂

489

诸神嗣承者接过不朽灵魂的本原,为其构筑必朽的躯体作为车乘,更在体内塑造必朽灵魂的形态——此形态承载着可畏而必然的激情:首先是愉悦(至恶的诱饵),其次是痛苦(至善的逃兵),更有勇气与恐惧这对愚昧谏臣,难以安抚的激情,易逝的希望。

490

[69d] παθήματα ἔχον, πρω̂τον μὲν ἡδονήν, μέγιστον κακου̂ δέλεαρ, ἔπειτα λύπας, ἀγαθω̂ν φυγάς, ἔτι δ' αὐ̂ θάρρος+ καὶ φόβον, ἄφρονε+ συμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δ' εὐπαράγωγον:

490

[69d] 这些元素与非理性的感知及攫取万物的情欲相融,必然地构成了必朽之族类。因此,为免玷染神圣——这本非必然——他们将必朽者安置在

491

αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῃ̂ παντὸς ἔρωτι συγκερασάμενοι ταυ̂τα, ἀναγκαίως τὸ θνητὸν γένος συνέθεσαν. καὶ διὰ ταυ̂τα δὴ σεβόμενοι μιαίνειν τὸ θει̂ον, ὅτι μὴ πα̂σα ἠ̂ν ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσιν εἰς

491

与神明分离的居所。通过混合非理性的冲动与吞噬万物的欲望,必朽者终被塑就。他们在构建躯体时,将感知器官置于胸廓,如同在堡垒外设置岗哨,将神圣的理性安放在头颅这至高的卫城。

492

[69e] ἄλλην του̂ σώματος οἴκησιν τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον διοικοδομήσαντες τη̂ς τε κεφαλη̂ς καὶ του̂ στήθους, αὐχένα μεταξὺ τιθέντες, ἵν' εἴη χωρίς. ἐν δὴ τοι̂ς στήθεσιν καὶ τῳ̂ καλουμένῳ θώρακι τὸ τη̂ς ψυχη̂ς θνητὸν γένος ἐνέδουν. καὶ ἐπειδὴ τὸ μὲν ἄμεινον αὐτη̂ς, τὸ δὲ χει̂ρον ἐπεφύκει, διοικοδομου̂σι του̂ θώρακος αὐ̂ τὸ κύτος, διορίζοντες οἱ̂ον

492

[69e] 将必朽者的居所安置于躯体另一处,他们在头颅与胸腔之间构筑峡道与界限,设置颈项作为分隔。于是将灵魂的必朽类安顿于胸腔与所谓胸廓之中。鉴于其本性优劣参半,他们又对胸廓内部进行区隔,

493

[70a] γυναικω̂ν, τὴν δὲ ἀνδρω̂ν χωρὶς οἴκησιν, τὰς φρένας διάφραγμα εἰς τὸ μέσον αὐτω̂ν τιθέντες.

493

[70a] 将男子居所与女子居所分开,在两者之间设置膈膜作为隔层。

494

τὸ μετέχον οὐ̂ν τη̂ς ψυχη̂ς ἀνδρείας καὶ θυμου̂, φιλόνικον ὄν, κατῴκισαν ἐγγυτέρω τη̂ς κεφαλη̂ς μεταξὺ τω̂ν φρενω̂ν τε καὶ αὐχένος, ἵνα του̂ λόγου κατήκοον ὂν κοινῃ̂ μετ' ἐκείνου βίᾳ τὸ τω̂ν ἐπιθυμιω̂ν κατέχοι γένος, ὁπότ' ἐκ τη̂ς ἀκροπόλεως τῳ̂ τ' ἐπιτάγματι καὶ λόγῳ μηδαμῃ̂ πείθεσθαι ἑκὸν ἐθέλοι:

494

那分有灵魂之勇气与激情、争强好胜的部分,被安置于更靠近头颅的位置——介于膈膜与颈项之间,使其既能听从理性的指引,又能与理性共同以强力约束欲望之族类,每当后者不愿服从卫城中下达的指令与理性之时:

495

τὴν δὲ δὴ καρδίαν

495

至于心脏

496

[70b] ἅμμα τω̂ν φλεβω̂ν καὶ πηγὴν του̂ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρω̂ς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵνα, ὅτε ζέσειεν τὸ του̂ θυμου̂ μένος, του̂ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρα̂ξις ἔξωθεν ἢ καί τις ἀπὸ τω̂ν ἔνδοθεν ἐπιθυμιω̂ν, ὀξέως διὰ πάντων τω̂ν στενωπω̂ν πα̂ν ὅσον αἰσθητικὸν ἐν τῳ̂ σώματι, τω̂ν τε παρακελεύσεων καὶ ἀπειλω̂ν αἰσθανόμενον, γίγνοιτο ἐπήκοον καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοι̂ς

496

[70b] 他们将其作为血管的纽结与周流全身之沸腾血液的源泉,置于这个护卫者的居所,以便当激情之怒升腾时——无论是因理性宣告外界的非义之举,还是内在欲望的骚动——能迅速通过全身所有孔道,使每个具有感知能力的躯体部位即刻领会告诫与威慑,

497

[70c] πα̂σιν ἡγεμονει̂ν ἐῳ̂. τῃ̂ δὲ δὴ πηδήσει τη̂ς καρδίας ἐν τῃ̂ τω̂ν δεινω̂ν προσδοκίᾳ καὶ τῃ̂ του̂ θυμου̂ ἐγέρσει, προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πα̂σα ἔμελλεν οἴδησις γίγνεσθαι τω̂ν θυμουμένων, ἐπικουρίαν αὐτῃ̂ μηχανώμενοι τὴν του̂ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, πρω̂τον μὲν μαλακὴν καὶ ἄναιμον, εἰ̂τα σήραγγας ἐντὸς ἔχουσαν οἱ̂ον σπόγγου κατατετρημένας, ἵνα τό τε πνευ̂μα καὶ τὸ πω̂μα δεχομένη,

497

[70c] 全然顺从并追随,从而让至善在全体中保持统御。他们预见到心脏在危难预期与激情觉醒时的剧烈跳动,深知这种炽热的肿胀全然源于火元素的作用,便创造性地赋予其肺部的构造作为辅助——首先使其柔软无血,内部布满海绵般的孔道,以便容纳气息与流体,

498

[70d] ψύχουσα, ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῳ̂ καύματι παρέχοι:

498

[70d] 通过降温作用,在灼热时带来呼吸与清凉:

499

διὸ δὴ τη̂ς ἀρτηρίας ὀχετοὺς ἐπὶ τὸν πλεύμονα ἔτεμον, καὶ περὶ τὴν καρδίαν αὐτὸν περιέστησαν οἱ̂ον μάλαγμα, ἵν' ὁ θυμὸς ἡνίκα ἐν αὐτῃ̂ ἀκμάζοι, πηδω̂σα εἰς ὑπει̂κον καὶ ἀναψυχομένη, πονου̂σα ἡ̂ττον, μα̂λλον τῳ̂ λόγῳ μετὰ θυμου̂ δύναιτο ὑπηρετει̂ν.

499

为此他们将动脉的导管引入肺部,并在心脏周围设置类似缓冲物的结构,使得当激情在此处勃发时,跃动于柔软组织中的灵魂得以冷却舒缓,减轻痛苦,从而更能够使激情配合理性的指令效力。

500

τὸ δὲ δὴ σίτων τε καὶ ποτω̂ν ἐπιθυμητικὸν τη̂ς ψυχη̂ς καὶ ὅσων ἔνδειαν διὰ τὴν του̂ σώματος ἴσχει φύσιν, του̂το

500

至于灵魂中渴求饮食以及因身体本性所匮乏之物的欲望部分,

501

[70e] εἰς τὸ μεταξὺ τω̂ν τε φρενω̂ν καὶ του̂ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἱ̂ον φάτνην ἐν ἅπαντι τούτῳ τῳ̂ τόπῳ τῃ̂ του̂ σώματος τροφῃ̂ τεκτηνάμενοι: καὶ κατέδησαν δὴ τὸ τοιου̂τον ἐνταυ̂θα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ συνημμένον ἀναγκαι̂ον, εἴπερ τι μέλλοι ποτὲ θνητὸν ἔσεσθαι γένος.

501

[70e] 他们将其安置于膈膜与脐部边界之间,犹如在整个区域为身体营养建造了一座食槽;他们用锁链将这种野兽般的欲望束缚于此,若要维持必朽族类的存续,就必须持续喂养这头被禁锢的牲畜。

502

ἵν' οὐ̂ν ἀεὶ νεμόμενον πρὸς φάτνῃ καὶ ὅτι πορρωτάτω του̂ βουλευομένου κατοικου̂ν, θόρυβον καὶ βοὴν ὡς ἐλαχίστην παρέχον,

502

为使这头牲畜在食槽旁不断啃食的同时,尽可能远离审议中枢的居所,避免制造喧嚣,

503

[71a] τὸ κράτιστον καθ' ἡσυχίαν περὶ του̂ πα̂σι κοινῃ̂ καὶ ἰδίᾳ συμφέροντος ἐῳ̂ βουλεύεσθαι, διὰ ταυ̂τα ἐνταυ̂θ' ἔδοσαν αὐτῳ̂ τὴν τάξιν.

503

[71a] 使最高贵的理性得以在宁静中审慎思考关乎全体与个体的福祉,正是出于这种考量,他们在此处为欲望划定了居所。

504

εἰδότες δὲ αὐτὸ ὡς λόγου μὲν οὔτε συνήσειν ἔμελλεν, εἴ τέ πῃ καὶ μεταλαμβάνοι τινὸς αὐτω̂ν αἰσθήσεως, οὐκ ἔμφυτον αὐτῳ̂ τὸ μέλειν τινω̂ν ἔσοιτο λόγων, ὑπὸ δὲ εἰδώλων καὶ φαντασμάτων νυκτός τε καὶ μεθ' ἡμέραν μάλιστα ψυχαγωγήσοιτο, τούτῳ δὴ θεὸς ἐπιβουλεύσας αὐτῳ̂ τὴν ἥπατος

504

他们深知这个部分既无法理解理性,即便偶尔感知到某些印象,也不会自然产生对理性言辞的关怀,反而最易被昼夜的幻影与表象所迷惑。为此神祇精心设计,

505

[71b] ἰδέαν συνέστησε καὶ ἔθηκεν εἰς τὴν ἐκείνου κατοίκησιν, πυκνὸν καὶ λει̂ον καὶ λαμπρὸν καὶ γλυκὺ καὶ πικρότητα ἔχον μηχανησάμενος, ἵνα ἐν αὐτῳ̂ τω̂ν διανοημάτων ἡ ἐκ του̂ νου̂ φερομένη δύναμις, οἱ̂ον ἐν κατόπτρῳ δεχομένῳ τύπους καὶ κατιδει̂ν εἴδωλα παρέχοντι, φοβοι̂ μὲν αὐτό, ὁπότε μέρει τη̂ς πικρότητος χρωμένη συγγενει̂, χαλεπὴ προσενεχθει̂σα ἀπειλῃ̂, κατὰ πα̂ν ὑπομειγνυ̂σα ὀξέως τὸ ἡ̂παρ, χολώδη χρώματα ἐμφαίνοι, συνάγουσά τε πα̂ν ῥυσὸν καὶ τραχὺ ποιοι̂,

505

[71b] 创造出具有致密、光滑、明亮特质的肝脏形态,使其兼具甘甜与苦涩之性,安放于欲望的居所。当理性的力量通过心智投射至此,犹如镜面接收并反射影像时,若触及其苦涩本质的领域,严厉的警告便会使整个肝脏骤然紧缩,呈现出胆汁般的色泽,所有皱缩与粗砺的纹理都被凝聚成形;

506

[71c] λοβὸν δὲ καὶ δοχὰς πύλας τε τὸ μὲν ἐξ ὀρθου̂ κατακάμπτουσα καὶ συσπω̂σα, τὰ δὲ ἐμφράττουσα συγκλείουσά τε, λύπας καὶ ἄσας παρέχοι, καὶ ὅτ' αὐ̂ τἀναντία φαντάσματα ἀποζωγραφοι̂ πρᾳότητός τις ἐκ διανοίας ἐπίπνοια, τη̂ς μὲν πικρότητος ἡσυχίαν παρέχουσα τῳ̂ μήτε κινει̂ν μήτε προσάπτεσθαι τη̂ς ἐναντίας ἑαυτῃ̂ φύσεως ἐθέλειν, γλυκύτητι δὲ τῃ̂ κατ' ἐκει̂νο συμφύτῳ πρὸς αὐτὸ χρωμένη καὶ πάντα

506

[71c] 肝叶与胆囊、门脉等构造,当其直挺时便强行弯折收缩,阻塞通道紧闭门户,便会产生痛苦与焦躁;而当相反方向的幻象出现时,某种来自理性的温和气息便抚平胆汁的躁动,使其停止与自身本性相悖的激荡。此时甘美之质自然涌现,将肝区所有皱褶理顺抚平,使得驻居此处的灵魂部分变得温顺祥和。即便在夜间,它也能保持适度活动,通过睡眠施展预言能力——这恰因其未曾分有理性与智慧。

507

[71d] ὀρθὰ καὶ λει̂α αὐτου̂ καὶ ἐλεύθερα ἀπευθύνουσα, ἵλεών τε καὶ εὐήμερον ποιοι̂ τὴν περὶ τὸ ἡ̂παρ ψυχη̂ς μοι̂ραν κατῳκισμένην, ἔν τε τῃ̂ νυκτὶ διαγωγὴν ἔχουσαν μετρίαν, μαντείᾳ χρωμένην καθ' ὕπνον, ἐπειδὴ λόγου καὶ φρονήσεως οὐ μετει̂χε.

507

[71d] 缔造者铭记父神训谕——当被命定必朽的族类须尽善尽美——遂以如此精妙构造安置我等卑劣部分,使其得以触及些许真理。他们将预言术赐予人类愚钝之性,作为神圣凭证:凡心智清明者从不在清醒时触及真正神圣的预言术,唯有当理性之力在睡梦中受缚,或因病患错乱,或因神灵感召而魂不守舍时方可得见。明智者当谨记梦中或清醒时由预言与通灵本性揭示的种种启示,

508

μεμνημένοι γὰρ τη̂ς του̂ πατρὸς ἐπιστολη̂ς οἱ συστήσαντες ἡμα̂ς, ὅτε τὸ θνητὸν ἐπέστελλεν γένος ὡς ἄριστον εἰς δύναμιν ποιει̂ν, οὕτω δὴ κατορθου̂ντες καὶ τὸ φαυ̂λον

508

并运用理性辨析所有异象的预兆指向,无论是关乎未来、过往或当下的吉凶祸福。但癫狂者妄自裁决所见幻象与所闻神谕实属不当,古训有云:唯有持守清明者方得明辨己事、认知自我。

509

[71e] ἡμω̂ν, ἵνα ἀληθείας πῃ προσάπτοιτο, κατέστησαν ἐν τούτῳ τὸ μαντει̂ον.

509

[71e] 因此之故,先知类被立为神圣启示的诠释者,律法规定当由通灵者担任神谕裁判——有人误称其为预言家,实则他们只是隐晦神谕与异象的传达者,最恰当的称谓应是"神谕阐释者"。

510

ἱκανὸν δὲ σημει̂ον ὡς μαντικὴν ἀφροσύνῃ θεὸς ἀνθρωπίνῃ δέδωκεν: οὐδεὶς γὰρ ἔννους ἐφάπτεται μαντικη̂ς ἐνθέου καὶ ἀληθου̂ς+, ἀλλ' ἢ καθ' ὕπνον τὴν τη̂ς φρονήσεως πεδηθεὶς δύναμιν ἢ διὰ νόσον, ἢ διά τινα ἐνθουσιασμὸν παραλλάξας. ἀλλὰ συννοη̂σαι μὲν ἔμφρονος τά τε ῥηθέντα ἀναμνησθέντα ὄναρ ἢ ὕπαρ ὑπὸ τη̂ς μαντικη̂ς τε καὶ ἐνθουσιαστικη̂ς φύσεως, καὶ ὅσα ἂν φαντάσματα

510

肝脏的本质与位置皆为预言而设:生者在此显兆尤为昭彰,失却生命后则如盲者,其预兆亦趋隐晦。

511

[72a] ὀφθῃ̂, πάντα λογισμῳ̂ διελέσθαι ὅπῃ τι σημαίνει καὶ ὅτῳ μέλλοντος ἢ παρελθόντος ἢ παρόντος κακου̂ ἢ ἀγαθου̂: του̂ δὲ μανέντος ἔτι τε ἐν τούτῳ μένοντος οὐκ ἔργον τὰ φανέντα καὶ φωνηθέντα ὑφ' ἑαυτου̂ κρίνειν, ἀλλ' εὐ̂ καὶ πάλαι λέγεται τὸ πράττειν καὶ γνω̂ναι τά τε αὑτου̂ καὶ ἑαυτὸν σώφρονι μόνῳ προσήκειν. ὅθεν δὴ καὶ τὸ τω̂ν προφητω̂ν γένος ἐπὶ

511

[72a] 其邻近脏腑居左位而设,专司保持镜面明净,宛若常备的映像之器。当体内秽气因疾病积聚于肝,脾脏便以疏松多孔之构造尽数吸纳净化。故脾脏随净化物积聚而肿胀,待躯体洁净后复归原状。

512

[72b] ται̂ς ἐνθέοις μαντείαις κριτὰς ἐπικαθιστάναι νόμος: οὓς μάντεις αὐτοὺς ὀνομάζουσίν τινες, τὸ πα̂ν ἠγνοηκότες ὅτι τη̂ς δι' αἰνιγμω̂ν οὑ̂τοι φήμης καὶ φαντάσεως ὑποκριταί, καὶ οὔτι μάντεις, προφη̂ται δὲ μαντευομένων δικαιότατα ὀνομάζοιντ' ἄν.

512

[72b] 法律规定须为神圣预言术设立裁判者。有人称他们为预言家,实则全然不知这些仅是隐晦神谕与幻象的阐释者。他们最恰当的称谓当属解读者,而非预言者。

513

ἡ μὲν οὐ̂ν φύσις ἥπατος διὰ ταυ̂τα τοιαύτη τε καὶ ἐν τόπῳ ᾡ̂ λέγομεν πέφυκε, χάριν μαντικη̂ς: καὶ ἔτι μὲν δὴ ζω̂ντος ἑκάστου τὸ τοιου̂τον σημει̂α ἐναργέστερα ἔχει, στερηθὲν δὲ του̂ ζη̂ν γέγονε τυφλὸν καὶ τὰ μαντει̂α ἀμυδρότερα

513

肝脏之本性与所处位置皆为预言术而设。生命存续之际,此器官能显示最为明晰的征兆;然当生命消逝,其便成盲目之器,所发预言亦愈显模糊,

514

[72c] ἔσχεν του̂ τι σαφὲς σημαίνειν. ἡ δ' αὐ̂ του̂ γείτονος αὐτῳ̂ σύστασις καὶ ἕδρα σπλάγχνου γέγονεν ἐξ ἀριστερα̂ς χάριν ἐκείνου, του̂ παρέχειν αὐτὸ λαμπρὸν ἀεὶ καὶ καθαρόν, οἱ̂ον κατόπτρῳ παρεσκευασμένον καὶ ἕτοιμον ἀεὶ παρακείμενον ἐκμαγει̂ον.

514

[72c] 难示确切讯息。毗邻之脏器脾脏居左而设,旨在保持肝脏恒常明净,犹如精心打磨之镜鉴,永备作映现之基质。

515

διὸ δὴ καὶ ὅταν τινὲς ἀκαθαρσίαι γίγνωνται διὰ νόσους σώματος περὶ τὸ ἡ̂παρ, πάντα ἡ σπληνὸς καθαίρουσα αὐτὰ δέχεται μανότης, ἅτε κοίλου καὶ ἀναίμου ὑφανθέντος:

515

当身体因疾病导致肝脏不洁时,多孔而无血之脾脏便以疏松之质收纳所有秽物。充盈净化之渣滓则肿胀结痂,待躯体洁净后复归平伏。

516

[72d] ὅθεν πληρούμενος τω̂ν ἀποκαθαιρομένων μέγας καὶ ὕπουλος αὐξάνεται, καὶ πάλιν, ὅταν καθαρθῃ̂ τὸ σω̂μα, ταπεινούμενος εἰς ταὐτὸν συνίζει.

516

[72d] 关于灵魂之论述——其必朽部分与神圣部分如何安置,与何物相伴,因何而分离——唯有当神亲自应和时,我们方能如此断言其真实性。至于当前所述及未来更需审慎考察之推论,姑且可视为近似真理。

517

τὰ μὲν οὐ̂ν περὶ ψυχη̂ς, ὅσον θνητὸν ἔχει καὶ ὅσον θει̂ον, καὶ ὅπῃ καὶ μεθ' ὡ̂ν καὶ δι' ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεου̂ συμφήσαντος τότ' ἂν οὕτως μόνως διισχυριζοίμεθα: τό γε μὴν εἰκὸς ἡμι̂ν εἰρη̂σθαι, καὶ νυ̂ν καὶ ἔτι μα̂λλον ἀνασκοπου̂σι διακινδυνευτέον τὸ φάναι καὶ πεφάσθω.


[72e] τὸ δ' ἑξη̂ς δὴ τούτοισιν κατὰ ταὐτὰ μεταδιωκτέον: ἠ̂ν δὲ τὸ του̂ σώματος ἐπίλοιπον ᾑ̂ γέγονεν.

517

[72e] 当继续循此理路探究身体构造之余部。建构者深谙我等种族将因贪欲而过度摄取饮食,远超必要之度。

518

ἐκ δὴ λογισμου̂ τοιου̂δε συνίστασθαι μάλιστ' ἂν αὐτὸ πάντων πρέποι. τὴν ἐσομένην ἐν ἡμι̂ν ποτω̂ν καὶ ἐδεστω̂ν ἀκολασίαν ᾔδεσαν οἱ συντιθέντες ἡμω̂ν τὸ γένος, καὶ ὅτι του̂ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῳ̂ χρησοίμεθα πλέονι:

518

为防疾病骤至致种族过早衰亡,他们凭理性筹划身体构造:预见到液态与固态养料之放纵摄取,

519

ἵν' οὐ̂ν μὴ φθορὰ διὰ νόσους ὀξει̂α γίγνοιτο καὶ ἀτελὲς τὸ γένος εὐθὺς

519

特将名为下腹的容器置于躯体末端,盘绕肠腑以延缓消化。如此既可避免营养速朽引发饕餮之欲,又能防止暴食导致哲学蒙昧与文艺荒疏,使人类沦为最神圣存在之悖逆者。

520

[73a] τὸ θνητὸν τελευτῳ̂, ταυ̂τα προορώμενοι τῃ̂ του̂ περιγενησομένου πώματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἵλιξάν τε πέριξ τὴν τω̂ν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερω̂σα ἡ τροφὴ ταχὺ πάλιν τροφη̂ς ἑτέρας δει̂σθαι τὸ σω̂μα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν, διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πα̂ν ἀποτελοι̂ τὸ γένος, ἀνυπήκοον του̂ θειοτάτου τω̂ν παρ' ἡμι̂ν.

520

[73a] 造物者预见终有一死的生物必将消耗饮食,遂在下腹构造名为腹腔的容器,并在周围盘绕肠道结构。此举意在防止食物过快通过,迫使躯体频繁索求新的养分,避免因贪食无度导致整个族类陷入不知餍足、丧失哲学思辨能力且毫无音乐性的境地,使我们无法听从体内最神圣存在的指引。

521

[73b] τὸ δὲ ὀστω̂ν καὶ σαρκω̂ν καὶ τη̂ς τοιαύτης φύσεως πέρι πάσης ὡ̂δε ἔσχεν. τούτοις σύμπασιν ἀρχὴ μὲν ἡ του̂ μυελου̂ γένεσις: οἱ γὰρ του̂ βίου δεσμοί, τη̂ς ψυχη̂ς τῳ̂ σώματι συνδουμένης, ἐν τούτῳ διαδούμενοι κατερρίζουν τὸ θνητὸν γένος:

521

[73b] 至于骨骼、肌肉及此类构造的起源,其机理如下:骨髓乃万物之始。当灵魂与肉体结合时,维系生命的纽带正是通过这种物质扎根于可朽之躯。而骨髓本身另有本源——神将火、水、气、土四种元素中最精纯稳定的三角形体各自分离,再以恰当比例混合调配,

522

αὐτὸς δὲ ὁ μυελὸς γέγονεν ἐξ ἄλλων. τω̂ν γὰρ τριγώνων ὅσα πρω̂τα ἀστραβη̂ καὶ λει̂α ὄντα πυ̂ρ τε καὶ ὕδωρ καὶ ἀέρα καὶ γη̂ν δι' ἀκριβείας μάλιστα ἠ̂ν παρασχει̂ν δυνατά, ταυ̂τα ὁ θεὸς ἀπὸ τω̂ν ἑαυτω̂ν ἕκαστα γενω̂ν χωρὶς

522

为所有必死族类创造全种子,由此形成骨髓基质。继而将各类灵魂形态植入其中,根据各自预期形态进行初始分配。那些注定承载神圣种子的圆形结构,被塑造成包裹整个脑部的容器,

523

[73c] ἀποκρίνων, μειγνὺς δὲ ἀλλήλοις σύμμετρα, πανσπερμίαν παντὶ θνητῳ̂ γένει μηχανώμενος, τὸν μυελὸν ἐξ αὐτω̂ν ἀπηργάσατο, καὶ μετὰ ταυ̂τα δὴ φυτεύων ἐν αὐτῳ̂ κατέδει τὰ τω̂ν ψυχω̂ν γένη, σχημάτων τε ὅσα ἔμελλεν αὐ̂ σχήσειν οἱ̂ά τε καθ' ἕκαστα εἴδη, τὸν μυελὸν αὐτὸν τοσαυ̂τα καὶ τοιαυ̂τα διῃρει̂το σχήματα εὐθὺς ἐν τῃ̂ διανομῃ̂ τῃ̂ κατ' ἀρχάς. καὶ τὴν μὲν τὸ θει̂ον σπέρμα οἱ̂ον ἄρουραν μέλλουσαν ἕξειν ἐν αὑτῃ̂ περιφερη̂ πανταχῃ̂ πλάσας ἐπωνόμασεν του̂ μυελου̂

523

[73c] 在生物完全成形时,此容器即成为头颅。至于容纳灵魂必朽部分的结构,则被划分为圆球状与长条形两类,统称为骨髓基质。犹如抛下锚链般,通过这些基质将各类灵魂的纽带固着于躯体。首先围绕大脑构筑骨性穹顶,

524

[73d] ταύτην τὴν μοι̂ραν ἐγκέφαλον, ὡς ἀποτελεσθέντος ἑκάστου ζῴου τὸ περὶ του̂τ' ἀγγει̂ον κεφαλὴν γενησόμενον:

524

[73d] 仅留狭窄通道;继而沿颈项与脊柱延伸出椎体,如同螺旋装置贯穿整个躯干。为确保生命种子得以保存,造物者用石质屏障将其封闭,在关节处运用对立元素的中和力量,赋予躯体屈伸之能。鉴于骨质天然刚硬易脆,

525

ὃ δ' αὐ̂ τὸ λοιπὸν καὶ θνητὸν τη̂ς ψυχη̂ς ἔμελλε καθέξειν, ἅμα στρογγύλα καὶ προμήκη διῃρει̂το σχήματα, μυελὸν δὲ πάντα ἐπεφήμισεν, καὶ καθάπερ ἐξ ἀγκυρω̂ν βαλλόμενος ἐκ τούτων πάσης ψυχη̂ς δεσμοὺς περὶ του̂το σύμπαν ἤδη τὸ σω̂μα ἡμω̂ν ἀπηργάζετο, στέγασμα μὲν αὐτῳ̂ πρω̂τον συμπηγνὺς περὶ

525

高温烧结与急速冷却可能损毁内部种子,遂以筋腱与肌肉系统加以调和:筋腱维系肢体活动,使其围绕椎体屈伸自如;肌肉既如毡毯般缓冲撞击,又可抵御寒暑侵袭——其内蕴温热体液,夏日蒸发散热,冬日凝结御寒。如此精妙设计,乃造物者以水土相融,调和酸碱,

526

[73e] ὅλον ὀστέινον. τὸ δὲ ὀστου̂ν συνίστησιν ὡ̂δε. γη̂ν διαττήσας καθαρὰν καὶ λείαν ἐφύρασε καὶ ἔδευσεν μυελῳ̂, καὶ μετὰ του̂το εἰς πυ̂ρ αὐτὸ ἐντίθησιν, μετ' ἐκει̂νο δὲ εἰς ὕδωρ βάπτει, πάλιν δὲ εἰς πυ̂ρ, αὐ̂θίς τε εἰς ὕδωρ: μεταφέρων δ' οὕτω πολλάκις εἰς ἑκάτερον ὑπ' ἀμφοι̂ν ἄτηκτον ἀπηργάσατο.

526

[73e] 完整的骨质结构。其构成方式如下:他将纯净细腻的土质筛分后,用骨髓浸润揉合,随后将其置入火中煅烧,继而浸入水中淬炼,如此反复于水火之间多次转移,最终造就了水火皆不能毁的材质。

527

καταχρώμενος δὴ τούτῳ περὶ μὲν τὸν ἐγκέφαλον αὐτου̂ σφαι̂ραν περιετόρνευσεν ὀστεί̈νην, ταύτῃ δὲ στενὴν διέξοδον

527

运用这种材质,他首先将脑部周遭塑造成球形骨腔,仅保留狭窄的通道。

528

[74a] κατελείπετο: καὶ περὶ τὸν διαυχένιον ἅμα καὶ νωτιαι̂ον μυελὸν ἐξ αὐτου̂ σφονδύλους πλάσας ὑπέτεινεν οἱ̂ον στρόφιγγας, ἀρξάμενος ἀπὸ τη̂ς κεφαλη̂ς, διὰ παντὸς του̂ κύτους+.

528

[74a] 随后以这种材质在颈椎与脊髓周围塑造椎骨,如同纺锤般自头颅开始延伸贯穿整个躯壳。

529

καὶ τὸ πα̂ν δὴ σπέρμα διασῴζων οὕτως λιθοειδει̂ περιβόλῳ συνέφραξεν, ἐμποιω̂ν ἄρθρα, τῃ̂ θατέρου προσχρώμενος ἐν αὐτοι̂ς ὡς μέσῃ ἐνισταμένῃ δυνάμει, κινήσεως καὶ κάμψεως ἕνεκα. τὴν δ' αὐ̂ τη̂ς ὀστεί̈νης φύσεως ἕξιν ἡγησάμενος

529

为完整保存生命种子,他用这种石质构造形成包围圈,并借助异质力量作为中介在关节处创造屈伸机制。鉴于骨质结构需要比常规更为坚硬且不可弯曲的特性——若过度烧灼或冷却会迅速腐坏内部种子——他因此设计了筋腱与肌肉系统:

530

[74b] του̂ δέοντος κραυροτέραν εἰ̂ναι καὶ ἀκαμπτοτέραν, διάπυρόν τ' αὐ̂ γιγνομένην καὶ πάλιν ψυχομένην σφακελίσασαν ταχὺ διαφθερει̂ν τὸ σπέρμα ἐντὸς αὑτη̂ς, διὰ ταυ̂τα οὕτω τὸ τω̂ν νεύρων καὶ τὸ τη̂ς σαρκὸς γένος ἐμηχανα̂το, ἵνα τῳ̂ μὲν πάντα τὰ μέλη συνδήσας ἐπιτεινομένῳ καὶ ἀνιεμένῳ περὶ τοὺς στρόφιγγας καμπτόμενον τὸ σω̂μα καὶ ἐκτεινόμενον παρέχοι, τὴν δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων, ἔτι δὲ πτωμάτων οἱ̂ον τὰ πιλητὰ ἔσεσθαι κτήματα,

530

[74b] 通过筋腱的紧绷与松弛使肢体围绕椎骨纺锤进行屈伸运动;而肌肉则被赋予抵御酷暑严寒的缓冲功能,如同柔软衬垫般温和承托躯体。当夏日炎炎时,肌肉内蕴的温热湿气通过体表蒸发带来清凉;寒冬之际,其内在火元素又能适度抵御外界的霜冻。

531

[74c] σώμασιν μαλακω̂ς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτη̂ς ἔχουσαν θέρους μὲν ἀνιδίουσαν καὶ νοτιζομένην ἔξωθεν ψυ̂χος κατὰ πα̂ν τὸ σω̂μα παρέξειν οἰκει̂ον, διὰ χειμω̂νος δὲ πάλιν αὐ̂ τούτῳ τῳ̂ πυρὶ τὸν προσφερόμενον ἔξωθεν καὶ περιιστάμενον πάγον ἀμυνει̂σθαι μετρίως. ταυ̂τα ἡμω̂ν διανοηθεὶς ὁ κηροπλάστης, ὕδατι μὲν καὶ πυρὶ καὶ γῃ̂ συμμείξας καὶ συναρμόσας, ἐξ ὀξέος καὶ ἁλμυρου̂ συνθεὶς

531

[74c] 我们这位塑造者如此构思后,便将水、火、土元素精妙调和,以酸性与咸性物质为粘合剂,将神经与肌肉的混合物敷着于骨骼之上。他先将神经编织成网状包裹骨骼与骨髓,继而用肌肉覆盖整个构造。

532

[74d] ζύμωμα ὑπομείξας αὐτοι̂ς, σάρκα ἔγχυμον καὶ μαλακὴν συνέστησεν: τὴν δὲ τω̂ν νεύρων+ φύσιν+ ἐξ ὀστου̂ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοι̂ν μέσην δυνάμει συνεκεράσατο, ξανθῳ̂ χρώματι προσχρώμενος. ὅθεν συντονωτέραν μὲν καὶ γλισχροτέραν σαρκω̂ν, μαλακωτέραν δὲ ὀστω̂ν ὑγροτέραν τε ἐκτήσατο δύναμιν νευ̂ρα: οἱ̂ς συμπεριλαβὼν ὁ θεὸς ὀστα̂ καὶ μυελόν, δήσας πρὸς ἄλληλα νεύροις, μετὰ ταυ̂τα σαρξὶν

532

[74d] 神将酵面掺入其中,构成了充满汁液的柔软肉质。至于筋腱的实质,则通过骨骼与未发酵的混合液进行调和,以中间力量将二者熔铸为一,呈现出赭黄色泽。由此筋腱获得了比肉质更坚韧黏着、较骨骼更柔韧湿润的特质。神用这些筋腱包裹骨骼与髓腔,通过筋腱将各关节联结,继而用肉质

533

[74e] πάντα αὐτὰ κατεσκίασεν ἄνωθεν. ὅσα μὲν οὐ̂ν ἐμψυχότατα τω̂ν ὀστω̂ν ἠ̂ν, ὀλιγίσταις συνέφραττε σαρξίν, ἃ δ' ἀψυχότατα ἐντός, πλείσταις καὶ πυκνοτάταις, καὶ δὴ κατὰ τὰς συμβολὰς τω̂ν ὀστω̂ν, ὅπῃ μήτινα ἀνάγκην ὁ λόγος ἀπέφαινεν δει̂ν αὐτὰς εἰ̂ναι, βραχει̂αν σάρκα ἔφυσεν, ἵνα μήτε ἐμποδὼν ται̂ς καμπαι̂σιν οὐ̂σαι δύσφορα τὰ σώματα ἀπεργάζοιντο, ἅτε δυσκίνητα γιγνόμενα, μήτ' αὐ̂ πολλαὶ καὶ πυκναὶ σφόδρα τε ἐν ἀλλήλαις ἐμπεπιλημέναι, διὰ στερεότητα ἀναισθησίαν ἐμποιου̂σαι, δυσμνημονευτότερα καὶ κωφότερα τὰ περὶ τὴν διάνοιαν ποιοι̂εν.

533

[74e] 将其完全覆盖于表层。对于最具生命力的骨骼部位,祂仅用稀薄肉质包裹;而那些内在最无生机的部位,则被最丰厚致密的肉质所覆盖。在骨骼接合处——凡理性未明示必须保留间隙之处——祂都只培植少量肌肉,既避免因过度填充导致肢体弯曲困难,造成身体僵硬难动;亦防止过于丰厚致密的肌肉因固态特性引发麻痹,使心智活动变得迟钝健忘。

534

διὸ δὴ τό τε τω̂ν μηρω̂ν καὶ κνημω̂ν καὶ

534

正是基于此理,股骨与胫骨周围

535

[75a] τὸ περὶ τὴν τω̂ν ἰσχίων φύσιν τά τε περὶ τὰ τω̂ν βραχιόνων ὀστα̂ καὶ τὰ τω̂ν πήχεων, καὶ ὅσα ἄλλα ἡμω̂ν ἄναρθρα, ὅσα τε ἐντὸς ὀστα̂ δι' ὀλιγότητα ψυχη̂ς ἐν μυελῳ̂ κενά ἐστιν φρονήσεως, ταυ̂τα πάντα συμπεπλήρωται σαρξίν:

535

[75a] 髋部本性的构造,臂骨与前臂骨的构成,以及我们体内所有无关节的骨骼,那些因灵魂贫乏而内含中空骨髓的骨骼,所有这些都被血肉完全填塞。

536

ὅσα δὲ ἔμφρονα, ἡ̂ττον--εἰ μή πού τινα αὐτὴν καθ' αὑτὴν αἰσθήσεων ἕνεκα σάρκα οὕτω συνέστησεν, οἱ̂ον τὸ τη̂ς γλώττης εἰ̂δος-- τὰ δὲ πλει̂στα ἐκείνως: ἡ γὰρ ἐξ ἀνάγκης γιγνομένη καὶ

536

至于富有理智的部分,则较少被血肉包裹——除非某些部位为感知需要而单独形成血肉结构,例如舌头的形态——但大多数情况遵循如下原则:必然性产生的、与理性共同生长的本性,绝不容许致密的骨骼与丰厚血肉并存于敏锐感知的器官。

537

[75b] συντρεφομένη φύσις οὐδαμῃ̂ προσδέχεται πυκνὸν ὀστου̂ν καὶ σάρκα πολλὴν ἅμα τε αὐτοι̂ς ὀξυήκοον αἴσθησιν.

537

[75b] 若头颅构造能使这些元素完全契合,人类这一物种本可拥有被坚韧血肉与筋腱包裹的强健头颅,从而获得比现在更为健康、更少痛苦,且成倍延长的生命。

538

μάλιστα γὰρ ἂν αὐτὰ πάντων ἔσχεν ἡ περὶ τὴν κεφαλὴν σύστασις, εἴπερ ἅμα συμπίπτειν ἠθελησάτην, καὶ τὸ τω̂ν ἀνθρώπων γένος σαρκώδη ἔχον ἐφ' ἑαυτῳ̂ καὶ νευρώδη κρατεράν τε κεφαλὴν βίον ἂν διπλου̂ν καὶ πολλαπλου̂ν καὶ ὑγιεινότερον καὶ ἀλυπότερον του̂ νυ̂ν κατεκτήσατο.

538

然而参与创造我们族类的造物主们,在权衡应塑造更长寿但低劣还是更短暂但优秀的物种时,一致认定:对于所有存在者而言,较短暂的卓越生命永远优于较长久而平庸的存在。

539

νυ̂ν δὲ τοι̂ς περὶ τὴν ἡμετέραν γένεσιν δημιουργοι̂ς, ἀναλογιζομένοις πότερον πολυχρονιώτερον

539

因此他们用多孔的骨骼、适量的血肉与筋腱构筑头颅——这个既无需弯曲又无需承重的部位——

540

[75c] χει̂ρον ἢ βραχυχρονιώτερον βέλτιον ἀπεργάσαιντο γένος, συνέδοξεν του̂ πλείονος βίου, φαυλοτέρου δέ, τὸν ἐλάττονα ἀμείνονα ὄντα παντὶ πάντως αἱρετέον: ὅθεν δὴ μανῳ̂ μὲν ὀστῳ̂, σαρξὶν δὲ καὶ νεύροις κεφαλήν, ἅτε οὐδὲ καμπὰς ἔχουσαν, οὐ συνεστέγασαν.

540

[75c] 基于所有这些考量,人类被赋予的头颅虽在感知敏锐度与智慧程度上远超其他肢体,却在物理强度上最为脆弱。至于筋腱的分布,

541

κατὰ πάντα οὐ̂ν ταυ̂τα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸς ἀνδρὸς προσετέθη κεφαλὴ σώματι. τὰ δὲ νευ̂ρα διὰ

541

神将其环绕颈部末端周匝固定,依照面部本性的要求系结颚骨末端,其余部分则散布于全身各关节处,实现骨骼间的精密连接。

542

[75d] ταυ̂τα καὶ οὕτως ὁ θεὸς ἐπ' ἐσχάτην τὴν κεφαλὴν περιστήσας κύκλῳ περὶ τὸν τράχηλον ἐκόλλησεν ὁμοιότητι, καὶ τὰς σιαγόνας ἄκρας αὐτοι̂ς συνέδησεν ὑπὸ τὴν φύσιν του̂ προσώπου: τὰ δ' ἄλλα εἰς ἅπαντα τὰ μέλη διέσπειρε, συνάπτων ἄρθρον ἄρθρῳ.

542

[75d] 关于口腔功能的安排,负责构造的造物主们通过牙齿、舌头与嘴唇的协同作用,既满足生理需求又实现最高贵的功能:凡进入体内滋养躯体的皆为必需,而向外流淌的言辞之泉——这侍奉理性的清流——实乃万泉中最美善者。

543

τὴν δὲ δὴ του̂ στόματος ἡμω̂ν δύναμιν ὀδου̂σιν καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τω̂ν ἀναγκαίων καὶ τω̂ν ἀρίστων διεκόσμησαν οἱ διακοσμου̂ντες ᾑ̂ νυ̂ν

543

头颅既不可仅由裸露的脆弱骨骼构成(因无法抵御寒暑侵袭),亦不能任其被厚重血肉遮蔽而钝化感知。造物主采取折中之法,令肉质组织保持适度湿润,

544

[75e] διατέτακται, τὴν μὲν εἴσοδον τω̂ν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δ' ἔξοδον τω̂ν ἀρίστων: ἀναγκαι̂ον μὲν γὰρ πα̂ν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῳ̂ σώματι, τὸ δὲ λόγων να̂μα ἔξω ῥέον καὶ ὑπηρετου̂ν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων.

544

[75e] 其构造经精密安排:一方面设置必要物质的入口机制,另一方面则安排至善物质的流出通道。凡摄入之营养皆为身体所需,而理性之泉向外流淌时侍奉智慧,实乃所有泉涌中最美妙崇高者。

545

τὴν δ' αὐ̂ κεφαλὴν οὔτε μόνον ὀστεί̈νην ψιλὴν δυνατὸν ἐα̂ν ἠ̂ν διὰ τὴν ἐν ται̂ς ὥραις ἐφ' ἑκάτερον ὑπερβολήν, οὔτ' αὐ̂ συσκιασθει̂σαν κωφὴν καὶ ἀναίσθητον διὰ τὸν τω̂ν σαρκω̂ν ὄχλον περιιδει̂ν γιγνομένην: τη̂ς δὴ

545

头颅既不可全然裸露骨骼,盖因寒暑极变之故;亦不可任其覆以赘肉而致迟钝麻木。是以造物者取

546

[76a] σαρκοειδου̂ς φύσεως οὐ καταξηραινομένης λέμμα μει̂ζον περιγιγνόμενον ἐχωρίζετο, δέρμα τὸ νυ̂ν λεγόμενον. του̂το δὲ διὰ τὴν περὶ τὸν ἐγκέφαλον νοτίδα συνιὸν αὐτὸ πρὸς αὑτὸ καὶ βλαστάνον κύκλῳ περιημφιέννυεν τὴν κεφαλήν:

546

[76a] 肉质组织未完全干燥时形成的覆盖物——即现今所谓之皮肤。此物因脑部湿气凝聚而自我增殖,如环状织物般包裹头颅:

547

ἡ δὲ νοτὶς ὑπὸ τὰς ῥαφὰς ἀνιου̂σα ἠ̂ρδε καὶ συνέκλεισεν αὐτὸ ἐπὶ τὴν κορυφήν, οἱ̂ον ἅμμα συναγαγου̂σα, τὸ δὲ τω̂ν ῥαφω̂ν παντοδαπὸν εἰ̂δος γέγονε διὰ τὴν τω̂ν περιόδων δύναμιν καὶ τη̂ς τροφη̂ς, μα̂λλον μὲν ἀλλήλοις μαχομένων τούτων πλείους,

547

湿气沿骨缝上升浸润,最终在颅顶汇合,宛若系带收束。骨缝形态之所以纷繁多样,实因周期力与滋养作用之故——当其剧烈对抗时骨缝增多,缓和时则减少。

548

[76b] ἡ̂ττον δὲ ἐλάττους.

548

[76b]

549

του̂το δὴ πα̂ν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θει̂ον, τρηθέντος δὲ καὶ τη̂ς ἰκμάδος ἔξω δι' αὐτου̂ φερομένης τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄειν, τὸ δὲ μεικτὸν ἐξ ὡ̂ν καὶ τὸ δέρμα ἠ̂ν, αἰρόμενον μὲν ὑπὸ τη̂ς φορα̂ς ἔξω μακρὸν ἐτείνετο, λεπτότητα ἴσην ἔχον τῳ̂ κατακεντήματι, διὰ δὲ βραδυτη̂τα ἀπωθούμενον ὑπὸ του̂ περιεστω̂τος ἔξωθεν πνεύματος πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα

549

神圣之火将此皮肤整体穿刺,孔洞中渗出体液时,纯粹湿热者尽数逸散,混合皮肤成分之物质则在气流作用下向外延伸,其细薄程度恰如穿刺孔径。然因外界环绕之风压迟缓,此物质复被推回皮下深处,

550

[76c] εἱλλόμενον κατερριζου̂το: καὶ κατὰ ταυ̂τα δὴ τὰ πάθη τὸ τριχω̂ν γένος ἐν τῳ̂ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντω̂δες ὂν αὐτου̂, σκληρότερον δὲ καὶ πυκνότερον τῃ̂ πιλήσει τη̂ς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθει̂σα συνεπιλήθη.

550

[76c] 相互缠绕的根部得以固定。正是基于这些属性,毛发类得以在皮肤上生长,虽与革质物同源却因受寒凝结而更为坚硬密实——每当毛发脱离皮肤时,因受寒而相互纠结。

551

τούτῳ δὴ λασίαν ἡμω̂ν ἀπηργάσατο τὴν κεφαλὴν ὁ ποιω̂ν, χρώμενος μὲν αἰτίοις τοι̂ς εἰρημένοις, διανοούμενος δὲ ἀντὶ σαρκὸς αὐτὸ δει̂ν εἰ̂ναι στέγασμα τη̂ς

551

造物者基于上述原理赋予我们浓密的发冠,其用意在于取代血肉之躯,为脑部提供安全屏障:轻便且冬夏皆宜的遮护,既不影响感知能力又可抵御寒暑。

552

[76d] περὶ τὸν ἐγκέφαλον ἕνεκα ἀσφαλείας κου̂φον καὶ θέρους χειμω̂νός τε ἱκανὸν σκιὰν καὶ σκέπην παρέχειν, εὐαισθησίας δὲ οὐδὲν διακώλυμα ἐμποδὼν γενησόμενον.

552

[76d]

553

τὸ δ' ἐν τῃ̂ περὶ τοὺς δακτύλους καταπλοκῃ̂ του̂ νεύρου καὶ του̂ δέρματος ὀστου̂ τε, συμμειχθὲν ἐκ τριω̂ν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοι̂ς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῃ̂ δὲ αἰτιωτάτῃ διανοίᾳ τω̂ν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον. ὡς γάρ ποτε ἐξ ἀνδρω̂ν γυναι̂κες καὶ τἀ̂λλα

553

至于手指关节处神经、皮肤与骨骼的交织,经三重物质混合干燥后形成共有的坚硬皮层,此乃多重因素共同作用的产物,但根本动因仍在于预见到未来的需要。因造物者深知人类终将分化出女性与其他物种,

554

[76e] θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμα̂ς, καὶ δὴ καὶ τη̂ς τω̂ν ὀνύχων χρείας ὅτι πολλὰ τω̂ν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τω̂ν ὀνύχων γένεσιν.

554

[76e] 更预见到驯化动物需要利爪的多重用途,故在初生人类肢体末端预先植入爪甲的生长机制。基于此理,造物主藉前述原理与缘由,令皮肤在肢体末端生出毛发与爪甲。

555

τούτῳ δὴ τῳ̂ λόγῳ καὶ ται̂ς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ' ἄκροις τοι̂ς κώλοις ἔφυσαν. ἐπειδὴ δὲ πάντ' ἠ̂ν τὰ του̂ θνητου̂ ζῴου συμπεφυκότα

555

当必朽生命体的各部分器官完全长成时,其生命必然与火气元素相连,因受此元素消蚀而日渐衰竭。诸神遂设计救济方案:

556

[77a] μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῳ̂, καὶ διὰ ταυ̂τα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ' ἔφθινεν, βοήθειαν αὐτῳ̂ θεοὶ μηχανω̂νται.


τη̂ς γὰρ ἀνθρωπίνης συγγενη̂ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσιν κεραννύντες, ὥσθ' ἕτερον ζῳ̂ον εἰ̂ναι, φυτεύουσιν: ἃ δὴ νυ̂ν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασω̂ς πρὸς ἡμα̂ς ἔσχεν, πρὶν δὲ ἠ̂ν μόνα τὰ

556

[77a] 他们混合人类本性与其他理念及感知能力,创造出异质生命体。这些经农艺驯化的树木与作物如今温顺地供养我们,但最初唯有野生品种存在——

557

[77b] τω̂ν ἀγρίων γένη, πρεσβύτερα τω̂ν ἡμέρων ὄντα. πα̂ν γὰρ οὐ̂ν ὅτιπερ ἂν μετάσχῃ του̂ ζη̂ν, ζῳ̂ον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατα:

557

[77b] 野生类属,较家养类属更为古老。凡参与生命者,皆可被最恰当地称为原型生命体:

558

μετέχει γε μὴν του̂το ὃ νυ̂ν λέγομεν του̂ τρίτου ψυχη̂ς εἴδους, ὃ μεταξὺ φρενω̂ν ὀμφαλου̂ τε ἱδρυ̂σθαι λόγος, ᾡ̂ δόξης μὲν λογισμου̂ τε καὶ νου̂ μέτεστιν τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινη̂ς μετὰ ἐπιθυμιω̂ν. πάσχον γὰρ διατελει̂ πάντα, στραφέντι δ' αὐτῳ̂ ἐν ἑαυτῳ̂ περὶ ἑαυτό, τὴν

558

此物实乃参与吾辈所述第三种灵魂形态,其居于膈膜与脐间之所在。该形态虽无理性与理智之分享,却具苦乐感知与欲望。因其恒处被动状态,当其在自身内部围绕自身旋转时,

559

[77c] μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῃ̂ δ' οἰκείᾳ χρησαμένῳ, τω̂ν αὑτου̂ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις.

559

[77c] 既排斥外在运动,又运用自身动能,然其生成本质未赋予任何自我推演之禀赋。故此物虽具生命却非异类生命体,因缺乏自我运动之能,遂成稳固扎根之态。诸神植此诸类属为吾辈低等存在提供养分,犹如园丁开凿沟渠,令吾辈躯体得以如泉涌浸润。

560

διὸ δὴ ζῃ̂ μὲν ἔστιν τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγεν διὰ τὸ τη̂ς ὑφ' ἑαυτου̂ κινήσεως ἐστερη̂σθαι. ταυ̂τα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοι̂ς ἥττοσιν ἡμι̂ν τροφήν, τὸ σω̂μα αὐτὸ ἡμω̂ν διωχέτευσαν τέμνοντες οἱ̂ον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο.


καὶ πρω̂τον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ

560

彼等首于皮肤与肉之结合处暗凿两条沿脊柱血管,因躯体本具左右对称:

561

[77d] τὴν σύμφυσιν του̂ δέρματος καὶ τη̂ς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, δίδυμον ὡς τὸ σω̂μα ἐτύγχανεν δεξιοι̂ς τε καὶ ἀριστεροι̂ς ὄν:

561

[77d] 此二脉沿脊柱布设,取生殖骨髓置于其间,既使其最大限度生长繁茂,又令由此顺流而下之浸润得均匀供水。继而剖开头颅血脉,

562

ταύτας δὲ καθη̂καν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὑ̂τός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τἀ̂λλα εὔρους ἐντευ̂θεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν. μετὰ δὲ ταυ̂τα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι'

562

令其交叉编织,右脉通躯体左侧,左脉贯躯体右侧,如此既以皮肤为纽带联结首身——盖因颅顶未以筋腱环裹——亦使感知现象得自躯体两侧贯通全体。

563

[77e] ἀλλήλων ἐναντίας πλέξαντες διει̂σαν, τὰς μὲν ἐκ τω̂ν δεξιω̂ν ἐπὶ τἀριστερὰ του̂ σώματος, τὰς δ' ἐκ τω̂ν ἀριστερω̂ν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῃ̂ κεφαλῃ̂ πρὸς τὸ σω̂μα εἴη μετὰ του̂ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἠ̂ν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τω̂ν αἰσθήσεων πάθος ἵν' ἀφ' ἑκατέρων τω̂ν μερω̂ν εἰς ἅπαν τὸ σω̂μα εἴη διάδηλον.

563

[77e] 其后以特定方式构建导水系统,于编织物内部以火元素构筑整体,气囊状结构则以气元素构成。将此装置环绕所造生命体安置:将气囊之管引入口腔,其双岔结构一沿气管入肺,另一则沿气管旁入胃;又将另一分管延鼻道布设,

564

τὸ δ' ἐντευ̂θεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ

564

形成双向通道,使非经口腔之气息皆得充盈。其余气囊装置遍布躯体空腔,时而柔缓汇入气囊(因其本质为气),时而气囊充盈时,编织物随躯体舒张收缩而内外运动,内部火元素之射线与气流双向运动相系。

565

[78a] τοιῳ̂δε, ὃν κατοψόμεθα ῥᾳ̂ον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πυ̂ρ δὲ πάντων γενω̂ν σμικρομερέστατον, ὅθεν δι' ὕδατος καὶ γη̂ς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρει̂ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται.

565

[78a] 其理如此,我等当以如下方式更明晰地考察:须知凡由较小元素构成者必能包容较大者,而由较大元素构成者却无法容纳较微细者。火元素乃是所有物类中最为精微者,故其能穿透水、土、气及诸般由之构成之物,而诸物皆不能容纳之。

566

ταὐτὸν δὴ καὶ περὶ τη̂ς παρ' ἡμι̂ν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ,

566

同理推及吾人腹腔,当有相同之考量:当食物与饮品坠入其中,

567

[78b] στέγει, πνευ̂μα δὲ καὶ πυ̂ρ σμικρομερέστερα ὄντα τη̂ς αὑτη̂ς συστάσεως οὐ δύναται.

567

[78b] 腹腔能容纳之;然气息与火元素因其构造更为精微,故无法受容其中。

568

τούτοις οὐ̂ν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τη̂ς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἱ̂ον οἱ κύρτοι συνυφηνάμενος, διπλα̂ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον, ὡ̂ν θάτερον αὐ̂ πάλιν διέπλεξεν δίκρουν: καὶ ἀπὸ τω̂ν ἐγκυρτίων δὴ διετείνατο οἱ̂ον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα του̂ πλέγματος. τὰ μὲν

568

造物之神遂巧用此理,以气与火编织成网状结构——如囊袋之形制——于腹腔至血管间构建导水系统。此结构入口处设有双重囊袋,其中一具复分作双管。自囊袋边缘,神以藤蔓状结构环状延伸至网状构造之极处。内部构造

569

[78c] οὐ̂ν ἔνδον ἐκ πυρὸς συνεστήσατο του̂ πλοκάνου ἅπαντα, τὰ δ' ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδη̂, καὶ λαβὼν αὐτὸ περιέστησεν τῳ̂ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.

569

[78c] 皆由火元素编织而成,囊袋与头盖状结构则为气态质地。造物者将此整体装置安置于所塑原型生命体之方式如下:

570

τὸ μὲν τω̂ν ἐγκυρτίων εἰς τὸ στόμα μεθη̂κεν: διπλου̂ δὲ ὄντος αὐτου̂ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύμονα καθη̂κεν θάτερον, τὸ δ' εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας: τὸ δ' ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τη̂ς ῥινὸς ἀφη̂κεν κοινόν, ὥσθ' ὅτε μὴ κατὰ στόμα ἴοι+ θάτερον, ἐκ τούτου πάντα καὶ τὰ

570

将囊袋之一端通向口腔。鉴于其双重构造,一管沿动脉延伸至肺部,另一管则沿动脉旁侧通向腹腔。彼复将另一部分剖分,使各支流沿鼻腔通道交汇,故当气息不经口腔时,所有流动皆可由此处及其延伸管道获得补充。其余囊袋之头盖状构造

571

[78d] ἐκείνου ῥεύματα ἀναπληρου̂σθαι. τὸ δὲ ἄλλο κύτος του̂ κύρτου περὶ τὸ σω̂μα ὅσον κοι̂λον ἡμω̂ν περιέφυσεν, καὶ πα̂ν δὴ του̂το τοτὲ μὲν εἰς τὰ ἐγκύρτια συρρει̂ν μαλακω̂ς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρει̂ν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος του̂ σώματος μανου̂, δύεσθαι εἴσω δι' αὐτου̂ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς του̂ πυρὸς ἀκτι̂νας διαδεδεμένας ἀκολουθει̂ν ἐφ' ἑκάτερα ἰόντος του̂ ἀέρος, καὶ του̂το,

571

[78d] 则环绕吾人躯体之空腔分布。造物者令此装置时而如气态般柔顺地流入囊袋,时而令囊袋充盈时网状构造因躯体多孔之性而内外穿行。内蕴火元素之射线则随气流往复运动而双向延伸——当气流内渗时,火元素随之深入;气流外溢时,火元素亦相随而出。火网与气脉如此交织,遂成就气息永动之循环,

572

[78e] ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῳ̂ον, μὴ διαπαύεσθαι γιγνόμενον: τούτῳ δὲ δὴ τῳ̂ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα.

572

[78e] 只要这必朽的原型生命体依然存在,其生成变化便永不停息。正是基于这类现象,命名者将呼吸与呼气这两个称谓赋予了这个过程。

573

πα̂ν δὲ δὴ τό τ' ἔργον καὶ τὸ πάθος του̂θ' ἡμω̂ν τῳ̂ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζη̂ν: ὁπόταν γὰρ εἴσω καὶ ἔξω τη̂ς ἀναπνοη̂ς ἰούσης τὸ πυ̂ρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δὲ ἀεὶ διὰ τη̂ς κοιλίας εἰσελθὸν τὰ

573

我们身体的全部机能与现象皆源于这种滋养与冷却机制——当呼吸之气内外流动时,体内持续联结的火元素便随之运动。这火元素透过腹腔弥散而入,

574

[79a] σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σμικρὰ διαιρου̂ν, διὰ τω̂ν ἐξόδων ᾑ̂περ πορεύεται διάγον, οἱ̂ον ἐκ κρήνης ἐπ' ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλου̂ν αὐτά, ῥει̂ν ὥσπερ αὐλω̂νος διὰ του̂ σώματος τὰ τω̂ν φλεβω̂ν ποιει̂ ῥεύματα. πάλιν δὲ τὸ τη̂ς ἀναπνοη̂ς ἴδωμεν πάθος, αἱ̂ς χρώμενον αἰτίαις τοιου̂τον γέγονεν οἱ̂όνπερ τὰ νυ̂ν ἐστιν. ὡ̂δ' οὐ̂ν.

574

[79a] 将饮食摄入物熔解为微粒,再经由其固有通道输送,如同将泉水通过沟渠引向血管网络,使生命之流犹如经导管般在血脉中奔涌。现在让我们再审视呼吸现象的成因,探究其本质特征的形成机制。其理如下。

575

[79b] ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τω̂ν φερομένων δύναιτ' ἂν εἰσελθει̂ν τι, τὸ δὲ πνευ̂μα φέρεται παρ' ἡμω̂ν ἔξω, τὸ μετὰ του̂το ἤδη παντὶ δη̂λον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τη̂ς ἕδρας ὠθει̂:

575

[79b] 既然虚空并不存在可供物质移动的空间,而我们体内的气息持续向外流动,那么显然这些气息并非进入虚空,而是不断排挤邻近物质;

576

τὸ δ' ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πα̂ν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξη̂λθεν τὸ πνευ̂μα, εἰσιὸν ἐκει̂σε καὶ ἀναπληρου̂ν αὐτὴν συνέπεται τῳ̂ πνεύματι, καὶ του̂το ἅμα πα̂ν

576

被排挤的物质又推动其相邻者,在这种必然法则下,所有物质最终循环回归到气息最初离开的位置。这些物质随气息回流填补空缺,整个过程

577

[79c] οἱ̂ον τροχου̂ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἰ̂ναι. διὸ δὴ τὸ τω̂ν στηθω̂ν καὶ τὸ του̂ πλεύμονος ἔξω+ μεθιὲν τὸ πνευ̂μα πάλιν ὑπὸ του̂ περὶ τὸ σω̂μα ἀέρος, εἴσω διὰ μανω̂ν τω̂ν σαρκω̂ν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλη̂ρες: αὐ̂θις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ+ καὶ διὰ του̂ σώματος+ ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθει̂ κατὰ τὴν του̂ στόματος καὶ τὴν τω̂ν μυκτήρων δίοδον. τὴν δ' αἰτίαν τη̂ς ἀρχη̂ς αὐτω̂ν θετέον

577

[79c] 如同轮轴转动般周而复始,皆因虚空之不存在。因此当胸腔与肺部释放气息时,周围空气便经由肌肉组织的间隙涌入填补;当外部气流折返时,又通过口腔与鼻腔通道推动呼吸之气回流。这种现象的初始原因应归于

578

[79d] τήνδε. πα̂ν ζῳ̂ον αὑτου̂ τἀντὸς περὶ τὸ αἱ̂μα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἱ̂ον ἐν ἑαυτῳ̂ πηγήν τινα ἐνου̂σαν πυρός: ὃ δὴ καὶ προσῃκάζομεν τῳ̂ του̂ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πα̂ν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτου̂ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι: δυοι̂ν δὲ τοι̂ν διεξόδοιν οὔσαιν, τη̂ς μὲν κατὰ τὸ σω̂μα ἔξω, τη̂ς δὲ αὐ̂

578

[79d] 以下所述。每个原型生命体内部围绕血液与血管具有最炽热的本性,犹如在其体内蕴藏着一股火元素的泉源。我们将其比拟为网状结构的核心,认为全体生物自中心向外延伸的网状组织皆由火元素编织而成,而外部其他部分则由气元素构成。热性按其本性应当向着与自身同源的领域外溢:由于存在两条通道——一条贯穿身体外部,另一条则经由

579

[79e] κατὰ τὸ στόμα καὶ τὰς ῥι̂νας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθει̂, τὸ δὲ περιωσθὲν εἰς τὸ πυ̂ρ ἐμπι̂πτον θερμαίνεται, τὸ δ' ἐξιὸν ψύχεται.

579

[79e] 口腔与鼻腔,当热性涌向其中一方时,必推动另一方;被推动者坠入火元素便受热,而外溢者则遇冷冷却。

580

μεταβαλλούσης δὲ τη̂ς θερμότητος καὶ τω̂ν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὐ̂ τὸ θερμότερον μα̂λλον, πρὸς τὴν αὑτου̂ φύσιν φερόμενον, περιωθει̂ τὸ κατὰ θάτερα:

580

当热性发生转移,且经由另一通道时温度升高,此时更炽热的部分因趋向其本性所在,必反推原先行经的通道:

581

τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ' ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται. καὶ δὴ καὶ τὰ τω̂ν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων

581

这种互为因果的往复运动,在双向震荡中形成循环,由两者的交互作用产生呼吸与呼气的节律。同理,医疗用吸杯相关现象

582

[80a] αἴτια καὶ τὰ τη̂ς καταπόσεως τά τε τω̂ν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γη̂ς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχει̂ς τε καὶ βραδει̂ς ὀξει̂ς τε καὶ βαρει̂ς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι' ἀνομοιότητα τη̂ς ἐν ἡμι̂ν ὑπ' αὐτω̂ν κινήσεως, τοτὲ δὲ σύμφωνοι δι' ὁμοιότητα.

582

[80a] 关于吞咽动作的成因,以及那些被抛掷至空中或落向地面的物体的运动轨迹,皆须循此道探究。至于那些时而呈现急促迟缓、时而尖锐低沉的声响,当它们通过体内运动的不协调性传递时便显得刺耳,而当运动趋于协调时则转为悦耳。

583

τὰς γὰρ τω̂ν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας,

583

较慢的运动追赶着前驱的快速震动,待其渐次平息归于同频之际,

584

[80b] αἱ̂ς ὕστερον αὐτοὶ προσφερόμενοι κινου̂σιν ἐκείνας, καταλαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ' ἀρχὴν βραδυτέρας φορα̂ς κατὰ τὴν τη̂ς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην: ὅθεν ἡδονὴν μὲν τοι̂ς ἄφροσιν, εὐφροσύνην δὲ τοι̂ς ἔμφροσιν διὰ τὴν τη̂ς θείας ἁρμονίας μίμησιν ἐν θνηται̂ς γενομένην φοραι̂ς παρέσχον.

584

[80b] 后继者以更缓的节奏契合前者的余波,并非强加新的扰动,而是将较慢运动的初始阶段与较快运动的终止阶段相协调,由此将尖锐与低沉融合为单一体验。这般由凡俗运动对神圣和谐的摹仿,为愚者带来欢愉,予智者以澄明之喜。

585

καὶ δὴ καὶ τὰ τω̂ν ὑδάτων πάντα ῥεύματα, ἔτι δὲ

585

再者,所有水流之动势,更兼

586

[80c] τὰ τω̂ν κεραυνω̂ν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τη̂ς ἕλξεως καὶ τω̂ν ̔Ηρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἰ̂ναι μηδὲν περιωθει̂ν τε αὑτὰ ταυ̂τα εἰς ἄλληλα, τό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτω̂ν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοι̂ς παθήμασιν πρὸς ἄλληλα συμπλεχθει̂σιν τεθαυματουργημένα τῳ̂ κατὰ τρόπον ζητου̂ντι φανήσεται.

586

[80c] 雷霆之陨落、琥珀吸附之奇观与赫拉克勒斯磁石之奥秘,凡此种种现象皆无真正引力可言。实则虚空本不存在,万物皆因相互推挤而聚散离合,各自归返其天然基位。对于循理探求者而言,这些现象不过是不同属性在相互作用中产生的自然奇观。

587

[80d] καὶ δὴ καὶ τὸ τη̂ς ἀναπνοη̂ς, ὅθεν ὁ λόγος ὥρμησεν, κατὰ ταυ̂τα καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοι̂ς πρόσθεν εἴρηται, τέμνοντος μὲν τὰ σιτία του̂ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῳ̂ πνεύματι συνεπομένου, τὰς φλέβας τε ἐκ τη̂ς κοιλίας τῃ̂ συναιωρήσει πληρου̂ντος τῳ̂ τὰ τετμημένα αὐτόθεν ἐπαντλει̂ν: καὶ διὰ ταυ̂τα δὴ καθ' ὅλον τὸ σω̂μα πα̂σιν τοι̂ς ζῴοις τὰ τη̂ς τροφη̂ς νάματα οὕτως ἐπίρρυτα γέγονεν.

587

[80d] 呼吸机理的成因亦当如是观之,如前所述:火元素将食物分解,上升之气流裹挟微粒,通过腹腔的波动将切割后的养分经由血管灌注全身。由是之故,滋养之流得以遍行众生躯体。

588

νεότμητα δὲ καὶ ἀπὸ συγγενω̂ν ὄντα, τὰ μὲν καρπω̂ν, τὰ δὲ χλόης,

588

那些新近采撷的同类产物——或为果实,或为青草——

589

[80e] ἃ θεὸς ἐπ' αὐτὸ του̂θ' ἡμι̂ν ἐφύτευσεν, εἰ̂ναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμειξιν, ἡ δ' ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθει̂, τη̂ς του̂ πυρὸς τομη̂ς τε καὶ ἐξομόρξεως ἐν ὑγρῳ̂ δεδημιουργημένη φύσις. ὅθεν του̂ κατὰ τὸ σω̂μα ῥέοντος τὸ χρω̂μα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν ὃ καλου̂μεν αἱ̂μα, νομὴν σαρκω̂ν καὶ σύμπαντος του̂ σώματος,

589

[80e] 神为滋养我们而种植的这些植物,因混合作用呈现出各种色泽,其中最为显著的红色调源于火元素在湿润环境中的切割与冲击。由此在身体内部流动的物质呈现出我们所谓的血液样态,这乃是肉体乃至整个躯体的养料。

590

[81a] ὅθεν ὑδρευόμενα ἕκαστα πληροι̂ τὴν του̂ κενουμένου βάσιν: ὁ δὲ τρόπος τη̂ς πληρώσεως ἀποχωρήσεώς τε γίγνεται καθάπερ ἐν τῳ̂ παντὶ παντὸς ἡ φορὰ γέγονεν, ἣν τὸ συγγενὲς πα̂ν φέρεται πρὸς ἑαυτό.


τὰ μὲν γὰρ δὴ περιεστω̂τα ἐκτὸς ἡμα̂ς τήκει τε ἀεὶ καὶ διανέμει πρὸς ἕκαστον εἰ̂δος τὸ ὁμόφυλον ἀποπέμποντα, τὰ δὲ ἔναιμα αὐ̂, κερματισθέντα ἐντὸς παρ' ἡμι̂ν καὶ περιειλημμένα ὥσπερ ὑπ'

590

[81a] 每当局部出现虚空,各要素便循此路径进行补充。这种充盈与流散的运作模式,恰如宇宙间万物遵循其同源属性相互牵引的永恒运动。外界的永恒循环不断消解我们,将各种元素分遣至其同类所在;而体内的循环系统——

591

[81b] οὐρανου̂ συνεστω̂τος ἑκάστου του̂ ζῴου, τὴν του̂ παντὸς ἀναγκάζεται μιμει̂σθαι φοράν: πρὸς τὸ συγγενὲς οὐ̂ν φερόμενον ἕκαστον τω̂ν ἐντὸς μερισθέντων τὸ κενωθὲν τότε πάλιν ἀνεπλήρωσεν.

591

[81b] 每个生命体内部如同微缩的天体构造,必然效仿宇宙整体的运行法则。当内在元素遵循同源法则流动时,那些被耗散的部分便会得到重新补充。当流出量超过流入量时,全体就会衰减;而当流入量不足时,全体则会增长。新生机体的构造中,那些如同由橡木制成般崭新的三角形元素,

592

ὅταν μὲν δὴ πλέον του̂ ἐπιρρέοντος ἀπίῃ, φθίνει πα̂ν, ὅταν δὲ ἔλαττον, αὐξάνεται. νέα μὲν οὐ̂ν σύστασις του̂ παντὸς ζῴου, καινὰ τὰ τρίγωνα οἱ̂ον ἐκ δρυόχων ἔτι ἔχουσα τω̂ν γενω̂ν, ἰσχυρὰν μὲν τὴν σύγκλεισιν αὐτω̂ν πρὸς ἄλληλα κέκτηται, συμπέπηγεν δὲ ὁ πα̂ς ὄγκος αὐτη̂ς


[81c] ἁπαλός, ἅτ' ἐκ μυελου̂ μὲν νεωστὶ γεγονυίας, τεθραμμένης δὲ ἐν γάλακτι: τὰ δὴ περιλαμβανόμενα ἐν αὐτῃ̂ τρίγωνα ἔξωθεν ἐπεισελθόντα, ἐξ ὡ̂ν ἂν ᾐ̂ τά τε σιτία καὶ ποτά, τω̂ν ἑαυτη̂ς τριγώνων παλαιότερα ὄντα καὶ ἀσθενέστερα καινοι̂ς ἐπικρατει̂ τέμνουσα, καὶ μέγα ἀπεργάζεται τὸ ζῳ̂ον τρέφουσα ἐκ πολλω̂ν ὁμοίων.


ὅταν δ' ἡ ῥίζα τω̂ν τριγώνων χαλᾳ̂ διὰ τὸ πολλοὺς ἀγω̂νας ἐν πολλῳ̂ χρόνῳ πρὸς πολλὰ

592

[81c] 因其元素间紧密联结而具备强大凝聚力,整体结构保持着初生骨髓般的柔韧,这种柔韧源于乳汁的滋养。外来的三角形元素——即食物与饮品的构成要素——因其古老而脆弱的本性,被机体新生的三角形元素切割同化,通过大量同类物质的转化完成对生命体的壮大。

593

[81d] ἠγωνίσθαι, τὰ μὲν τη̂ς τροφη̂ς εἰσιόντα οὐκέτι δύναται τέμνειν εἰς ὁμοιότητα ἑαυτοι̂ς, αὐτὰ δὲ ὑπὸ τω̂ν ἔξωθεν ἐπεισιόντων εὐπετω̂ς διαιρει̂ται: φθίνει δὴ πα̂ν ζῳ̂ον ἐν τούτῳ κρατούμενον, γη̂ράς τε ὀνομάζεται τὸ πάθος.

593

[81d] 经年累月与外来元素搏斗的三角形结构,已无法将摄入的营养物质分解为同类形态,自身反被外界涌入的异质元素轻易分解。当生命体完全受制于这种状态时,即呈现整体衰竭之象,这种现象被称为衰老。

594

τέλος δέ, ἐπειδὰν τω̂ν περὶ τὸν μυελὸν τριγώνων οἱ συναρμοσθέντες μηκέτι ἀντέχωσιν δεσμοὶ τῳ̂ πόνῳ διιστάμενοι, μεθια̂σιν τοὺς τη̂ς ψυχη̂ς αὐ̂ δεσμούς, ἡ δὲ λυθει̂σα κατὰ φύσιν μεθ' ἡδονη̂ς

594

最终,当维系骨髓内三角形结构的联结纽带因过度劳损而崩解时,它们便松开了对灵魂的系缚。灵魂按照自然法则得以解脱,在愉悦中

595

[81e] ἐξέπτατο: πα̂ν γὰρ τὸ μὲν παρὰ φύσιν ἀλγεινόν, τὸ δ' ᾑ̂ πέφυκεν γιγνόμενον ἡδύ. καὶ θάνατος δὴ κατὰ ταὐτὰ ὁ μὲν κατὰ νόσους καὶ ὑπὸ τραυμάτων γιγνόμενος ἀλγεινὸς καὶ βίαιος, ὁ δὲ μετὰ γήρως ἰὼν ἐπὶ τέλος κατὰ φύσιν ἀπονώτατος τω̂ν θανάτων καὶ μα̂λλον μεθ' ἡδονη̂ς γιγνόμενος ἢ λύπης. τὸ δὲ τω̂ν νόσων ὅθεν συνίσταται, δη̂λόν που καὶ παντί.

595

[81e] 展翅翱翔——凡违背自然者皆生痛苦,而顺乎本性者必生欢愉。同理可证:因疾病创伤所致的死亡充满痛楚且违背自然,而循自然之道随衰老而至的终极消亡,乃所有死亡中最无痛苦者,其过程伴随的愉悦远胜于苦楚。至于疾病之成因,智者皆可明察。

596

82a}} τεττάρων γὰρ ὄντων γενω̂ν ἐξ ὡ̂ν συμπέπηγεν τὸ σω̂μα, γη̂ς πυρὸς ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τη̂ς χώρας μετάστασις ἐξ οἰκείας ἐπ' ἀλλοτρίαν γιγνομένη, πυρός τε αὐ̂ καὶ τω̂ν ἑτέρων ἐπειδὴ γένη πλείονα ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προση̂κον ἕκαστον ἑαυτῳ̂ προσλαμβάνειν, καὶ πάνθ' ὅσα τοιαυ̂τα, στάσεις καὶ νόσους παρέχει:

596

82a}} 身体由地、火、水、气四元素凝结而成,当其出现非自然的过剩或匮乏,元素从固有领域向异质空间发生位移,特别是火元素及其他多态元素错误地相互结合时,便会产生结构紊乱与病理状态:

597

παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται,

597

当任一元素发生非自然变异或位移,原本寒冷者转为燥热,

598

[82b] ξηρὰ δὲ ὄντα εἰς ὕστερον γίγνεται νοτερά, καὶ κου̂φα δὴ καὶ βαρέα, καὶ πάσας πάντῃ μεταβολὰς δέχεται. μόνως γὰρ δή, φαμέν, ταὐτὸν ταὐτῳ̂ κατὰ ταὐτὸν καὶ ὡσαύτως καὶ ἀνὰ λόγον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῳ̂ σω̂ν καὶ ὑγιὲς μένειν: ὃ δ' ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται.

598

[82b] 干燥者转为湿润,轻重互易,万般变化接踵而至。唯有当同质元素在相同位置以相同方式按理性比例增减时,才能保持自身同一性以维系生命体的健全与健康。任何违背此法则的出入行止,都将引发无穷的质变、病痛与消亡。

599

δευτέρων δὴ συστάσεων αὐ̂ κατὰ φύσιν συνεστηκυιω̂ν,

599

次级结构若欲自然生成,

600

[82c] δευτέρα κατανόησις νοσημάτων τῳ̂ βουλομένῳ γίγνεται συννοη̂σαι. μυελου̂ γὰρ ἐξ ἐκείνων ὀστου̂ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τω̂ν αὐτω̂ν γεγονότος, τω̂ν μὲν ἄλλων τὰ πλει̂στα ᾑ̂περ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τω̂ν νοσημάτων τῃ̂δε χαλεπὰ συμπέπτωκεν:

600

[82c] 对于渴望理解疾病本质者,第二层次的认知在于把握其生成原理。骨髓由骨骼、肌肉、神经凝结而成,血液虽生成方式不同却也源于相同基质,其余部分大多如先前所述,而最严重的疾病往往源于以下病理机制:

601

ὅταν ἀνάπαλιν ἡ γένεσις τούτων πορεύηται, τότε ταυ̂τα διαφθείρεται. κατὰ φύσιν γὰρ σάρκες μὲν καὶ νευ̂ρα ἐξ αἵματος γίγνεται, νευ̂ρον μὲν ἐξ ἰνω̂ν διὰ τὴν συγγένειαν,

601

当这些组织的生成过程发生逆向转变时,它们就会开始腐坏。按自然法则,肌肉与神经由血液生成:神经源于纤维的凝聚性,

602

[82d] σάρκες δὲ ἀπὸ του̂ παγέντος ὃ πήγνυται χωριζόμενον ἰνω̂ν: τὸ δὲ ἀπὸ τω̂ν νεύρων καὶ σαρκω̂ν ἀπιὸν αὐ̂ γλίσχρον καὶ λιπαρὸν ἅμα μὲν τὴν σάρκα κολλᾳ̂ πρὸς τὴν τω̂ν ὀστω̂ν φύσιν αὐτό τε τὸ περὶ τὸν μυελὸν ὀστου̂ν τρέφον αὔξει, τὸ δ' αὐ̂ διὰ τὴν πυκνότητα τω̂ν ὀστω̂ν διηθούμενον καθαρώτατον γένος τω̂ν τριγώνων λειότατόν τε καὶ λιπαρώτατον, λειβόμενον ἀπὸ τω̂ν ὀστω̂ν καὶ στάζον, ἄρδει τὸν

602

[82d] 肌肉则来自纤维分离时凝固的物质;神经与肌肉的渗出物因其粘稠性与脂质性,既可将肌肉与骨骼本质相粘合,又能滋养骨髓并促进骨骼生长。这种渗透过致密骨质的纯净物质,因其三角形微粒结构而成为最光滑油润的体液,自骨骼渗出滴落时浸润着

603

[82e] μυελόν. καὶ κατὰ ταυ̂τα μὲν γιγνομένων ἑκάστων ὑγίεια συμβαίνει τὰ πολλά:

603

[82e] 骨髓。当这些过程正常运作时,机体多能保持健康状态:

604

νόσοι δέ, ὅταν ἐναντίως. ὅταν γὰρ τηκομένη σὰρξ ἀνάπαλιν εἰς τὰς φλέβας τὴν τηκεδόνα ἐξιῃ̂+, τότε μετὰ πνεύματος αἱ̂μα πολύ τε καὶ παντοδαπὸν ἐν ται̂ς φλεψὶ χρώμασι καὶ πικρότησι ποικιλλόμενον, ἔτι δὲ ὀξείαις καὶ ἁλμυραι̂ς δυνάμεσι, χολὰς καὶ ἰχω̂ρας καὶ φλέγματα παντοι̂α ἴσχει:

604

疾病则源于逆向过程。当融解的肌肉组织将粘液逆向输入血管,此时伴随气体生成的多量异质血液在脉管中呈现斑斓色泽与苦味,更兼尖锐咸涩的刺激性,便形成各种胆汁、浆液与粘液:

605

παλιναίρετα γὰρ πάντα γεγονότα καὶ διεφθαρμένα τό τε αἱ̂μα αὐτὸ πρω̂τον διόλλυσι, καὶ αὐτὰ οὐδεμίαν

605

这些逆流败坏的体液首先破坏血液本身,再无法为机体提供营养的它们在血管中无序窜流,背离自然循环周期,不仅自身因失去功能而相互仇视,更与机体稳态为敌,引发溃烂与消融。

606

[83a] τροφὴν ἔτι τῳ̂ σώματι παρέχοντα φέρεται πάντῃ διὰ τω̂ν φλεβω̂ν, τάξιν τω̂ν κατὰ φύσιν οὐκέτ' ἴσχοντα περιόδων, ἐχθρὰ μὲν αὐτὰ αὑτοι̂ς διὰ τὸ μηδεμίαν ἀπόλαυσιν ἑαυτω̂ν ἔχειν, τῳ̂ συνεστω̂τι δὲ του̂ σώματος καὶ μένοντι κατὰ χώραν πολέμια, διολλύντα καὶ τήκοντα.


ὅσον μὲν οὐ̂ν ἂν παλαιότατον ὂν τη̂ς σαρκὸς τακῃ̂, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ παλαια̂ς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβεβρω̂σθαι

606

[83a] 最陈旧的肌肉组织在融解时,因长期焦灼而发黑腐败,当它们被完全分解后,黑色沉淀物因古老焦灼而呈现深暗,

607

[83b] πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει του̂ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾐ̂, καὶ τοτὲ μὲν ἀντὶ τη̂ς πικρότητος ὀξύτητα ἔσχεν τὸ μέλαν χρω̂μα, ἀπολεπτυνθέντος μα̂λλον του̂ πικρου̂, τοτὲ δὲ ἡ πικρότης αὐ̂ βαφει̂σα αἵματι χρω̂μα ἔσχεν ἐρυθρώτερον, του̂ δὲ μέλανος τούτῳ συγκεραννυμένου χλοω̂δες: ἔτι δὲ συμμείγνυται ξανθὸν χρω̂μα μετὰ τη̂ς πικρότητος, ὅταν νέα συντακῃ̂ σὰρξ ὑπὸ του̂ περὶ τὴν φλόγα πυρός.

607

[83b] 这种苦涩物质对身体尚未腐败的部分造成剧烈侵袭。当苦涩被稀释时,黑色物质时而显现酸性的锐利特质;时而又因与血液混合,苦味物质浸染成赤红色调;若与黑色胆汁交融,则呈现青灰色泽。更有甚者,当新生肉体被火焰周围的火元素所融化时,黄色调便与苦味结合。

608

καὶ τὸ μὲν κοινὸν ὄνομα πα̂σιν τούτοις ἤ τινες

608

医者常将这些物质统称为胆汁,或赋予某种能洞见多样异质却把握统一本质的称谓。

609

[83c] ἰατρω̂ν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρα̂ν δὲ ἐν αὐτοι̂ς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πα̂σιν: τὰ δ' ἄλλα ὅσα χολη̂ς εἴδη λέγεται, κατὰ τὴν χρόαν ἔσχεν λόγον αὐτω̂ν ἕκαστον ἴδιον.

609

[83c] 其他所谓胆汁变体,皆依其显色特征获得各自专属命名。至于浆液,温和者乃血清所化,凶猛者则为黑胆汁与酸性物质经高热作用混合而成,此等酸性粘液被称作"锐性粘液"。

610

ἰχὼρ δέ, ὁ μὲν αἵματος ὀρὸς πρᾳ̂ος, ὁ δὲ μελαίνης χολη̂ς ὀξείας τε ἄγριος, ὅταν συμμειγνύηται διὰ θερμότητα ἁλμυρᾳ̂ δυνάμει: καλει̂ται δὲ ὀξὺ φλέγμα τὸ τοιου̂τον. τὸ δ' αὐ̂ μετ' ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλη̂ς σαρκός, τούτου δὲ

610

当新鲜柔嫩的肉体被气元素溶解,气与湿液相激产生微小泡沫——因其细微难辨而不可见,但聚合后形成白色肿块——这种由新生肉体与气元素交融而成的白色分泌物,我们称之为"白色粘液"。

611

[83d] ἀνεμωθέντος καὶ συμπεριληφθέντος ὑπὸ ὑγρότητος, καὶ πομφολύγων συστασω̂ν ἐκ του̂ πάθους τούτου καθ' ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, συναπασω̂ν δὲ τὸν ὄγκον παρεχομένων ὁρατόν, χρω̂μα ἐχουσω̂ν διὰ τὴν του̂ ἀφρου̂ γένεσιν ἰδει̂ν λευκόν, ταύτην πα̂σαν τηκεδόνα ἁπαλη̂ς σαρκὸς μετὰ πνεύματος συμπλακει̂σαν λευκὸν εἰ̂ναι φλέγμα φαμέν.

611

[83d] 新生粘液凝结时析出的清液即是汗液与泪液,此外还包括日常排泄的各类体液。所有这些皆成为致病介质,当血液不循自然法则通过饮食充盈,反而悖逆本性获取异常体量时便生祸端。

612

φλέγματος δὲ αὐ̂ νέου συνισταμένου ὀρὸς ἱδρὼς καὶ δάκρυον,

612

当疾病侵蚀肉体根基而病灶尚存,其破坏力仅半——因仍可轻易恢复——但若病变深入骨髓,

613

[83e] ὅσα τε ἄλλα τοιαυ̂τα σώματα τὸ καθ' ἡμέραν χει̂ται καθαιρόμενα: καὶ ταυ̂τα μὲν δὴ πάντα νόσων ὄργανα γέγονεν, ὅταν αἱ̂μα μὴ ἐκ τω̂ν σιτίων καὶ ποτω̂ν πληθύσῃ κατὰ φύσιν, ἀλλ' ἐξ ἐναντίων τὸν ὄγκον παρὰ τοὺς τη̂ς φύσεως λαμβάνῃ νόμους.

613

[83e]以及所有此类每日新陈代谢的躯体组织。当血液未能从饮食中按自然法则充盈,反而违背本性法则从对立物中获取物质时,所有这些都成为疾病的工具。

614

διακρινομένης μὲν οὐ̂ν ὑπὸ νόσων τη̂ς σαρκὸς ἑκάστης, μενόντων δὲ τω̂ν πυθμένων αὐται̂ς ἡμίσεια τη̂ς συμφορα̂ς ἡ δύναμις--ἀνάληψιν γὰρ ἔτι μετ' εὐπετείας ἴσχει—

614

当肉体因疾病而分解时,若其根基尚存,灾祸的威力便减半——因其仍能轻松获得滋养——

615

[84a] τὸ δὲ δὴ σάρκας+ ὀστοι̂ς+ συνδου̂ν ὁπότ'+ ἂν νοσήσῃ, καὶ μηκέτι αὐτὸ ἐξ ἰνω̂ν †αἱ̂μα καὶ νεύρων ἀποχωριζόμενον ὀστῳ̂ μὲν τροφή, σαρκὶ δὲ πρὸς ὀστου̂ν γίγνηται δεσμός, ἀλλ' ἐκ λιπαρου̂ καὶ λείου καὶ γλίσχρου τραχὺ καὶ ἁλμυρὸν αὐχμη̂σαν ὑπὸ κακη̂ς διαίτης γένηται, τότε ταυ̂τα πάσχον πα̂ν τὸ τοιου̂τον καταψήχεται μὲν αὐτὸ πάλιν ὑπὸ τὰς σάρκας καὶ τὰ νευ̂ρα, ἀφιστάμενον ἀπὸ τω̂ν ὀστω̂ν, αἱ δ' ἐκ τω̂ν

615

[84a]但当骨骼与肉体结合处患病,不再由筋腱和神经将骨骼与血液分离,使骨骼获得滋养而肉体成为联结骨骼的纽带时;当原本柔滑的脂肪因恶劣饮食变得粗糙咸涩时,这类病变物质便会重新侵蚀肌肉与筋腱,使其脱离骨骼。那些从根部松动的筋腱脱离骨骼后,

616

[84b] ῥιζω̂ν συνεκπίπτουσαι τά τε νευ̂ρα γυμνὰ καταλείπουσι καὶ μεστὰ ἅλμης: αὐταὶ δὲ πάλιν εἰς τὴν αἵματος φορὰν ἐμπεσου̂σαι τὰ πρόσθεν ῥηθέντα νοσήματα πλείω ποιου̂σιν.

616

[84b]使神经裸露并充满盐分。这些物质再次进入血液循环时,会加剧前述病症。

617

χαλεπω̂ν δὲ τούτων περὶ τὰ σώματα παθημάτων γιγνομένων μείζω ἔτι γίγνεται τὰ πρὸ τούτων, ὅταν ὀστου̂ν διὰ πυκνότητα σαρκὸς ἀναπνοὴν μὴ λαμβάνον ἱκανήν, ὑπ' εὐρω̂τος θερμαινόμενον, σφακελίσαν μήτε τὴν τροφὴν καταδέχηται

617

当这些严重病变发生在身体时,更恶劣的是:当骨骼因肉质过密而呼吸不畅,在腐热中溃烂,既不能接纳养分,

618

[84c] πάλιν τε αὐτὸ εἰς ἐκείνην ἐναντίως ἴῃ ψηχόμενον, ἡ δ' εἰς σάρκας, σὰρξ δὲ εἰς αἱ̂μα ἐμπίπτουσα τραχύτερα πάντα τω̂ν πρόσθεν τὰ νοσήματα ἀπεργάζηται: τὸ δ' ἔσχατον πάντων, ὅταν ἡ του̂ μυελου̂ φύσις+ ἀπ' ἐνδείας ἤ τινος ὑπερβολη̂ς νοσήσῃ, τὰ μέγιστα καὶ κυριώτατα πρὸς θάνατον τω̂ν νοσημάτων ἀποτελει̂, πάσης ἀνάπαλιν τη̂ς του̂ σώματος φύσεως ἐξ ἀνάγκης ῥυείσης.

618

[84c]反而逆向侵蚀肉体,肉体又侵蚀血液,使所有病症较前更为严重。最终,当骨髓因匮乏或过度而病变时,便会造成最致命的重症,整个身体的本性必然逆向崩解。

619

τρίτον δ' αὐ̂ νοσημάτων εἰ̂δος τριχῃ̂ δει̂ διανοει̂σθαι

619

第三类疾病形态需从三方面理解:

620

[84d] γιγνόμενον, τὸ μὲν ὑπὸ πνεύματος, τὸ δὲ φλέγματος, τὸ δὲ χολη̂ς. ὅταν μὲν γὰρ ὁ τω̂ν πνευμάτων τῳ̂ σώματι ταμίας πλεύμων μὴ καθαρὰς παρέχῃ τὰς διεξόδους ὑπὸ ῥευμάτων φραχθείς, ἔνθα μὲν οὐκ ἰόν, ἔνθα δὲ πλει̂ον ἢ τὸ προση̂κον πνευ̂μα εἰσιὸν τὰ μὲν οὐ τυγχάνοντα ἀναψυχη̂ς σήπει, τὰ δὲ τω̂ν φλεβω̂ν διαβιαζόμενον καὶ συνεπιστρέφον αὐτὰ τη̂κόν τε τὸ σω̂μα εἰς τὸ μέσον αὐτου̂ διάφραγμά τ' ἴσχον

620

[84d] 生成变化之现象,或由气体,或由粘液,或由胆汁引发。盖因当体内气息之司肺脏若被渗出物阻塞未能保持气道通畅,气息或不得其门而入,或过量涌入不当之处,则未获畅息者渐趋腐败,强行突破血管者则裹挟血脉倒流,既销蚀躯体又于其中央隔膜处形成阻滞,

621

[84e] ἐναπολαμβάνεται, καὶ μυρία δὴ νοσήματα ἐκ τούτων ἀλγεινὰ μετὰ πλήθους ἱδρω̂τος πολλάκις ἀπείργασται.

621

[84e] 由此引发万千苦痛疾患,常伴有大量汗液渗出。

622

πολλάκις δ' ἐν τῳ̂ σώματι διακριθείσης σαρκὸς πνευ̂μα ἐγγενόμενον καὶ ἀδυνατου̂ν ἔξω πορευθη̂ναι τὰς αὐτὰς τοι̂ς ἐπεισεληλυθόσιν ὠδι̂νας παρέσχεν, μεγίστας δέ, ὅταν περὶ τὰ νευ̂ρα καὶ τὰ ταύτῃ φλέβια περιστὰν καὶ ἀνοιδη̂σαν τούς τε ἐπιτόνους καὶ τὰ συνεχη̂ νευ̂ρα οὕτως εἰς τὸ ἐξόπισθεν κατατείνῃ τούτοις: ἃ δὴ καὶ ἀπ' αὐτου̂ τη̂ς συντονίας του̂ παθήματος τὰ νοσήματα τέτανοί τε καὶ ὀπισθότονοι προσερρήθησαν.

622

肉体腐解之际,内生之气不得外泄,常引发类似外邪入侵之剧痛,尤以缠绕筋腱周边血管并致其肿胀时为甚——此类病变将背部肌腱强力牵拉,故其症候得名强直症与角弓反张。此等重症殊难医治:唯继发高热方为缓解之道。

623

ὡ̂ν καὶ τὸ φάρμακον χαλεπόν: πυρετοὶ γὰρ οὐ̂ν δὴ τὰ τοιαυ̂τα ἐπιγιγνόμενοι

623

至于白色粘液,因其蕴含疱疮之气而凶险异常,然若得体外呼吸之径则稍显温和,但仍会在躯体留下白斑、疱疹等皮肤病变。

624

[85a] μάλιστα λύουσιν. τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τω̂ν πομφολύγων πνευ̂μα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ του̂ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει δὲ τὸ σω̂μα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενη̂ νοσήματα ἀποτίκτον.

624

[85a]

625

μετὰ χολη̂ς δὲ μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τε τὰς ἐν τῃ̂ κεφαλῃ̂ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ συνταράττον αὐτάς, καθ' ὕπνον μὲν ἰὸν πρᾳύ̈τερον,

625

黑胆汁若混入头部神圣周期的循环,睡眠时侵袭尚属温和,清醒时发作则极难祛除:此疾既出自神圣本性,故最宜称为圣性之疾。酸性咸涩之粘液乃各类渗出性疾患之源,随其流注部位不同而有诸多称谓。

626

[85b] ἐγρηγορόσιν δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον: νόσημα δὲ ἱερα̂ς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. φλέγμα δ' ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά: διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥει̂ παντοδαποὺς ὄντας παντοι̂α ὀνόματα εἴληφεν.

626

[85b]

627

ὅσα δὲ φλεγμαίνειν λέγεται του̂ σώματος, ἀπὸ του̂ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν οὐ̂ν ἀναπνοὴν ἔξω παντοι̂α

627

凡所谓身体炎症,皆因胆汁燃烧所致。当其获得外泄之机时,各类

628

[85c] ἀναπέμπει φύματα ζέουσα, καθειργνυμένη δ' ἐντὸς πυρίκαυτα νοσήματα πολλὰ ἐμποιει̂, μέγιστον δέ, ὅταν αἵματι καθαρῳ̂ συγκερασθει̂σα τὸ τω̂ν ἰνω̂ν γένος ἐκ τη̂ς ἑαυτω̂ν διαφορῃ̂ τάξεως, αἳ διεσπάρησαν μὲν εἰς αἱ̂μα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα ὡς ὑγρὸν ἐκ μανου̂ του̂ σώματος ἐκρέοι, μήτ' αὐ̂ πυκνότερον δυσκίνητον

628

[85c] 沸腾的体液在体内受阻时,便会引发诸多炎性疾患,最严重者莫过于当纯净血液与肌腱组织混合失调之时。这些肌腱本应均匀分布于血液之中,以维持其稀薄与浓稠的适度平衡——既不会因体热过度而如液体般流失,亦不会因过于浓稠而

629

[85d] ὂν μόλις ἀναστρέφοιτο ἐν ται̂ς φλεψίν. καιρὸν δὴ τούτων ἰ̂νες τῃ̂ τη̂ς φύσεως γενέσει φυλάττουσιν: ἃς ὅταν τις καὶ τεθνεω̂τος αἵματος ἐν ψύξει τε ὄντος πρὸς ἀλλήλας συναγάγῃ, διαχει̂ται πα̂ν τὸ λοιπὸν αἱ̂μα, ἐαθει̂σαι δὲ ταχὺ μετὰ του̂ περιεστω̂τος αὐτὸ ψύχους συμπηγνύασιν.

629

[85d] 难以在血管中循环。肌腱之生成实为自然所设之关键:当冷却的陈旧血液在亡者体内凝结时,残余血液尽数腐坏;若任其自然,则迅速与周遭寒气凝结成块。具有此等效能的胆汁——其本质乃陈旧血液自肌体回流所成——最初以温热液态逐渐渗入,

630

ταύτην δὴ τὴν δύναμιν ἐχουσω̂ν ἰνω̂ν ἐν αἵματι χολὴ φύσει παλαιὸν αἱ̂μα γεγονυι̂α καὶ πάλιν ἐκ τω̂ν σαρκω̂ν εἰς του̂το τετηκυι̂α, θερμὴ καὶ ὑγρὰ κατ' ὀλίγον τὸ πρω̂τον ἐμπίπτουσα πήγνυται

630

因肌腱之力而凝固。当其凝结且被强行压制时,即引发体内寒战与震颤。若大量胆汁持续涌入,凭借自身热量击溃肌腱组织,使混沌沸腾之力撕裂血管系统——

631

[85e] διὰ τὴν τω̂ν ἰνω̂ν δύναμιν, πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμω̂να καὶ τρόμον ἐντὸς παρέχει. πλείων δ' ἐπιρρέουσα, τῃ̂ παρ' αὐτη̂ς θερμότητι κρατήσασα τὰς ἰ̂νας εἰς ἀταξίαν ζέσασα διέσεισεν:

631

[85e] 若其最终完全占据上风,便会穿透骨髓本质,烧灼释放灵魂之锚索,犹如解缆放舟任其自由;若胆汁量不足而肉体尚能抵抗其消融之力,则或被完全制服,或沿血管涌入下腹腔或上腹腔,恰如暴乱城邦中

632

καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατη̂σαι γένηται, πρὸς τὸ του̂ μυελου̂ διαπεράσασα γένος κάουσα ἔλυσεν τὰ τη̂ς ψυχη̂ς αὐτόθεν οἱ̂ον νεὼς πείσματα μεθη̂κέν τε ἐλευθέραν, ὅταν δ' ἐλάττων ᾐ̂ τό τε σω̂μα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθει̂σα ἢ κατὰ πα̂ν τὸ σω̂μα ἐξέπεσεν, ἢ διὰ τω̂ν φλεβω̂ν εἰς τὴν κάτω συνωσθει̂σα ἢ τὴν ἄνω κοιλίαν, οἱ̂ον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ

632

的逃亡者般四散奔突。当此类物质突破体表外泄时,即引发各类腹泻、痢疾及相关疾患。因火元素过盛而致病之躯,必遭持续高热与间歇性热症;气元素失调者则罹患间日热;水性迟缓于气火,故生三日热;

633

[86a] του̂ σώματος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαυ̂τα νοσήματα πάντα παρέσχετο. τὸ μὲν οὐ̂ν ἐκ πυρὸς ὑπερβολη̂ς μάλιστα νοση̂σαν σω̂μα συνεχη̂ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δ' ἐξ ἀέρος ἀμφημερινούς, τριταίους δ' ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἰ̂ναι:

633

[86a] 当身体发生外泄时,就会导致腹泻、痢疾及诸如此类的疾病。火元素过度亢进的身体会引发持续高热与间歇性发热;气元素失衡则产生日间寒热交替;水元素因其较气火更为迟滞,遂成三日热症;

634

τὸ δὲ γη̂ς, τετάρτως ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιη̂σαν ἀπαλλάττεται μόλις.

634

至于土元素作为四者中最滞重者,需经四倍周期方能净化,所引发的四日热症最难痊愈。

635

[86b] καὶ τὰ μὲν περὶ τὸ σω̂μα νοσήματα ταύτῃ συμβαίνει γιγνόμενα, τὰ δὲ περὶ ψυχὴν διὰ σώματος ἕξιν τῃ̂δε. νόσον μὲν δὴ ψυχη̂ς ἄνοιαν συγχωρητέον, δύο δ' ἀνοίας γένη, τὸ μὲν μανίαν, τὸ δὲ ἀμαθίαν.

635

[86b] 以上所述乃身体疾病之成因,而灵魂疾患则经由身体状态引发。必须承认灵魂之病即为疯狂,然疯狂可分两类:一曰癫狂,二曰无知。

636

πα̂ν οὐ̂ν ὅτι πάσχων τις πάθος ὁπότερον αὐτω̂ν ἴσχει, νόσον προσρητέον, ἡδονὰς δὲ καὶ λύπας ὑπερβαλλούσας τω̂ν νόσων μεγίστας θετέον τῃ̂ ψυχῃ̂: περιχαρὴς γὰρ ἄνθρωπος ὢν ἢ καὶ τἀναντία ὑπὸ

636

凡罹患其中任一种症候者皆可谓病态,而过度之欢愉与苦痛实为灵魂最深重之疾患。当人狂喜至极或悲痛欲绝时,

637

[86c] λύπης πάσχων, σπεύδων τὸ μὲν ἑλει̂ν ἀκαίρως, τὸ δὲ φυγει̂ν, οὔθ' ὁρα̂ν οὔτε ἀκούειν ὀρθὸν οὐδὲν δύναται, λυττᾳ̂ δὲ καὶ λογισμου̂ μετασχει̂ν ἥκιστα τότε δὴ δυνατός. τὸ δὲ σπέρμα ὅτῳ πολὺ καὶ ῥυω̂δες περὶ τὸν μυελὸν γίγνεται καὶ καθαπερεὶ δένδρον πολυκαρπότερον του̂ συμμέτρου πεφυκὸς ᾐ̂, πολλὰς μὲν καθ' ἕκαστον ὠδι̂νας, πολλὰς δ' ἡδονὰς κτώμενος ἐν ται̂ς ἐπιθυμίαις καὶ τοι̂ς περὶ τὰ τοιαυ̂τα τόκοις, ἐμμανὴς τὸ πλει̂στον γιγνόμενος του̂ βίου διὰ τὰς μεγίστας ἡδονὰς


[86d] καὶ λύπας, νοσου̂σαν καὶ ἄφρονα ἴσχων ὑπὸ του̂ σώματος τὴν ψυχήν, οὐχ ὡς νοσω̂ν ἀλλ' ὡς ἑκὼν κακὸς δοξάζεται: τὸ δὲ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστω̂ν ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχη̂ς γέγονεν.

637

[86c] 其视听皆失其正,理性全然退位,此时既无法把握应取之物,亦不能规避当舍之事。若某人之骨髓生成过剩液态精元,犹如果树超常结果,其生命历程便将充满欲望之阵痛与放纵之欢愉,

638

καὶ σχεδὸν δὴ πάντα ὁπόσα ἡδονω̂ν ἀκράτεια καὶ ὄνειδος ὡς ἑκόντων λέγεται τω̂ν κακω̂ν, οὐκ ὀρθω̂ς ὀνειδίζεται: κακὸς

638

[86d] 因沉溺于极乐与至苦而神智昏聩,灵魂受制于肉体之病态——此非自愿堕落,实乃情欲放纵所致。盖因骨骼多孔疏松之体,其体液泛滥必致灵魂疾患。几乎所有涉及纵欲失检而遭诟病之恶行,皆不应简单归咎于当事人自愿作恶:

639

[86e] μὲν γὰρ ἑκὼν οὐδείς, διὰ δὲ πονηρὰν ἕξιν τινὰ του̂ σώματος καὶ ἀπαίδευτον τροφὴν ὁ κακὸς γίγνεται κακός, παντὶ δὲ ταυ̂τα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται. καὶ πάλιν δὴ τὸ περὶ τὰς λύπας ἡ ψυχὴ κατὰ ταὐτὰ διὰ σω̂μα πολλὴν ἴσχει κακίαν. ὅτου γὰρ ἂν ἢ τω̂ν ὀξέων καὶ τω̂ν ἁλυκω̂ν φλεγμάτων καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σω̂μα πλανηθέντες ἔξω μὲν μὴ λάβωσιν ἀναπνοήν, ἐντὸς δὲ εἱλλόμενοι

639

[86e] 实则无人甘愿为恶,皆因身体之病态与教养之失当,恶人方沦为恶者。此类情形于众人皆属可憎,亦非自愿承受。复次,灵魂因身体之故,在痛苦方面亦滋生出同等程度的败坏。凡体内酸性、咸性之炎症物质,或各类苦味胆汁性体液,若未能通过呼吸排出体外,

640

[87a] τὴν ἀφ' αὑτω̂ν ἀτμίδα τῃ̂ τη̂ς ψυχη̂ς φορᾳ̂ συμμείξαντες ἀνακερασθω̂σι, παντοδαπὰ νοσήματα ψυχη̂ς ἐμποιου̂σι μα̂λλον καὶ ἡ̂ττον καὶ ἐλάττω καὶ πλείω, πρός τε τοὺς τρει̂ς τόπους ἐνεχθέντα τη̂ς ψυχη̂ς, πρὸς ὃν ἂν ἕκαστ' αὐτω̂ν προσπίπτῃ, ποικίλλει μὲν εἴδη δυσκολίας καὶ δυσθυμίας παντοδαπά, ποικίλλει δὲ θρασύτητός τε καὶ δειλίας, ἔτι δὲ λήθης ἅμα καὶ δυσμαθίας. πρὸς δὲ τούτοις, ὅταν οὕτως

640

[87a] 转而与灵魂运动轨迹相混合,必以不同程度引发灵魂之诸多病症。当其冲犯灵魂之三处部位时,即会催生各类乖戾性情与暴躁易怒之态,或表现为莽撞与怯懦之变体,更兼遗忘与愚钝之症。此外,当此类败坏情形

641

[87b] κακω̂ς παγέντων πολιτει̂αι κακαὶ καὶ λόγοι κατὰ πόλεις ἰδίᾳ τε καὶ δημοσίᾳ λεχθω̂σιν, ἔτι δὲ μαθήματα μηδαμῃ̂ τούτων ἰατικὰ ἐκ νέων μανθάνηται, ταύτῃ κακοὶ πάντες οἱ κακοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα:

641

[87b] 固化于城邦政体,无论公私场合之论述皆显谬误,且自少年时未曾修习疗愈之术,此即我等皆因两种非自愿之故而沦为恶者:

642

ὡ̂ν αἰτιατέον μὲν τοὺς φυτεύοντας ἀεὶ τω̂ν φυτευομένων μα̂λλον καὶ τοὺς τρέφοντας τω̂ν τρεφομένων, προθυμητέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφη̂ς καὶ δι' ἐπιτηδευμάτων μαθημάτων τε φυγει̂ν μὲν κακίαν, τοὐναντίον δὲ ἑλει̂ν. ταυ̂τα μὲν οὐ̂ν δὴ τρόπος ἄλλος λόγων.

642

其咎首在栽培者甚于所植之木,养育者甚于所育之人。然吾辈当竭力以赴,通过滋养、实践与学问来规避败坏,择善而从。此乃另一论述理路。

643

[87c] τὸ δὲ τούτων ἀντίστροφον αὐ̂, τὸ περὶ τὰς τω̂ν σωμάτων καὶ διανοήσεων θεραπείας αἱ̂ς αἰτίαις σῴζεται, πάλιν εἰκὸς καὶ πρέπον ἀνταποδου̂ναι: δικαιότερον γὰρ τω̂ν ἀγαθω̂ν πέρι μα̂λλον ἢ τω̂ν κακω̂ν ἴσχειν λόγον. πα̂ν δὴ τὸ ἀγαθὸν καλόν, τὸ δὲ καλὸν οὐκ ἄμετρον: καὶ ζῳ̂ον οὐ̂ν τὸ τοιου̂τον ἐσόμενον σύμμετρον θετέον. συμμετριω̂ν δὲ τὰ μὲν σμικρὰ διαισθανόμενοι συλλογιζόμεθα, τὰ δὲ κυριώτατα καὶ μέγιστα

643

[87c] 今当对此作对称回应,阐明身体与心智之疗愈机理——此乃至为合理且相称之报偿:因善性之事理较诸恶行更值得详述。须知凡善者皆美,美者必合乎度衡;故此类原型生命体亦当被视作均衡之造物。于细微处我等尚能感知均衡,然于至要至大者,

644

[87d] ἀλογίστως ἔχομεν. πρὸς γὰρ ὑγιείας καὶ νόσους ἀρετάς τε καὶ κακίας οὐδεμία συμμετρία καὶ ἀμετρία μείζων ἢ ψυχη̂ς αὐτη̂ς πρὸς σω̂μα αὐτό:

644

[87d] 我们对此缺乏理性认知。就健康与疾病、德性与邪恶而言,灵魂相对于身体的均衡与失衡乃是最重要的比例关系——

645

ὡ̂ν οὐδὲν σκοπου̂μεν οὐδ' ἐννοου̂μεν, ὅτι ψυχὴν ἰσχυρὰν καὶ πάντῃ μεγάλην ἀσθενέστερον καὶ ἔλαττον εἰ̂δος ὅταν ὀχῃ̂, καὶ ὅταν αὐ̂ τοὐναντίον συμπαγη̂τον τούτω, οὐ καλὸν ὅλον τὸ ζῳ̂ον--ἀσύμμετρον γὰρ ται̂ς μεγίσταις συμμετρίαις--τὸ δὲ ἐναντίως ἔχον πάντων θεαμάτων τῳ̂ δυναμένῳ καθορα̂ν κάλλιστον καὶ ἐρασμιώτατον.

645

然而我们从未考量或意识到:当强大而恢宏的灵魂被禁锢在虚弱渺小的形体之中,或与此相反,当二者如此结合时,整个生命体便失去美感——因其在最重要的比例关系中失衡。相反,若能将此关系倒置,对于具备洞察力者而言,便成就了最完美动人的景象。

646

[87e] οἱ̂ον οὐ̂ν ὑπερσκελὲς ἢ καί τινα ἑτέραν ὑπέρεξιν ἄμετρον ἑαυτῳ̂ τι σω̂μα ὂν ἅμα μὲν αἰσχρόν, ἅμα δ' ἐν τῃ̂ κοινωνίᾳ τω̂ν πόνων πολλοὺς μὲν κόπους, πολλὰ δὲ σπάσματα καὶ διὰ τὴν παραφορότητα πτώματα παρέχον μυρίων κακω̂ν αἴτιον ἑαυτῳ̂, ταὐτὸν δὴ διανοητέον καὶ περὶ του̂ συναμφοτέρου, ζῳ̂ον ὃ καλου̂μεν, ὡς ὅταν τε ἐν αὐτῳ̂ ψυχὴ κρείττων

646

[87e]正如身体若出现肢体过长或其他比例失调,既显丑陋,又在共同劳作中频生疲累与痉挛,更因失衡导致无数跌倒与灾祸,我们当以同样视角审视这个被称作"人"的复合生命体。当其中强势灵魂躁动地掌控身体时,

647

[88a] οὐ̂σα σώματος περιθύμως ἴσχῃ, διασείουσα πα̂ν αὐτὸ ἔνδοθεν νόσων ἐμπίμπλησι, καὶ ὅταν εἴς τινας μαθήσεις καὶ ζητήσεις συντόνως ἴῃ, κατατήκει, διδαχάς τ' αὐ̂ καὶ μάχας ἐν λόγοις ποιουμένη δημοσίᾳ καὶ ἰδίᾳ δι' ἐρίδων καὶ φιλονικίας γιγνομένων διάπυρον αὐτὸ ποιου̂σα σαλεύει, καὶ ῥεύματα ἐπάγουσα, τω̂ν λεγομένων ἰατρω̂ν ἀπατω̂σα τοὺς πλείστους, τἀναίται αἰτια̂σθαι ποιει̂: σω̂μά τε ὅταν αὐ̂ μέγα καὶ ὑπέρψυχον σμικρᾳ̂ συμφυὲς ἀσθενει̂ τε διανοίᾳ γένηται, διττω̂ν

647

[88a]剧烈摇晃整个内在结构,引发疾病蔓延;当它全神贯注于某些学问研究时,又使身体衰竭。在公共或私人场合展开论战,通过争执与好胜心将身体点燃,引发体内液态失衡,欺骗众多医者将结果归咎于错误病因。反之当庞大躯体与弱小灵魂结合,

648

[88b] ἐπιθυμιω̂ν οὐσω̂ν φύσει κατ' ἀνθρώπους, διὰ σω̂μα μὲν τροφη̂ς, διὰ δὲ τὸ θειότατον τω̂ν ἐν ἡμι̂ν φρονήσεως, αἱ του̂ κρείττονος κινήσεις κρατου̂σαι καὶ τὸ μὲν σφέτερον αὔξουσαι, τὸ δὲ τη̂ς ψυχη̂ς κωφὸν καὶ δυσμαθὲς ἀμνη̂μόν τε ποιου̂σαι, τὴν μεγίστην νόσον ἀμαθίαν ἐναπεργάζονται.

648

[88b]人类本性中固有的双重欲望——身体渴求滋养,心灵追求神圣智慧——若前者占据主导,便滋养肉体而令灵魂陷入迟钝愚昧,最终酿成最严重的病症:无知。

649

μία δὴ σωτηρία πρὸς ἄμφω, μήτε τὴν ψυχὴν ἄνευ σώματος κινει̂ν μήτε σω̂μα ἄνευ ψυχη̂ς, ἵνα ἀμυνομένω γίγνησθον ἰσορρόπω καὶ

649

唯一解救之道在于:不可使灵魂脱离身体运作,亦不可令身体脱离灵魂驱动,如此二者方能相互制衡达成和谐,

650

[88c] ὑγιη̂. τὸν δὴ μαθηματικὸν ἤ τινα ἄλλην σφόδρα μελέτην διανοίᾳ κατεργαζόμενον καὶ τὴν του̂ σώματος ἀποδοτέον κίνησιν, γυμναστικῃ̂ προσομιλου̂ντα, τόν τε αὐ̂ σω̂μα ἐπιμελω̂ς πλάττοντα τὰς τη̂ς ψυχη̂ς ἀνταποδοτέον κινήσεις, μουσικῃ̂ καὶ πάσῃ φιλοσοφίᾳ προσχρώμενον, εἰ μέλλει δικαίως τις ἅμα μὲν καλός, ἅμα δὲ ἀγαθὸς ὀρθω̂ς κεκλη̂σθαι.

650

[88c] 健康状态。对于那些潜心钻研数学或其他高深学问之人,我们必须要求其以体操训练来配合智性活动;而对于那些精心塑造体魄者,则当以音乐及哲学修养来培育灵魂的运动。唯有如此兼备之人,方有资格被正当地称为既美且善之士。

651

κατὰ δὲ ταὐτὰ ταυ̂τα καὶ τὰ μέρη θεραπευτέον, τὸ του̂ παντὸς

651

同样道理亦当适用于身体各部分之调养,

652

[88d] ἀπομιμούμενον εἰ̂δος. του̂ γὰρ σώματος ὑπὸ τω̂ν εἰσιόντων καομένου τε ἐντὸς καὶ ψυχομένου, καὶ πάλιν ὑπὸ τω̂ν ἔξωθεν ξηραινομένου καὶ ὑγραινομένου καὶ τὰ τούτοις ἀκόλουθα πάσχοντος ὑπ' ἀμφοτέρων τω̂ν κινήσεων, ὅταν μέν τις ἡσυχίαν ἄγον τὸ σω̂μα παραδιδῳ̂ ται̂ς κινήσεσι, κρατηθὲν διώλετο, ἐὰν δὲ ἥν τε τροφὸν καὶ τιθήνην του̂ παντὸς προσείπομεν μιμη̂ταί τις, καὶ τὸ σω̂μα μάλιστα μὲν μηδέποτε ἡσυχίαν ἄγειν ἐᾳ̂, κινῃ̂ δὲ καὶ σεισμοὺς ἀεί τινας ἐμποιω̂ν αὐτῳ̂ διὰ

652

[88d] 因其乃效法宇宙整体之形态。当身体经受内外寒热交替、干湿变化等运动时,若任其静止受制于这些运动,必遭摧折;反之,若能模仿我们先前所言宇宙之滋养与哺育方式,使身体永葆运动状态,通过持续震动激发其内外自然运动——即以适度震荡将体内游移不定的属性与器官按亲缘关系有序排列,遵循我们前文所述宇宙运行之理——如此则不会使对立元素相互为敌引发身体战争与疾病,而能使和谐共处的元素共同缔造

653

[88e] παντὸς τὰς ἐντὸς καὶ ἐκτὸς ἀμύνηται κατὰ φύσιν κινήσεις, καὶ μετρίως σείων τά τε περὶ τὸ σω̂μα πλανώμενα παθήματα καὶ μέρη κατὰ συγγενείας εἰς τάξιν κατακοσμῃ̂ πρὸς ἄλληλα, κατὰ τὸν πρόσθεν λόγον ὃν περὶ του̂ παντὸς ἐλέγομεν, οὐκ ἐχθρὸν παρ' ἐχθρὸν τιθέμενον ἐάσει πολέμους ἐντίκτειν τῳ̂ σώματι καὶ νόσους, ἀλλὰ φίλον παρὰ φίλον τεθὲν ὑγίειαν

653

[88e] 健康之体。 至于运动之优劣,最佳者当属源自内在的自主运动——因其最接近理性思维与宇宙运动之本质;次者为外力推动之运动;最劣者则是躯体静止时被外力分割肢解之运动。故身体净化与调理之道首推体操训练,其次为舟车行旅等无劳顿之位移,第三类运动

654

[89a] ἀπεργαζόμενον παρέξει. τω̂ν δ' αὐ̂ κινήσεων ἡ ἐν ἑαυτῳ̂ ὑφ' αὑτου̂ ἀρίστη κίνησις--μάλιστα γὰρ τῃ̂ διανοητικῃ̂ καὶ τῃ̂ του̂ παντὸς κινήσει συγγενής--ἡ δὲ ὑπ' ἄλλου χείρων:


χειρίστη δὲ ἡ κειμένου του̂ σώματος καὶ ἄγοντος ἡσυχίαν δι' ἑτέρων αὐτὸ κατὰ μέρη κινου̂σα. διὸ δὴ τω̂ν καθάρσεων καὶ συστάσεων του̂ σώματος ἡ μὲν διὰ τω̂ν γυμνασίων ἀρίστη, δευτέρα δὲ ἡ διὰ τω̂ν αἰωρήσεων κατά τε τοὺς πλου̂ς καὶ ὅπῃπερ ἂν ὀχήσεις ἄκοποι γίγνωνται: τρίτον δὲ εἰ̂δος κινήσεως

654

[89a] 则当属药物催动之被动反应。 然此第三种疗法虽在危急时刻偶有奇效,明智之士断不可轻易尝试。因疾病之形成机理实与生物本性相仿——正如生命整体有其既定周期,每个生命体亦有其自然寿数,若非外力侵扰,构成生命之三角元素本可维系机体至命定时刻。

655

[89b] σφόδρα ποτὲ ἀναγκαζομένῳ χρήσιμον, ἄλλως δὲ οὐδαμω̂ς τῳ̂ νου̂ν ἔχοντι προσδεκτέον, τὸ τη̂ς φαρμακευτικη̂ς καθάρσεως γιγνόμενον ἰατρικόν. τὰ γὰρ νοσήματα, ὅσα μὴ μεγάλους ἔχει κινδύνους, οὐκ ἐρεθιστέον φαρμακείαις.

655

[89b] 在极端情况下被迫使用尚可接受,但对于心智健全者绝不应轻易诉诸药物疗法产生的净化作用。凡不具重大危险的疾病,皆不宜用药剂刺激。

656

πα̂σα γὰρ σύστασις νόσων τρόπον τινὰ τῃ̂ τω̂ν ζῴων φύσει προσέοικε. καὶ γὰρ ἡ τούτων σύνοδος ἔχουσα τεταγμένους του̂ βίου γίγνεται χρόνους του̂ τε γένους σύμπαντος, καὶ καθ' αὑτὸ τὸ ζῳ̂ον εἱμαρμένον ἕκαστον ἔχον τὸν βίον φύεται,

656

一切疾病的构成在某种程度上都与生命体的本性相似。盖因生命体的聚合自有其命定的时间法则,整个族类的生命循环皆有定数,而每个原型生命体亦自有其天定的生命轨迹,

657

[89c] χωρὶς τω̂ν ἐξ ἀνάγκης παθημάτων: τὰ γὰρ τρίγωνα εὐθὺς κατ' ἀρχὰς ἑκάστου δύναμιν ἔχοντα συνίσταται μέχρι τινὸς χρόνου δυνατὰ ἐξαρκει̂ν, οὑ̂ βίον οὐκ ἄν ποτέ τις εἰς τὸ πέραν ἔτι βιῴη.

657

[89c] 此间必然性之遭遇除外:盖因构成生命的基本三角形自始即具有维持特定时段的生命力,超出此限则生命难以为继。

658

τρόπος οὐ̂ν ὁ αὐτὸς καὶ τη̂ς περὶ τὰ νοσήματα συστάσεως: ἣν ὅταν τις παρὰ τὴν εἱμαρμένην του̂ χρόνου φθείρῃ φαρμακείαις, ἅμα ἐκ σμικρω̂ν μεγάλα καὶ πολλὰ ἐξ ὀλίγων νοσήματα φιλει̂ γίγνεσθαι. διὸ παιδαγωγει̂ν δει̂ διαίταις πάντα τὰ τοιαυ̂τα, καθ' ὅσον ἂν ᾐ̂ τῳ σχολή,

658

疾病之生成亦遵循此理:若以药物违逆时间法则强行干预,小恙往往演变为沉疴,微疾易化为顽症。是故当以饮食调摄之法循序渐进,

659

[89d] ἀλλ' οὐ φαρμακεύοντα κακὸν δύσκολον ἐρεθιστέον. καὶ περὶ μὲν του̂ κοινου̂ ζῴου καὶ του̂ κατὰ τὸ σω̂μα αὐτου̂ μέρους, ᾑ̂ τις ἂν καὶ διαπαιδαγωγω̂ν καὶ διαπαιδαγωγούμενος ὑφ' αὑτου̂ μάλιστ' ἂν κατὰ λόγον ζῴη, ταύτῃ λελέχθω:

659

[89d] 切不可用药石激惹难治之恶疾。 至于共性生命体及其身体各部位的调养之道——即通过何种自我教化之功可使生命体最合乎理性地存在——已如上述:

660

τὸ δὲ δὴ παιδαγωγη̂σον αὐτὸ μα̂λλόν που καὶ πρότερον παρασκευαστέον εἰς δύναμιν ὅτι κάλλιστον καὶ ἄριστον εἰς τὴν παιδαγωγίαν εἰ̂ναι. δι' ἀκριβείας μὲν οὐ̂ν περὶ τούτων

660

然则施行教化之功的主体本身,更需预先臻至至善至美之境,方能为教化提供最佳载体。若欲详尽论述此理,

661

[89e] διελθει̂ν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ' αὑτὸ μόνον ἔργον: τὸ δ' ἐν παρέργῳ κατὰ τὰ πρόσθεν ἑπόμενος ἄν τις οὐκ ἄπο τρόπου τῃ̂δε σκοπω̂ν ὡ̂δε τῳ̂ λόγῳ διαπεράναιτ' ἄν.

661

[89e] 当另作专论方为妥当;若依循前说附论之,则可循如下理路略陈梗概。

662

καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τριχῃ̂ ψυχη̂ς ἐν ἡμι̂ν εἴδη κατῴκισται, τυγχάνει δὲ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ ταὐτὰ καὶ νυ̂ν ὡς διὰ βραχυτάτων ῥητέον ὅτι τὸ μὲν αὐτω̂ν ἐν ἀργίᾳ διάγον καὶ τω̂ν ἑαυτου̂ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δ' ἐν γυμνασίοις ἐρρωμενέστατον:

662

正如吾辈屡次申明,吾人灵魂内部分为三形态各居其所,各具运动本性。今当简括重申:凡安于怠惰、抑制自身运动者,必至萎弱;勤于操练者,则愈加强健。

663

[90a] διὸ φυλακτέον ὅπως ἂν ἔχωσιν τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους.

663

[90a] 因此我们必须确保这些运动彼此间保持适当比例。

664

τὸ δὲ δὴ περὶ του̂ κυριωτάτου παρ' ἡμι̂ν ψυχη̂ς εἴδους διανοει̂σθαι δει̂ τῃ̂δε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν, του̂το ὃ δή φαμεν οἰκει̂ν μὲν ἡμω̂ν ἐπ' ἄκρῳ τῳ̂ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῳ̂ συγγένειαν ἀπὸ γη̂ς ἡμα̂ς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον, ὀρθότατα λέγοντες: ἐκει̂θεν γάρ, ὅθεν ἡ πρώτη τη̂ς ψυχη̂ς γένεσις ἔφυ, τὸ θει̂ον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμω̂ν

664

关于我们灵魂中最核心部分的形态,我们必须以这样的方式来理解:诸神赋予每个人的这个神圣灵性,正是我们所说栖息于身体最高处、将我们从尘世提升至天界亲缘的存在——这种说法极其正确,因为植物根系本应深植大地,而我们实乃天界之种。正是从灵魂最初生成的所在,神圣力量将我们的头颅与根系悬垂,使整个身躯得以直立。

665

[90b] ἀνακρεμαννὺν ὀρθοι̂ πα̂ν τὸ σω̂μα. τῳ̂ μὲν οὐ̂ν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταυ̂τα διαπονου̂ντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασιν καθ' ὅσον μάλιστα δυνατὸν θνητῳ̂ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιου̂τον ηὐξηκότι: τῳ̂ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθει̂ς φρονήσεις ἐσπουδακότι καὶ ταυ̂τα μάλιστα τω̂ν αὑτου̂ γεγυμνασμένῳ

665

[90b] 那些沉溺于欲望或争斗之人,若其毕生精力尽耗于此,则必使凡俗特质深植体内,甚至完全蜕变为凡俗之躯,因其滋养的正是此等病态物质。而专注求知求真之士,若其勤勉锤炼心智——

666

[90c] φρονει̂ν μὲν ἀθάνατα καὶ θει̂α, ἄνπερ ἀληθείας ἐφάπτηται, πα̂σα ἀνάγκη που, καθ' ὅσον δ' αὐ̂ μετασχει̂ν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θει̂ον ἔχοντά τε αὐτὸν εὐ̂ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῳ̂, διαφερόντως εὐδαίμονα εἰ̂ναι.

666

[90c] 必能领悟不朽与神圣,只要触及真理,便注定要分有永恒;就人性所能企及的不朽而言,他必不缺失分毫。当人虔诚侍奉内在神性,使自身灵性完美安居,便臻至无上幸福之境。

667

θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι. τῳ̂ δ' ἐν ἡμι̂ν θείῳ συγγενει̂ς εἰσιν κινήσεις αἱ του̂ παντὸς διανοήσεις

667

万物各有其独特的疗愈之道——即赋予每个存在以相宜的滋养与运动。我们内在的神圣部分,其运动方式与宇宙的思维运转同源相契。

668

[90d] καὶ περιφοραί: ταύταις δὴ συνεπόμενον ἕκαστον δει̂, τὰς περὶ τὴν γένεσιν ἐν τῃ̂ κεφαλῃ̂ διεφθαρμένας ἡμω̂ν περιόδους ἐξορθου̂ντα διὰ τὸ καταμανθάνειν τὰς του̂ παντὸς ἁρμονίας τε καὶ περιφοράς, τῳ̂ κατανοουμένῳ τὸ κατανοου̂ν ἐξομοιω̂σαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν του̂ προτεθέντος ἀνθρώποις ὑπὸ θεω̂ν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.

668

[90d] 每个灵魂当追随这些天体周期,通过研习宇宙的和声与运转,矫正我们诞生时在头颅中受损的循环轨迹。让认知主体与被认知客体依照原始本性重新契合,如此方能达致诸神为人类设定的至善生活——既关乎当下,亦绵延永恒。

669

[90e] καὶ δὴ καὶ τὰ νυ̂ν ἡμι̂ν ἐξ ἀρχη̂ς παραγγελθέντα διεξελθει̂ν περὶ του̂ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν.

669

[90e] 现在我们从最初开始论述的关于宇宙整体直至人类诞生的过程,似乎已近尾声。

670

τὰ γὰρ ἄλλα ζῳ̂α ᾑ̂ γέγονεν αὐ̂, διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν: οὕτω γὰρ ἐμμετρότερός τις ἂν αὑτῳ̂ δόξειεν περὶ τοὺς τούτων λόγους εἰ̂ναι. τῃ̂δ' οὐ̂ν τὸ τοιου̂τον ἔστω λεγόμενον. τω̂ν γενομένων ἀνδρω̂ν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διη̂λθον, κατὰ λόγον τὸν εἰκότα γυναι̂κες μετεφύοντο ἐν τῃ̂ δευτέρᾳ


[91a] γενέσει: καὶ κατ' ἐκει̂νον δὴ τὸν χρόνον διὰ ταυ̂τα θεοὶ τὸν τη̂ς συνουσίας ἔρωτα ἐτεκτήναντο, ζῳ̂ον τὸ μὲν ἐν ἡμι̂ν, τὸ δ' ἐν ται̂ς γυναιξὶν συστήσαντες ἔμψυχον, τοιῳ̂δε τρόπῳ ποιήσαντες ἑκάτερον. τὴν του̂ ποτου̂ διέξοδον, ᾑ̂ διὰ του̂ πλεύμονος τὸ πω̂μα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῳ̂ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη, συνέτρησαν εἰς τὸν ἐκ τη̂ς κεφαλη̂ς κατὰ τὸν αὐχένα καὶ διὰ τη̂ς ῥάχεως

670

至于其他生物的起源,应当以简明方式述及,以免不必要地冗长。唯有如此,方能在这些论述中保持适度。关于此节,且作如下阐述:那些懦弱且虚度此生之人,依循自然法则,在第二次生成中转化为女性形质。正是为此缘故,诸神在彼时创造了交合之欲,在我们体内与女性体内各塑造出具有灵魂的生命体,其构造方式如下:将液体通道——即经肺部流经双肾至膀胱,受气息挤压而排泄的路径——与源自头颅、沿脊柱固化的髓质相连(此前我们称之为种子),这种生机勃勃的物质因获得呼吸能力,在其呼出之际便激发出繁衍的原始冲动,由此形成了生殖欲望。

671

[91b] μυελὸν συμπεπηγότα, ὃν δὴ σπέρμα ἐν τοι̂ς πρόσθεν λόγοις εἴπομεν: ὁ δέ, ἅτ' ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοήν, του̂θ' ᾑ̂περ ἀνέπνευσεν, τη̂ς ἐκροη̂ς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῳ̂, του̂ γεννα̂ν ἔρωτα ἀπετέλεσεν.

671

[91b] 因此,男性生殖器官的本性被塑造成桀骜不驯且自成一体的存在,犹如不服从理性统治的野兽,在贪欲驱使下妄图掌控万物。而女性体内被称为子宫的器官,同样具有繁衍的渴望——当这种生育本能长期不得满足时,便会躁动不安,在体内四处游移,阻塞气息通道,导致呼吸受阻,使人陷入极端困境并引发各种疾病,直至双方的欲望与理性达成共识,犹如采集树上的果实般,将不可见的微型生命种子播撒于子宫沃土,待其发育成熟后引入光明世界,完成生命的传承。

672

διὸ δὴ τω̂ν μὲν ἀνδρω̂ν τὸ περὶ τὴν τω̂ν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἱ̂ον ζῳ̂ον ἀνυπήκοον του̂ λόγου, πάντων δι' ἐπιθυμίας οἰστρώδεις ἐπιχειρει̂ κρατει̂ν: αἱ δ' ἐν


[91c] ται̂ς γυναιξὶν αὐ̂ μη̂τραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταυ̂τα, ζῳ̂ον ἐπιθυμητικὸν ἐνὸν τη̂ς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπω̂ς ἀγανακτου̂ν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σω̂μα, τὰς του̂ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνει̂ν οὐκ ἐω̂ν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ

672

[91c] 雌性生物及所有女性形态由此而生。禽鸟类则经历了形态转变,由单纯而轻浮的男性转化而来,他们虽心地纯良却耽于空想,误以为仅凭视觉观察便能获得最确凿的证明。

673

[91d] ἔρως συναγαγόντες, οἱ̂ον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῳ̂α κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ του̂το εἰς φω̂ς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν.

673

[91d] 情欲将二者结合时,犹如从树上采摘果实,将那些因微小而不可见、尚未成形的生命体播撒入子宫的沃土,待其内部发育壮大后重新分化,最终分娩出世完成生命的生成。

674

γυναι̂κες μὲν οὐ̂ν καὶ τὸ θη̂λυ πα̂ν οὕτω γέγονεν: τὸ δὲ τω̂ν ὀρνέων φυ̂λον μετερρυθμίζετο, ἀντὶ τριχω̂ν πτερὰ φύον, ἐκ τω̂ν ἀκάκων ἀνδρω̂ν, κούφων δέ, καὶ μετεωρολογικω̂ν μέν, ἡγουμένων δὲ δι' ὄψεως

674

女性及所有雌性生命由此形成。至于飞禽族类,则由性情温和却轻浮的男子转化而来,他们虽具有天象观测的智慧,却误以为视觉所见即是对真理最确凿的证明,遂生出羽翼替代毛发。

675

[91e] τὰς περὶ τούτων ἀποδείξεις βεβαιοτάτας εἰ̂ναι δι' εὐήθειαν.

675

[91e] 这般天真使他们坚信目力所及即终极验证。

676

τὸ δ' αὐ̂ πεζὸν καὶ θηριω̂δες γέγονεν ἐκ τω̂ν μηδὲν προσχρωμένων φιλοσοφίᾳ μηδὲ ἀθρούντων τη̂ς περὶ τὸν οὐρανὸν φύσεως πέρι μηδέν, διὰ τὸ μηκέτι ται̂ς ἐν τῃ̂ κεφαλῃ̂ χρη̂σθαι περιόδοις, ἀλλὰ τοι̂ς περὶ τὰ στήθη τη̂ς ψυχη̂ς ἡγεμόσιν ἕπεσθαι μέρεσιν. ἐκ τούτων οὐ̂ν τω̂ν ἐπιτηδευμάτων τά τ' ἐμπρόσθια κω̂λα καὶ τὰς κεφαλὰς εἰς γη̂ν ἑλκόμενα ὑπὸ συγγενείας ἤρεισαν, προμήκεις τε καὶ παντοίας ἔσχον τὰς

676

陆行兽类则源于那些既不研习哲学亦不仰望星空之人,因其头颅的理性运转已然停滞,唯顺从胸腔中灵魂的欲望部分。基于此等习性,他们前肢与头颅被大地的亲缘性拖拽低垂,生出修长多态之冠顶,

677

[92a] κορυφάς, ὅπῃ συνεθλίφθησαν ὑπὸ ἀργίας ἑκάστων αἱ περιφοραί: τετράπουν τε τὸ γένος αὐτω̂ν ἐκ ταύτης ἐφύετο καὶ πολύπουν τη̂ς προφάσεως, θεου̂ βάσεις ὑποτιθέντος πλείους τοι̂ς μα̂λλον ἄφροσιν, ὡς μα̂λλον ἐπὶ γη̂ν ἕλκοιντο.

677

[92a] 其周天轨迹皆因惰性而扭曲凝固。诸神为其四肢赋予更多支撑,使愚钝者更贴近地面——四足之属由此诞生,多足者亦出于同样缘由。

678

τοι̂ς δ' ἀφρονεστάτοις αὐτω̂ν τούτων καὶ παντάπασιν πρὸς γη̂ν πα̂ν τὸ σω̂μα κατατεινομένοις ὡς οὐδὲν ἔτι ποδω̂ν χρείας οὔσης, ἄποδα αὐτὰ καὶ ἰλυσπώμενα ἐπὶ γη̂ς ἐγέννησαν. τὸ δὲ

678

其中最愚昧者,全身匍匐贴地,无需双足支撑,遂成无足蜿蜒于尘土的爬虫。至于第四类水生族裔,

679

[92b] τέταρτον γένος ἔνυδρον γέγονεν ἐκ τω̂ν μάλιστα ἀνοητοτάτων καὶ ἀμαθεστάτων, οὓς οὐδ' ἀναπνοη̂ς καθαρα̂ς ἔτι ἠξίωσαν οἱ μεταπλάττοντες, ὡς τὴν ψυχὴν ὑπὸ πλημμελείας πάσης ἀκαθάρτως ἐχόντων, ἀλλ' ἀντὶ λεπτη̂ς καὶ καθαρα̂ς ἀναπνοη̂ς ἀέρος εἰς ὕδατος θολερὰν καὶ βαθει̂αν ἔωσαν ἀνάπνευσιν:

679

[92b] 则由至愚至昧者转化而来。造化者因其灵魂充斥各类谬误而不再配享纯净呼吸,遂令其以浑浊深水替代清透空气,

680

ὅθεν ἰχθύων ἔθνος καὶ τὸ τω̂ν ὀστρέων συναπάντων τε ὅσα ἔνυδρα γέγονεν, δίκην ἀμαθίας ἐσχάτης ἐσχάτας οἰκήσεις

680

故有鱼群贝类及一切水生族类诞生,它们以终极蒙昧换得深渊栖所——

681

[92c] εἰληχότων. καὶ κατὰ ταυ̂τα δὴ πάντα τότε καὶ νυ̂ν διαμείβεται τὰ ζῳ̂α εἰς ἄλληλα, νου̂ καὶ ἀνοίας ἀποβολῃ̂ καὶ κτήσει μεταβαλλόμενα.

681

[92c] 获取了相应的居所。根据这些原理,彼时乃至现今,各类生命体通过丧失或获得理智与疯狂的交替而相互转化。

682

καὶ δὴ καὶ τέλος περὶ του̂ παντὸς νυ̂ν ἤδη τὸν λόγον ἡμι̂ν φω̂μεν ἔχειν: θνητὰ γὰρ καὶ ἀθάνατα ζῳ̂α λαβὼν καὶ συμπληρωθεὶς ὅδε ὁ κόσμος οὕτω, ζῳ̂ον ὁρατὸν τὰ ὁρατὰ περιέχον, εἰκὼν του̂ νοητου̂ θεὸς αἰσθητός, μέγιστος καὶ ἄριστος κάλλιστός τε καὶ τελεώτατος γέγονεν εἱ̂ς οὐρανὸς ὅδε μονογενὴς ὤν.

682

至此我们当可宣称关于全体的论述已臻完善:这个世界既已接纳了可朽与不朽的生命体,并由此达致完满,它便成为可见者中包容万有的生命体——作为可感知之神,它是智性原型的摹本,以独存之姿成就了这唯一且至大至善、至美至全的宇宙。